Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἀπολογία κατὰ Ἀρειανῶν

Μέγας Αθανάσιος

Η Σύνοδος της Ρώμης και η Επιστολή του Επισκόπου Ιουλίου

Η δικαίωση του Αθανασίου στη Ρώμη και η μακροσκελής επιστολή του επισκόπου Ιουλίου προς τους Ευσεβιανούς, η οποία ελέγχει τις αντικανονικές ενέργειές τους και υπερασπίζεται τις αποφάσεις της συνόδου της Νίκαιας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 10

Ταῦτα μὲν οἱ ἀπὸ τῆς Αἰγύπτου πρὸς πάντας καὶ πρὸς Ἰούλιον τὸν ἐπίσκοπον τῆς Ῥώμης, καὶ οἱ περὶ Εὐσέβιον δὲ πρὸς Ἰούλιον ἔγραψαν, καὶ νομίζοντες ἡμᾶς ἐκφοβεῖν ἠξίωσαν σύνοδον καλέσαι καὶ αὐτὸν Ἰούλιον, εἰ βούλοιτο, κριτὴν γενέσθαι. ἡμῶν τοίνυν ἀνελθόντων εἰς τὴν Ῥώμην ἔγραψεν εἰκότως Ἰούλιος καὶ ἐπὶ τοὺς περὶ Εὐσέβιον ἀποστείλας καὶ δύο πρεσβυτέρους ἑαυτοῦ Ἐλπίδιον καὶ Φιλόξενον. ἐκεῖνοι δὲ ἀκούσαντες περὶ ἡμῶν ἐταράχθησαν οὐ προσδοκήσαντες ἡμᾶς ἀνέρχεσθαι, καὶ παρῃτήσαντο προφάσεις ἀπιθάνους πορισάμενοι, μᾶλλον δὲ φοβηθέντες, μὴ ἅπερ οἱ περὶ Οὐάλεντα καὶ Οὐρσάκιον ὡμολόγησαν, ταῦτα κατ᾽ αὐτῶν ἐλεγχθῇ. λοιπὸν οὖν συνελθόντες ἐπίσκοποι πλέον πεντήκοντα, ἔνθα Βίτων ὁ πρεσβύτερος συνῆγεν, ἡμᾶς μὲν ἀπολογουμένους ἀπεδέξαντο καὶ ἐκύρωσαν εἰς ἡμᾶς τήν τε κοινωνίαν καὶ τὴν ἀγάπην. ἠγανάκτησαν δὲ κατ᾽ ἐκείνων καὶ ἠξίωσαν Ἰούλιον γράψαι τοῖς περὶ Εὐσέβιον ταῦτα τοῖς καὶ γράψασιν αὐτῷ. καὶ ἔγραψεν αὐτὸς καὶ ἀπέστειλε διὰ Γαβιανοῦ τοῦ κόμητος.

Ἐπιστολὴ Ἰουλίου Ἰούλιος Δ〈ι〉ανίῳ καὶ Φλακίλλῳ Ναρκίσσῳ Εὐσεβίῳ Μάρι Μακεδονίῳ Θεοδώρῳ καὶ τοῖς σὺν αὐτοῖς τοῖς ἀπὸ Ἀντιοχείας γράψασιν ἡμῖν, ἀγαπητοῖς ἀδελφοῖς, ἐν κυρίῳ χαίρειν. Ἀνέγνων τὰ γράμματα τὰ διὰ τῶν πρεσβυτέρων μου Ἐλπιδίου καὶ Φιλοξένου ἀποκομισθέντα καὶ ἐθαύμασα, πῶς ἡμεῖς μὲν ἀγάπῃ καὶ συνειδήσει ἀληθείας ἐγράψαμεν, ὑμεῖς δὲ μετὰ φιλονεικίας, καὶ οὐχ ὡς ἔπρεπεν, ἐπεστείλατε. ὑπεροψία γὰρ καὶ ἀλαζονεία τῶν γραψάντων διὰ τῆς ἐπιστολῆς ἐδείκνυτο. ταῦτα δὲ ἀλλότρια τῆς ἐν Χριστῷ πίστεώς ἐστιν. ἔδει γὰρ τὰ μετὰ ἀγάπης γραφέντα ἀμοιβῆς τῆς ἴσης μετὰ ἀγάπης τυχεῖν καὶ μὴ μετὰ φιλονεικίας. ἢ οὐχὶ ἀγάπης ἐστὶ γνώρισμα πρεσβυτέρους ἀποστεῖλαι, συμπαθεῖν τοῖς πάσχουσι, προτρέψασθαι τοὺς γράψαντας ἐλθεῖν, ἵνα πάντα θᾶττον λύσιν λαβόντα διορθωθῆναι δυνηθῇ, καὶ μηκέτι μήτε οἱ ἀδελφοὶ ἡμῶν πάσχωσι μήτε ὑμᾶς τινες διαβάλλωσιν; ἀλλ᾽ οὐκ οἶδα, τί τὸ δόξαν οὕτως ὑμᾶς διατεθῆναι, ὥστε καὶ ἡμᾶς ποιῆσαι λογίζεσθαι ὅτι καὶ ἐν οἷς ἐδόξατε ῥήμασιν ἡμᾶς τιμᾶν, ταῦτα μετασχηματιζόμενοι μετὰ εἰρωνείας τινὸς εἰρήκατε. καὶ γὰρ καὶ οἱ πρεσβύτεροι οἱ ἀποσταλέντες, οὓς ἔδει μετὰ χαρᾶς ἐπανελθεῖν, τοὐναντίον λυπούμενοι ἐπανῆλθον, ἐφ᾽ οἷς ἑωράκασιν ἐκεῖ γινομένοις.

καὶ ἔγωγε τοῖς γράμμασιν ἐντυχὼν πολλὰ λογισάμενος κατέσχον παρ᾽ ἐμαυτῷ τὴν ἐπιστολήν, νομίζων ὅμως ἥξειν τινὰς καὶ μὴ χρείαν εἶναι τῆς ἐπιστολῆς, ἵνα μὴ καὶ ἐς φανερὸν ἐλθοῦσα πολλοὺς τῶν ἐνταῦθα λυπήσῃ. ἐπειδὴ δὲ μηδενὸς ἐλθόντος ἀνάγκη γέγονεν αὐτὴν προκομισθῆναι, ὁμολογῶ ὑμῖν, πάντες ἐθαύμασαν καὶ ἐγγὺς ἀπιστίας γεγόνασιν, εἰ ὅλως παρ᾽ ὑμῶν τοιαῦτα ἐγράφη· φιλονεικίας γὰρ μᾶλλον καὶ οὐκ ἀγάπης ἦν ἡ ἐπιστολή. εἰ μὲν οὖν φιλοτιμίας λόγων ἕνεκεν ὁ ὑπαγορεύσας ἔγραψεν, ἄλλων τὸ τοιοῦτον ἐπιτήδευμα. ἐν γὰρ τοῖς ἐκκλησιαστικοῖς οὐ λόγων ἐπίδειξίς ἐστιν, ἀλλὰ κανόνες ἀποστολικοὶ καὶ σπουδὴ τοῦ μὴ σκανδαλίζειν ἕνα τῶν μικρῶν τῶν ἐν τῇ ἐκκλησίᾳ. συμφέρει γὰρ κατὰ τὸν ἐκκλησιαστικὸν λόγον «μύλον ὀνικὸν κρεμασθῆναι εἰς τὸν τράχηλον καὶ καταποντισθῆναι ἢ σκανδαλίσαι κἂν ἕνα τῶν μικρῶν». εἰ δὲ ὥς τινων λελυπημένων διὰ τὴν πρὸς ἀλλήλους μικροψυχίαν (οὐ γὰρ ἂν εἴποιμι πάντων εἶναι ταύτην γνώμην) τοιαύτη γέγονεν ἡ ἐπιστολή, ἔπρεπε μὲν μηδὲ ὅλως λυπηθῆναι μηδὲ «ἐπιδῦναι τὸν ἥλιον ἐπὶ τῇ λύπῃ», ἔδει δὲ ὅμως μὴ εἰς τοσοῦτον προαχθῆναι, ὥστε καὶ ἔγγραφον αὐτὴν ἐπιδείξασθαι.

Τί γὰρ καὶ γέγονεν ἄξιον λύπης ἢ ἐν τίνι ἦν ἄξιον λυπηθῆναι ὑμᾶς οἷς καὶ ἐγράψαμεν; ἢ ὅτι προετρεψάμεθα εἰς σύνοδον ἀπαντῆσαι; ἀλλὰ τοῦτο μᾶλλον ἔδει μετὰ χαρᾶς δέξασθαι. οἱ γὰρ παρρησίαν ἔχοντες, ἐφ᾽ οἷς πεποιήκασι καί, ὡς αὐτοὶ λέγουσι, ‘κεκρίκασιν’, οὐκ ἀγανακτοῦσιν, εἰ παρ᾽ ἑτέρων ἐξετάζοιτο ἡ κρίσις, ἀλλὰ θαρροῦσιν, ὅτι ἃ δικαίως ἔκριναν, ταῦτα ἄδικα οὐκ ἄν ποτε γένοιτο. διὰ τοῦτο καὶ οἱ ἐν τῇ κατὰ Νίκαιαν μεγάλῃ συνόδῳ συνελθόντες ἐπίσκοποι οὐκ ἄνευ θεοῦ βουλήσεως συνεχώρησαν ἐν ἑτέρᾳ συνόδῳ τὰ τῆς προτέρας ἐξετάζεσθαι, ἵνα καὶ οἱ κρίνοντες πρὸ ὀφθαλμῶν ἔχοντες τὴν ἐσομένην δευτέραν κρίσιν μετὰ πάσης ἀσφαλείας ἐξετάζωσι καὶ οἱ κρινόμενοι πιστεύωσι, μὴ κατ᾽ ἔχθραν τῶν προτέρων, ἀλλὰ κατὰ τὸ δίκαιον ἑαυτοὺς κρίνεσθαι. εἰ δὲ τὸ τοιοῦτον ἔθος παλαιὸν τυγχάνον, μνημονευθὲν δὲ καὶ γραφὲν ἐν τῇ μεγάλῃ συνόδῳ, ὑμεῖς τοῦτο παρ᾽ ὑμῖν ἰσχύειν οὐ θέλετε, ἀπρεπὴς μὲν ἡ τοιαύτη παραίτησις· τὸ γὰρ ἅπαξ συνήθειαν ἐσχηκὸς ἐν τῇ ἐκκλησίᾳ καὶ ὑπὸ συνόδων βεβαιωθὲν οὐκ εὔλογον ὑπὸ ὀλίγων παραλύεσθαι. ἄλλως τε οὐδὲ ἐν τούτῳ δικαίως ἂν φανεῖεν λυπηθέντες.

οἱ γὰρ παρ᾽ ὑμῶν τῶν περὶ Εὐσέβιον ἀποσταλέντες μετὰ γραμμάτων, λέγω δὴ Μακάριος ὁ πρεσβύτερος καὶ Μαρτύριος καὶ Ἡσύχιος οἱ διάκονοι, ἀπαντήσαντες ἐνταῦθα, ὡς οὐκ ἠδυνήθησαν πρὸς τοὺς ἐλθόντας Ἀθανασίου πρεσβυτέρους ἀντιστῆναι, ἀλλ᾽ ἐν πᾶσι διετρέποντο καὶ διηλέγχοντο, τὸ τηνικαῦτα ἠξίωσαν ἡμᾶς ὥστε σύνοδον συγκροτῆσαι καὶ γράψαι καὶ Ἀθανασίῳ τῷ ἐπισκόπῳ εἰς Ἀλεξάνδρειαν, γράψαι δὲ καὶ τοῖς περὶ Εὐσέβιον, ἵνα ἐπὶ παρουσίᾳ πάντων ἡ δικαία κρίσις ἐξενεχθῆναι δυνηθῇ· τότε γὰρ καὶ ἀποδεικνύναι πάντα τὰ κατὰ Ἀθανάσιον ἐπηγγείλαντο. κοινῇ γὰρ ὑφ᾽ ἡμῶν διηλέγχθησαν οἱ περὶ Μαρτύριον καὶ Ἡσύχιον καὶ οἱ Ἀθανασίου τοῦ ἐπισκόπου πρεσβύτεροι μετὰ πεποιθήσεως ἀνθίσταντο, οἱ δὲ περὶ Μαρτύριον, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἐν πᾶσι διετρέποντο, ὅθεν καὶ ἠξίωσαν σύνοδον γενέσθαι. εἰ τοίνυν μηδὲ τῶν περὶ Μαρτύριον καὶ Ἡσύχιον ἀξιωσάντων γενέσθαι σύνοδον προτρεψάμενος ἤμην ἐγὼ σκῦλαι τοὺς γράψαντας ἕνεκεν τῶν ἀδελφῶν ἡμῶν τῶν αἰτιωμένων ἀδικίαν πεπονθέναι, καὶ οὕτως εὔλογος ἦν καὶ δικαία ἡ προτροπή, ἔστι γὰρ ἐκκλησιαστικὴ καὶ θεῷ ἀρέσκουσα· ὅτε δὲ οὓς ὑμεῖς αὐτοὶ οἱ περὶ Εὐσέβιον ἀξιοπίστους ἡγήσασθε, καὶ οὗτοι ἠξίωσαν ἡμᾶς συγκαλέσαι, ἀκόλουθον ἦν τοὺς κληθέντας μὴ λυπηθῆναι, ἀλλὰ μᾶλλον προθύμως ἀπαντῆσαι.

οὐκοῦν ἡ μὲν δόξασα ἀγανάκτησις τῶν λυπηθέντων προπετής, ἡ δὲ παραίτησις τῶν μὴ θελησάντων ἀπαντῆσαι ἀπρεπὴς καὶ ὕποπτος ἐκ τούτων δείκνυται. αἰτιᾶταί τις ἃ πράττων αὐτὸς ἀποδέχεται, εἰ παρ᾽ ἑτέρου γινόμενα βλέποι; εἰ γάρ, ὡς γράφετε, ‘ἀσάλευτον ἔχει τὴν ἰσχὺν ἑκάστη σύνοδος, καὶ ἀτιμάζεται ὁ κρίνας ἐὰν παρ᾽ ἑτέρων ἡ κρίσις ἐξετάζηται’, σκοπεῖτε, ἀγαπητοί, τίνες εἰσὶν οἱ σύνοδον ἀτιμάζοντες καὶ τίνες τὰ τῶν φθασάντων κρῖναι διαλύουσι. καὶ ἵνα μὴ τὰ καθ᾽ ἕκαστον νῦν ἐξετάζων ἐπιβαρεῖν τινας δοκῶ, ἀλλὰ τό γε τελευταῖον γενόμενον, ἐφ᾽ ᾧ καὶ φρίξειεν ἄν τις ἀκούων, ἀρκεῖ πρὸς ἀπόδειξιν πάντων τῶν παραλειφθέντων.

Οἱ Ἀρειανοὶ οἱ ἀπὸ τοῦ τῆς μακαρίας μνήμης Ἀλεξάνδρου τοῦ γενομένου ἐπισκόπου τῆς Ἀλεξανδρείας ἐπὶ ἀσεβείᾳ ἐκβληθέντες οὐ μόνον ὑπὸ τῶν καθ᾽ ἑκάστην πόλιν ἀπεκηρύχθησαν, ἀλλὰ καὶ ὑπὸ πάντων τῶν κοινῇ συνελθόντων ἐν τῇ κατὰ Νίκαιαν μεγάλῃ συνόδῳ ἀνεθεματίσθησαν. οὐ γὰρ ἦν αὐτῶν τὸ τυχὸν πλημμέλημα, οὐδὲ εἰς ἄνθρωπον ἦσαν ἁμαρτήσαντες, ἀλλ᾽ εἰς αὐτὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος. καὶ ὅμως οἱ ὑπὸ πάσης τῆς οἰκουμένης ἀποκηρυχθέντες καὶ κατὰ πᾶσαν ἐκκλησίαν στηλιτευθέντες νῦν λέγονται δεδέχθαι, ἐφ᾽ ᾧ καὶ ὑμᾶς ἀκούσαντας χαλεπαίνειν δίκαιον ἡγοῦμαι. τίνες οὖν εἰσιν οἱ ‘σύνοδον ἀτιμάζοντες’; οὐχ οἱ τῶν τριακοσίων τὰς ψήφους παρ᾽ οὐδὲν θέμενοι καὶ ἀσέβειαν εὐσεβείας προκρίναντες; ἡ μὲν γὰρ τῶν Ἀρειομανιτῶν αἵρεσις ὑπὸ πάντων τῶν ἁπανταχοῦ ἐπισκόπων κατεγνώσθη καὶ ἀπεκηρύχθη, Ἀθανάσιος δὲ καὶ Μάρκελλος οἱ ἐπίσκοποι πλείονας ἔχουσι τοὺς ὑπὲρ ἑαυτῶν λέγοντας καὶ γράφοντας.

Μάρκελλος μὲν γὰρ ἐμαρτυρήθη ἡμῖν καὶ ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ τοῖς τὰ Ἀρείου φρονοῦσιν ἀντειρηκώς, Ἀθανάσιος δὲ ἐμαρτυρήθη μηδὲ ἐν Τύρῳ καταγνωσθείς, ἐν δὲ τῷ Μαρεώτῃ μὴ παρεῖναι, ἔνθα τὰ ὑπομνήματα κατ᾽ αὐτοῦ γεγενῆσθαι λέγεται. οἴδατε δέ, ἀγαπητοί, ὅτι τὰ κατὰ μονομέρειαν ἰσχὺν οὐκ ἔχει, ἀλλ᾽ ὕποπτα τυγχάνει. καὶ ὅμως τούτων ὄντων ἡμεῖς ὑπὲρ ἀκριβείας οὔτε ὑμῖν οὔτε τοῖς ὑπὲρ αὐτῶν γράψασι πρόκριμα ποιοῦντες προετρεψάμεθα τοὺς γράψαντας ἐλθεῖν, ἵν᾽ ἐπειδὴ πλείους εἰσὶν οἱ ὑπὲρ αὐτῶν γράψαντες, ἐπὶ συνόδου πάντα ἐξετασθῇ πρὸς τὸ μηδὲ τὸν ἀναίτιον κατακριθῆναι μήτε τὸν ὑπεύθυνον ὡς καθαρὸν λογισθῆναι. οὐκοῦν οὐ παρ᾽ ἡμῶν ‘ἀτιμάζεται σύνοδος’, ἀλλὰ παρ᾽ ἐκείνων τῶν ἁπλῶς καὶ ὡς ἔτυχε τοὺς παρὰ πάντων κατακριθέντας Ἀρειανοὺς καὶ παρὰ γνώμην τῶν κρινάντων δεξαμένων. οἱ γὰρ πλείονες ἤδη ἀναλύσαντές εἰσι σὺν Χριστῷ, οἱ δὲ ἔτι καὶ νῦν ἐν τῷ βίῳ τούτῳ ἐξετάζονται ἀγανακτοῦντες ὅτι τὴν αὐτῶν κρίσιν ἔλυσάν τινες.

Τοῦτο δὲ καὶ ἀπὸ τῶν γενομένων μὲν ἐν τῇ Ἀλεξανδρείᾳ ἔγνωμεν (καὶ γὰρ καὶ Καρπώνης τις ἐκβληθεὶς ὑπὸ Ἀλεξάνδρου διὰ τὴν Ἀρείου αἵρεσιν μετά τινων καὶ αὐτῶν ἐκβληθέντων διὰ τὴν αὐτὴν αἵρεσιν ἐληλύθασιν ἐνταῦθα ἀποσταλέντες παρὰ Γρηγορίου τινός), ὅμως δὲ ἐμάθομεν καὶ παρὰ Μακαρίου τοῦ πρεσβυτέρου καὶ Μαρτυρίου καὶ Ἡσυχίου τῶν διακόνων. πρὸ τοῦ γὰρ ἀπαντῆσαι τοὺς Ἀθανασίου πρεσβυτέρους προετρέποντο ἡμᾶς γράφειν ἐν Ἀλεξανδρείᾳ Πιστῷ τινι, ἡνίκα καὶ Ἀθανάσιος ὁ ἐπίσκοπος ἐν Ἀλεξανδρείᾳ ἦν. τοῦτον δὲ τὸν Πιστὸν οἱ Ἀθανασίου τοῦ ἐπισκόπου πρεσβύτεροι παραγενόμενοι ἀπέδειξαν εἶναι Ἀρειανὸν ἐκβληθέντα μὲν ὑπὸ Ἀλεξάνδρου τοῦ ἐπισκόπου καὶ τῆς κατὰ Νίκαιαν συνόδου, κατασταθέντα δὲ ὑπὸ Σεκούνδου τινός, ὃν ἡ μεγάλη σύνοδος Ἀρειανὸν ὄντα ἐξέβαλε. τοῦτο δὲ οὐδὲ αὐτοὶ οἱ περὶ Μαρτύριον ἀντέλεγον οὐδὲ ἠρνοῦντο τὸν Πιστὸν ὑπὸ Σεκούνδου ἐσχηκέναι τὴν κατάστασιν. σκοπεῖτε τοίνυν καὶ ἐκ τούτων, τίνες ἂν ὑπὸ μέμψιν δικαίως γένοιντο, οἱ μὴ πεισθέντες ἡμεῖς, ὥστε Πιστῷ τῷ Ἀρειανῷ γράψαι, ἢ οἱ συμβουλεύοντες ‘ἀτιμάσαι’ τὴν μεγάλην σύνοδον καὶ τοῖς ἀσεβέσιν ὡς εὐσεβέσι γράψαι;

καὶ γὰρ καὶ Μακάριος ὁ πρεσβύτερος ὁ παρὰ Εὐσεβίου μετὰ τῶν περὶ Μαρτύριον ἀποσταλεὶς ὡς ἤκουσεν ἐπιστάντας τοὺς πρεσβυτέρους Ἀθανασίου, ἐκδεχομένων ἡμῶν τὴν παρουσίαν αὐτοῦ μετὰ τῶν περὶ Μαρτύριον καὶ Ἡσύχιον, ἀπεδήμησε νυκτὸς καίτοι νοσῶν τῷ σώματι, ὡς ἐκ τούτου λοιπὸν ἡμᾶς ἀκολούθως στοχάζεσθαι ὅτι αἰσχυνόμενος τὸν κατὰ Πιστοῦ ἔλεγχον ἀνεχώρησεν. ἀδύνατον γὰρ τὴν κατάστασιν Σεκούνδου τοῦ Ἀρειανοῦ ἐν τῇ καθολικῇ ἐκκλησίᾳ ἰσχύσαι. ‘ἀτιμία’ γὰρ ἀληθῶς αὕτη κατὰ τῆς συνόδου καὶ τῶν ἐν αὐτῇ συνελθόντων ἐπισκόπων, ἐὰν τὰ μετὰ τοσαύτης σπουδῆς καὶ εὐλαβείας ὡς θεοῦ παρόντος γενόμενα ἀντὶ μηδενὸς λυθῇ.

Εἴπερ οὖν, ὡς γράφετε, ‘ἐκ τοῦ κατὰ Νοβάτον καὶ τὸν Σαμοσατέα Παῦλον παραδείγματος τὰ τῶν συνόδων ἰσχύειν δόγματα χρή’, ἔδει μᾶλλον μὴ λυθῆναι τῶν τριακοσίων τὴν ψῆφον, ἔδει τὴν καθολικὴν σύνοδον ὑπὸ τῶν ὀλίγων μὴ ἀτιμασθῆναι. αἱρετικοὶ γὰρ οἱ Ἀρειανοὶ ὥσπερ κἀκεῖνοι καὶ ὅμοιαι αἱ κατὰ τούτων ψῆφοι ταῖς κατ᾽ ἐκείνων. τούτων δὲ τολμηθέντων τίνες εἰσὶν οἱ ‘φλόγα διχονοίας ἀνάψαντες’; ἡμᾶς γὰρ τοῦτο πεποιηκέναι γράψαντες ἐμέμψασθε. ἆρ᾽ οὖν ἡμεῖς διχονοίας εἰργασάμεθα οἱ συναλγοῦντες τοῖς πάσχουσιν ἀδελφοῖς καὶ κατὰ κανόνα πάντα πεποιηκότες; ἢ οἱ φιλονείκως καὶ παρὰ κανόνα τῶν τριακοσίων τὴν ψῆφον λύσαντες καὶ κατὰ πάντα ‘τὴν σύνοδον ἀτιμάσαντες’; οὐ γὰρ μόνον οἱ Ἀρειανοὶ ἐδέχθησαν, ἀλλὰ καὶ ἀπὸ τόπου εἰς τόπον μεμελετήκασιν ἐπίσκοποι διαβαίνειν. εἰ οὖν ἀληθῶς ‘ἴσην καὶ τὴν αὐτὴν ἡγεῖσθε τιμὴν τῶν ἐπισκόπων καὶ μὴ ἐκ τοῦ μεγέθους τῶν πόλεων’, ὡς γράφετε, ‘κρίνετε τοὺς ἐπισκόπους’, ἔδει τὸν πεπιστευμένον μικρὰν μένειν ἐν τῇ πιστευθείσῃ καὶ μὴ ἐξουθενεῖν μὲν τὸ πεπιστευμένον, μεταβαίνειν δὲ εἰς τὴν μὴ ἐγχειρισθεῖσαν, ἵνα τῆς μὲν παρὰ θεοῦ δοθείσης καταφρονῇ, τὴν δὲ τῶν ἀνθρώπων κενοδοξίαν ἀγαπήσῃ. οὐκοῦν, ἀγαπητοί, ἔδει ἀπαντῆσαι καὶ μὴ παραιτήσασθαι, ἵνα καὶ τέλος λάβῃ τὸ πρᾶγμα· τοῦτο γὰρ ὁ λόγος ἀπαιτεῖ.

ἀλλ᾽ ἴσως ἡ προθεσμία ἐνεπόδισε· γράψαντες γὰρ ἐμέμψασθε, ὅτι ‘στενὴν τὴν προθεσμίαν τῆς συνόδου’ ὡρίσαμεν, ἀλλὰ καὶ τοῦτο, ἀγαπητοί, πρόφασίς ἐστιν. εἰ μὲν γὰρ ἐρχομένους τινὰς συνέκλεισεν ἡ ἡμέρα, στενὸν ἂν τὸ διάστημα τῆς προθεσμίας ἠλέγχθη, εἰ δὲ οἱ ἐλθεῖν μὴ βουλόμενοι κατεσχήκασι καὶ τοὺς πρεσβυτέρους ἕως αὐτοῦ τοῦ Ἰαννουαρίου μηνός, μὴ θαρρούντων ἐστὶν ἡ πρόφασις. ἦλθον γὰρ ἄν, ὡς προεῖπον, εἰ ἐθάρρουν, οὐ πρὸς τὸ διάστημα τῆς ὁδοῦ σκοποῦντες οὐδὲ πρὸς τὴν προθεσμίαν ὁρῶντες, ἀλλ᾽ ἐπὶ τοῖς δικαίοις καὶ τοῖς εὐλόγοις παρρησιαζόμενοι. ἀλλ᾽ ἴσως διὰ τὸν καιρὸν οὐκ ἀπήντησαν. τοῦτο γὰρ γράφοντες πάλιν ἐδηλώσατε, ὡς ἄρα ἔδει ἡμᾶς ‘σκοπήσαντας τὸν ἐπὶ τῆς Ἑῴας καιρὸν’ μὴ προτρέψασθαι ὑμᾶς ἀπαντῆσαι. εἰ μὲν οὖν διὰ τὸ τοιοῦτον εἶναι τὸν καιρὸν οὐκ ἀπηντήσατε, ὥς φατε, ἔδει προτέρους ὑμᾶς τὸν καιρὸν τοῦτον σκοπήσαντας μὴ αἰτίους σχίσματος μηδὲ ὀλολυγῆς καὶ θρήνων ἐν ταῖς ἐκκλησίαις γενέσθαι. νῦν δὲ οἱ ταῦτα πεποιηκότες ἔδειξαν μὴ τὸν καιρὸν αἴτιον, ἀλλὰ τὴν προαίρεσιν τῶν μὴ θελησάντων ἀπαντῆσαι.

Θαυμάζω δὲ κἀκεῖνο τὸ μέρος τῆς ἐπιστολῆς, πῶς ὅλως κἂν ἐγράφη παρ᾽ ὑμῶν ὅτι δὴ ‘τοῖς περὶ Εὐσέβιον μόνοις καὶ οὐ πᾶσιν ὑμῖν’ μόνος ἔγραψα· εὐχέρειαν γὰρ τῶν μεμψαμένων μᾶλλον ἄν τις εὕροι ἤπερ ἀλήθειαν. ἐγὼ γὰρ οὐκ ἄλλοθεν λαβὼν κατὰ Ἀθανασίου γράμματα ἢ διὰ τῶν περὶ Μαρτύριον καὶ Ἡσύχιον ἐκείνοις ἀνάγκῃ ἔγραψα τοῖς καὶ γράψασι κατ᾽ αὐτοῦ. ἔδει τοίνυν ἢ τοὺς περὶ Εὐσέβιον μὴ μόνους χωρὶς πάντων ὑμῶν γράψαι ἢ ὑμᾶς, οἷς μὴ ἔγραψα, μὴ λυπεῖσθαι, εἰ ἐκείνοις ἐγράφη τοῖς καὶ γράψασιν. εἰ γὰρ ἐχρῆν καὶ πᾶσιν ὑμῖν ἐπιστεῖλαι, ἔδει καὶ ὑμᾶς σὺν ἐκείνοις γράψαι. νῦν δὲ τὸ ἀκόλουθον σκοποῦντες ἐκείνοις ἐγράψαμεν τοῖς καὶ δηλώσασιν ἡμῖν καὶ τοῖς ἀποστείλασι πρὸς ἡμᾶς. εἰ δὲ καὶ τὸ μόνον ἐμὲ γεγραφέναι ἐκείνοις ἐκίνησεν ὑμᾶς, ἀκόλουθόν ἐστιν ὑμᾶς ἀγανακτεῖν, ὅτι καὶ μόνῳ ἐμοὶ ἔγραψαν. ἀλλὰ καὶ ἐν τούτῳ πιθανὴ μὲν καὶ οὐκ ἄλογος ἡ πρόφασις, ἀγαπητοί, ὅμως δὲ γνωρίσαι ὑμῖν ἀναγκαῖον ὅτι, εἰ καὶ μόνος ἔγραψα, ἀλλ᾽ οὐκ ἐμοῦ μόνου ἐστὶν αὕτη ἡ γνώμη ἀλλὰ καὶ πάντων τῶν κατὰ τὴν Ἰταλίαν καὶ τῶν ἐν τούτοις τοῖς μέρεσιν ἐπισκόπων. καὶ ἔγωγε τοὺς πάντας οὐκ ἠθέλησα ποιῆσαι γράψαι, ἵνα μὴ παρὰ πολλῶν τὸ βάρος ἔχωσιν.

ἀμέλει καὶ νῦν τῇ ὁρισθείσῃ προθεσμίᾳ συνῆλθον ἐπίσκοποι καὶ ταύτης τῆς γνώμης γεγόνασιν, ἣν πάλιν γράφων ὑμῖν σημαίνω, ὥστε, ἀγαπητοί, εἰ καὶ μόνος ἐπιστέλλω, ἀλλὰ πάντων γνώμην εἶναι ταύτην γινώσκετε. ταῦτα μὲν οὖν περὶ τοῦ μὴ εὐλόγως τινὰς ἐξ ὑμῶν προφάσεις, ἀλλὰ ἀδίκους καὶ ὑπόπτους πορίσασθαι.

Περὶ δὲ τοῦ μὴ εὐχερῶς μηδὲ ἀδίκως ἡμᾶς ὑποδεδέχθαι εἰς κοινωνίαν τοὺς συνεπισκόπους ἡμῶν Ἀθανάσιον καὶ Μάρκελλον, εἰ καὶ τὰ προλεχθέντα ἱκανά, ὅμως διὰ βραχέων εὔλογον ὑμῖν δεῖξαι. ἔγραψαν οἱ περὶ Εὐσέβιον πρότερον κατὰ τῶν περὶ Ἀθανάσιον, ἐγράψατε δὲ καὶ νῦν ὑμεῖς, ἔγραψαν δὲ καὶ πλεῖστοι ἐπίσκοποι ἀπὸ τῆς Αἰγύπτου καὶ ἐξ ἄλλων ἐπαρχιῶν ὑπὲρ Ἀθανασίου. πρῶτον μὲν οὖν τὰ κατ᾽ αὐτοῦ γράμματα παρ᾽ ὑμῶν μάχεται πρὸς ἑαυτὰ καὶ οὐδεμίαν συμφωνίαν ἔχει τὰ δεύτερα πρὸς τὰ πρῶτα, ἀλλ᾽ ἐν πολλοῖς τὰ πρῶτα ὑπὸ τῶν δευτέρων λύεται καὶ τὰ δεύτερα ὑπὸ τῶν πρώτων διαβάλλεται· ἀσυμφώνων δὲ ὄντων τῶν γραμμάτων οὐδεμία πίστις περὶ τῶν λεγομένων ἐστίν. ἔπειτα, εἰ τοῖς παρ᾽ ὑμῶν γραφεῖσιν ἀξιοῦτε πιστεύειν, ἀκόλουθόν ἐστι καὶ τοῖς ὑπὲρ αὐτοῦ γράψασι μὴ ἀπιστῆσαι, καὶ μάλιστα ὅτι ὑμεῖς μὲν πόρρωθεν, ἐκεῖνοι δὲ ἐν τοῖς τόποις ὄντες καὶ εἰδότες τὸν ἄνδρα καὶ τὰ ἐκεῖ γινόμενα πράγματα γράφουσι μαρτυροῦντες αὐτοῦ τῷ βίῳ καὶ διαβεβαιούμενοι ἐν πᾶσιν αὐτὸν συσκευὴν πεπονθέναι. καὶ πάλιν Ἀρσένιός τις ἐπίσκοπος ἐλέχθη ποτὲ ὡς ἀναιρεθεὶς παρὰ Ἀθανασίου, ἀλλὰ τοῦτον ἐμάθομεν ζῆν, ἀλλὰ καὶ φιλίαν ἔχειν πρὸς αὐτόν. τὰ ὑπομνήματα τὰ ἐν Μαρεώτῃ γενόμενα διεβεβαιώσατο κατὰ μονομέρειαν γεγενῆσθαι· μήτε γὰρ ἐκεῖ παρεῖναι Μακάριον τὸν πρεσβύτερον τὸν κατηγορούμενον μήτε αὐτὸν τὸν ἐπίσκοπον αὐτοῦ Ἀθανάσιον.

καὶ τοῦτο οὐ μόνον ἐκ τῶν αὐτοῦ λόγων, ἀλλὰ καὶ ἐκ τῶν ὑπομνημάτων, ὧν ἐκόμισαν ἡμῖν οἱ περὶ Μαρτύριον καὶ Ἡσύχιον, ἔγνωμεν. ἀναγνόντες γὰρ εὕρομεν ὅτι ὁ μὲν κατήγορος Ἰσχύρας ἐκεῖ παρῆν, οὔτε δὲ Μακάριος οὔτε ὁ ἐπίσκοπος Ἀθανάσιος· ἀλλὰ καὶ τοὺς πρεσβυτέρους Ἀθανασίου ἀξιοῦντας παρεῖναι καὶ μὴ συγχωρηθέντας. ἔδει δὲ, ἀγαπητοί, εἴπερ μετὰ ἀληθείας ἐγίνετο τὸ κριτήριον μὴ μόνον τὸν κατήγορον, ἀλλὰ καὶ τὸν κατηγορούμενον παρεῖναι. ὥσπερ γὰρ ἐν τῇ Τύρῳ Μακάριος παρῆν ὁ κατηγορούμενος καὶ Ἰσχύρας ὁ κατήγορος, καὶ οὐδὲν ἐδείχθη, οὕτως ἔδει καὶ ἐν τῷ Μαρεώτῃ μὴ μόνον ἀπελθεῖν τὸν κατήγορον, ἀλλὰ καὶ τὸν κατηγορούμενον, ἵνα παρὼν ἢ ἐλεγχθῇ ἢ μὴ ἐλεγχθεὶς δείξῃ τὴν συκοφαντίαν. νῦν δὲ τούτου μὴ γενομένου, ἀλλὰ μόνου ἀπελθόντος τοῦ κατηγόρου, μεθ᾽ ὧν παρῃτήσατο Ἀθανάσιος, ὕποπτα τὰ πράγματα φαίνεται.

Ἠιτιᾶτο δὲ καὶ τοὺς ἀπελθόντας εἰς τὸν Μαρεώτην παρὰ γνώμην αὐτοῦ ἀπεληλυθέναι. ἔλεγε γὰρ ὅτι Θεόγνιον καὶ Μάριν καὶ Θεόδωρον, Οὐρσάκιον καὶ Οὐάλεντα καὶ Μακεδόνιον ὑπόπτους ὄντας ἀπέστειλαν. καὶ τοῦτο οὐκ ἐκ τῶν λόγων αὐτοῦ μόνον, ἀλλὰ καὶ ἐκ τῆς ἐπιστολῆς Ἀλεξάνδρου τοῦ γενομένου ἐπισκόπου τῆς Θεσσαλονίκης ἐδείκνυε. προήνεγκε γὰρ ἐπιστολὴν αὐτοῦ γραφεῖσαν πρὸς Διονύσιον τὸν ἐν τῇ συνόδῳ κόμητα, ἐν ᾗ δηλοῖ φανερὰν συσκευὴν γενέσθαι κατὰ Ἀθανασίου. καὶ αὐτοῦ δὲ τοῦ κατηγόρου Ἰσχύρα προεκόμισε χεῖρα ὁλόγραφον αὐθεντικήν, ἐν ᾗ μάρτυρα τὸν θεὸν τὸν παντοκράτορα ἐπικαλούμενος μήτε ποτηρίου κλάσιν μήτε τραπέζης ἀνατροπὴν γεγενῆσθαι ἔλεγεν, ἀλλ᾽ ὑποβεβλῆσθαι ἑαυτὸν ὑπό τινων πλάσασθαι ταύτην τὴν κατηγορίαν. ἀπαντήσαντες δὲ καὶ πρεσβύτεροι τοῦ Μαρεώτου διεβεβαιώσαντο μήτε τὸν Ἰσχύραν πρεσβύτερον εἶναι τῆς καθολικῆς ἐκκλησίας μήτε τι τοιοῦτον πεπλημμεληκέναι Μακάριον, ὁποῖον ἐκεῖνος κατηγόρησεν. οἱ πρεσβύτεροι δὲ καὶ οἱ διάκονοι ἀπαντήσαντες ἐνταῦθα οὐκ ὀλίγα, ἀλλὰ καὶ πολλὰ ἐμαρτύρησαν ὑπὲρ τοῦ ἐπισκόπου Ἀθανασίου διαβεβαιούμενοι μηδὲν ἀληθὲς εἶναι τῶν κατ᾽ αὐτοῦ λεγομένων, συσκευὴν δὲ αὐτὸν πεπονθέναι.

καὶ οἱ ἀπὸ τῆς Αἰγύπτου δὲ καὶ Λιβύης πάντες ἐπίσκοποι γράφοντες διεβεβαιώσαντο καὶ τὴν κατάστασιν αὐτοῦ ἔννομον καὶ ἐκκλησιαστικὴν γεγονέναι καὶ πάντα τὰ παρ᾽ ὑμῶν λεγόμενα κατ᾽ αὐτοῦ εἶναι ψευδῆ· οὔτε γὰρ φόνον γεγενῆσθαι οὔτε τινὰς ἀναιρεθῆναι δι᾽ αὐτὸν οὔτε κλάσιν ποτηρίου γεγενῆσθαι, ἀλλὰ πάντα εἶναι ψευδῆ. καὶ ἐκ τῶν ὑπομνημάτων δὲ τῶν ἐν Μαρεώτῃ κατὰ μονομέρειαν γενομένων ἐδείκνυεν ὁ ἐπίσκοπος Ἀθανάσιος ἕνα κατηχούμενον ἐξετασθέντα καὶ εἰπόντα ἔνδον εἶναι μετὰ Ἰσχύρα, ὅτε Μακάριος ὁ πρεσβύτερος Ἀθανασίου, ὡς λέγουσιν, ἐπέστη τῷ τόπῳ, καὶ ἄλλους δὲ ἐξετασθέντας καὶ εἰπόντας τὸν μὲν «ἐν κελλίῳ μικρῷ», τὸν δὲ «ὄπισθεν τῆς θύρας κατακεῖσθαι τὸν Ἰσχύραν τότε νοσοῦντα», ὅτε Μακάριον λέγουσιν ἀπηντηκέναι ἐκεῖ. ἀπὸ δὴ τούτων ὧν ἔλεγε, καὶ ἡμεῖς ἀκολούθως στοχαζόμεθα ὅτι πῶς οἷόν τε τὸν ὄπισθεν τῆς θύρας νόσῳ κατακείμενον τότε ἑστηκέναι καὶ λειτουργεῖν καὶ προσφέρειν; ἢ πῶς οἷόν τε ἦν προσφορὰν προκεῖσθαι ἔνδον ὄντων τῶν κατηχουμένων; εἰ γὰρ ἔνδον ἦσαν οἱ κατηχούμενοι, οὔπω ἦν ὁ καιρὸς τῆς προσφορᾶς.

ταῦτα, ὥσπερ εἴρηται, ἔλεγεν ὁ ἐπίσκοπος Ἀθανάσιος καὶ ἐκ τῶν ὑπομνημάτων ἐδείκνυε, διαβεβαιουμένων καὶ τῶν σὺν αὐτῷ μηδὲ ὅλως αὐτὸν πρεσβύτερον γεγενῆσθαί ποτε ἐν τῇ καθολικῇ ἐκκλησίᾳ μηδὲ σεσυνῆχθαι αὐτόν ποτε ἐν τῇ ἐκκλησίᾳ ὡς πρεσβύτερον· οὐδὲ γὰρ [οὐδὲ] ὅτε Ἀλέξανδρος ἐδέχετο κατὰ φιλανθρωπίαν τῆς μεγάλης συνόδου τοὺς ἀπὸ τοῦ σχίσματος Μελιτίου, ὠνομάσθαι αὐτὸν ὑπὸ Μελιτίου μετὰ τῶν αὐτοῦ διεβεβαιοῦντο· ὃ καὶ μέγιστόν ἐστι τεκμήριον μὴ εἶναι αὐτὸν μήτε Μελιτίου. εἰ γὰρ ἦν, πάντως καὶ αὐτὸς αὐτοῖς συνηριθμεῖτο. ἄλλως τε καὶ ἐν ἄλλοις ὁ Ἰσχύρας ψευσάμενος ἐδείκνυτο ὑπὸ Ἀθανασίου ἐκ τῶν ὑπομνημάτων· κατηγορήσας γὰρ ὡς βιβλίων κεκαυμένων ὅτε, ὡς λέγουσι, Μακάριος ἐπέστη, ἠλέγχθη ὑφ᾽ ὧν αὐτὸς ἤνεγκε μαρτύρων ψευσάμενος.

Τούτων τοίνυν οὕτως λεγομένων καὶ τοσούτων μὲν ὄντων τῶν μαρτύρων τῶν ὑπὲρ αὐτοῦ, τοσούτων δὲ δικαιωμάτων προφερομένων ὑπ᾽ αὐτοῦ, τί ἔδει ποιεῖν ἡμᾶς; ἢ τί ὁ ἐκκλησιαστικὸς κανὼν ἀπαιτεῖ ἢ μὴ καταγνῶναι τοῦ ἀνδρός, ἀλλὰ μᾶλλον ἀποδέξασθαι καὶ ἔχειν αὐτὸν ἐπίσκοπον, ὥσπερ καὶ εἴχομεν; καὶ γὰρ πρὸς τούτοις πᾶσι παρέμεινεν ἐνταῦθα ἐνιαυτὸν καὶ ἓξ μῆνας ἐκδεχόμενος τὴν παρουσίαν ὑμῶν ἢ τῶν βουλομένων ἐλθεῖν· τῇ δὲ παρουσίᾳ ἐδυσώπει πάντας, ὅτι οὐκ ἂν παρῆν εἰ μὴ ἐθάρρει. καὶ γὰρ οὐκ ἀφ᾽ ἑαυτοῦ ἐλήλυθεν, ἀλλὰ κληθεὶς καὶ λαβὼν γράμματα παρ᾽ ἡμῶν, καθάπερ καὶ ὑμῖν ἐγράψαμεν. καὶ ὅμως μετὰ τοσαῦτα ὑμεῖς ὡς «παρὰ κανόνας ποιήσαντας» ἡμᾶς ἐμέμψασθε. σκοπεῖτε τοίνυν, τίνες εἰσὶν οἱ παρὰ κανόνας πράξαντες, ἡμεῖς οἱ μετὰ τοσούτων ἀποδείξεων τὸν ἄνδρα δεξάμενοι ἢ οἱ ἀπὸ τριάκοντα καὶ ἓξ μονῶν ἐν Ἀντιοχείᾳ ὀνομάσαντές τινα ὡς ἐπίσκοπον ξένον καὶ ἀποστείλαντες εἰς τὴν Ἀλεξάνδρειαν μετὰ στρατιωτικῆς ἐξουσίας; ὅπερ οὐ γέγονεν οὐδὲ εἰς Γαλλίας αὐτοῦ ἀποσταλέντος· ἐγεγόνει γὰρ ἂν καὶ τότε, εἰ ὄντως ἦν καταγνωσθείς. ἀμέλει ἐπανελθὼν σχολάζουσαν καὶ ἐκδεχομένην αὐτὸν τὴν ἐκκλησίαν εὗρεν.

Ἀλλὰ νῦν οὐκ οἶδα, ποίῳ τρόπῳ γέγονε τὰ γενόμενα. πρῶτον μὲν γάρ, εἰ δεῖ τἀληθὲς εἰπεῖν, οὐκ ἔδει γραψάντων ἡμῶν σύνοδον γενέσθαι προλαβεῖν τινας τὴν ἐκ τῆς συνόδου κρίσιν. ἔπειτα οὐκ ἔδει τοιαύτην καινοτομίαν κατὰ τῆς ἐκκλησίας γενέσθαι. ποῖος γὰρ κανὼν ἐκκλησιαστικὸς ἢ ποία παράδοσις ἀποστολικὴ τοιαύτη, ὥστε εἰρηνευούσης ἐκκλησίας καὶ ἐπισκόπων τοσούτων ὁμόνοιαν ἐχόντων πρὸς τὸν ἐπίσκοπον τῆς Ἀλεξανδρείας Ἀθανάσιον ἀποσταλῆναι Γρηγόριον, ξένον μὲν τῆς πόλεως, μήτε ἐκεῖ βαπτισθέντα μήτε γινωσκόμενον τοῖς πολλοῖς, μὴ αἰτηθέντα παρὰ πρεσβυτέρων, μὴ παρ᾽ ἐπισκόπων, μὴ παρὰ λαῶν, ἀλλὰ κατασταθῆναι μὲν ἐν Ἀντιοχείᾳ, ἀποσταλῆναι δὲ εἰς τὴν Ἀλεξάνδρειαν, οὐ μετὰ πρεσβυτέρων, οὐ μετὰ διακόνων τῆς πόλεως, οὐ μετὰ ἐπισκόπων τῆς Αἰγύπτου, ἀλλὰ μετὰ στρατιωτῶν; τοῦτο γὰρ ἔλεγον καὶ ᾐτιῶντο οἱ ἐνταῦθα ἐλθόντες. εἰ γὰρ καὶ μετὰ τὴν σύνοδον ὑπεύθυνος ἦν εὑρεθεὶς ὁ Ἀθανάσιος, οὐκ ἔδει τὴν κατάστασιν οὕτως παρανόμως καὶ παρὰ τὸν ἐκκλησιαστικὸν κανόνα γενέσθαι, ἀλλ᾽ ἐπ᾽ αὐτῆς τῆς ἐκκλησίας, ἀπ᾽ αὐτοῦ τοῦ ἱερατείου, ἀπ᾽ αὐτοῦ τοῦ κλήρου τοὺς ἐν τῇ ἐπαρχίᾳ ἐπισκόπους ἔδει καταστῆσαι καὶ μὴ νῦν τοὺς ἀπὸ τῶν ἀποστόλων κανόνας παραλύεσθαι. ἆρα γάρ, εἰ καθ᾽ ἑνὸς ὑμῶν ἐγεγόνει τὸ τοιοῦτον, οὐκ ἂν ἐβοήσατε, οὐκ ἂν ἠξιώσατε ὡς παραλελυμένων τῶν κανόνων ἐκδικηθῆναι;

ἀγαπητοί, ὡς θεοῦ παρόντος μετὰ ἀληθείας φθεγγόμεθα καὶ λέγομεν· οὐκ ἔστι τοῦτο εὐσεβὲς οὐδὲ νόμιμον οὐδὲ ἐκκλησιαστικόν. καὶ γὰρ καὶ τὰ λεγόμενα γεγενῆσθαι παρὰ Γρηγορίου ἐν τῇ εἰσόδῳ αὐτοῦ δείκνυσι τὴν τῆς καταστάσεως τάξιν. ἐν γὰρ τοιούτοις εἰρηνικοῖς καιροῖς, ὡς αὐτοὶ οἱ ἐλθόντες ἀπὸ τῆς Ἀλεξανδρείας ἀπήγγειλαν, καθὼς καὶ οἱ ἐπίσκοποι ἔγραψαν, ἡ ἐκκλησία ἐμπρησμὸν ὑπέμεινε, παρθένοι ἐγυμνώθησαν, μονάζοντες κατεπατήθησαν, πρεσβύτεροι καὶ πολλοὶ τοῦ λαοῦ ᾐκίσθησαν καὶ βίαν πεπόνθασιν, ἐπίσκοποι ἐφυλακίσθησαν, περιεσύρησαν πολλοί, τὰ ἅγια μυστήρια, ἐφ᾽ οἷς ᾐτιῶντο Μακάριον τὸν πρεσβύτερον, ὑπὸ ἐθνικῶν διηρπάζετο καὶ εἰς γῆν ἐβάλλετο, ἵνα τὴν Γρηγορίου τινὲς κατάστασιν δέξωνται. τὰ δὲ τοιαῦτα δείκνυσι τοὺς «παραλύοντας τοὺς κανόνας». εἰ γὰρ νομίμη ἦν ἡ κατάστασις, οὐκ ἂν διὰ παρανομίας ἠνάγκαζε πείθεσθαι τοὺς νομίμως ἀπειθοῦντας αὐτῷ. καὶ ὅμως τοιούτων γενομένων γράφετε «εἰρήνην μεγάλην γεγενῆσθαι ἐν τῇ Ἀλεξανδρείᾳ καὶ τῇ Αἰγύπτῳ», ἐκτὸς εἰ μὴ ἀντιμεταβέβληται τὸ ἔργον τῆς εἰρήνης καὶ τὰ τοιαῦτα εἰρήνην ὀνομάζετε.

Κἀκεῖνο δὲ ὑμῖν ἀναγκαῖον ἐνόμισα δηλῶσαι ὅτι Ἀθανάσιος διεβεβαιοῦτο Μακάριον ἐν Τύρῳ ὑπὸ στρατιώτας γεγενῆσθαι καὶ μόνον τὸν κατήγορον ἀπεληλυθέναι μετὰ τῶν ἀπελθόντων εἰς τὸν Μαρεώτην, καὶ τοὺς μὲν πρεσβυτέρους ἀξιοῦντας παρεῖναι ἐν τῇ ἐξετάσει μὴ συγκεχωρῆσθαι, τὴν δὲ ἐξέτασιν γεγενῆσθαι περὶ ποτηρίου καὶ τραπέζης ἐπὶ παρουσίᾳ τοῦ ἐπάρχου καὶ τῆς τάξεως αὐτοῦ παρόντων ἐθνικῶν καὶ Ἰουδαίων. τοῦτο δὲ κατὰ τὰς ἀρχὰς ἄπιστον ἦν, εἰ μὴ καὶ ἐκ τῶν ὑπομνημάτων ἐδείκνυτο, ἐφ᾽ ᾧ καὶ ἐθαυμάσαμεν, νομίζω δὲ καὶ ὑμᾶς ἔτι θαυμάζειν, ἀγαπητοί. πρεσβύτεροι μὲν οὐκ ἐπιτρέπονται παρεῖναι οἱ καὶ τῶν μυστηρίων λειτουργοὶ τυγχάνοντες, ἐπὶ δὲ ἐξωτικοῦ δικαστοῦ παρόντων κατηχουμένων καὶ τό γε χείριστον, ἐπὶ ἐθνικῶν καὶ Ἰουδαίων τῶν διαβεβλημένων περὶ τὸν Χριστιανισμὸν ἐξέτασις περὶ αἵματος Χριστοῦ καὶ σώματος Χριστοῦ γίνεται. εἰ γὰρ καὶ ὅλως ἐγεγόνει τι πλημμέλημα, ἔδει ἐν τῇ ἐκκλησίᾳ ὑπὸ κληρικῶν νομίμων ἐξετάζεσθαι τὰ τοιαῦτα καὶ μὴ ὑπὸ ἐθνικῶν τῶν τὸν λόγον βδελυσσομένων καὶ μὴ εἰδότων τὴν ἀλήθειαν. τοῦτο δὲ τὸ ἁμάρτημα ἡλίκον καὶ ὁποῖόν ἐστι, συνορᾶν καὶ ὑμᾶς καὶ πάντας πεπίστευκα.

περὶ μὲν Ἀθανασίου τοιαῦτα· Περὶ δὲ Μαρκέλλου, ἐπειδὴ καὶ περὶ αὐτοῦ ὡς ἀσεβοῦντος εἰς τὸν Χριστὸν ἐγράψατε, δηλῶσαι ὑμῖν ἐσπούδασα ὅτι ἐνταῦθα γενόμενος διεβεβαιώσατο μὲν μὴ εἶναι ἀληθῆ τὰ περὶ αὐτοῦ γραφέντα παρ᾽ ὑμῶν, ὅμως δὲ ἀπαιτούμενος παρ᾽ ἡμῶν εἰπεῖν περὶ τῆς πίστεως οὕτως μετὰ παρρησίας ἀπεκρίνατο δι᾽ ἑαυτοῦ ὡς ἐπιγνῶναι μὲν ἡμᾶς ὅτι μηδὲν ἔξωθεν τῆς ἀληθείας ὁμολογεῖ. οὕτως γὰρ εὐσεβῶς περὶ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ὡμολόγησε φρονεῖν, ὥσπερ καὶ ἡ καθολικὴ ἐκκλησία φρονεῖ· καὶ οὐ νῦν ταῦτα πεφρονηκέναι διεβεβαιώσατο, ἀλλὰ καὶ ἔκπαλαι, ὡσπεροῦν καὶ οἱ ἡμέτεροι πρεσβύτεροι τότε ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ γενόμενοι ἐμαρτύρησαν αὐτοῦ τῇ ὀρθοδοξίᾳ. καὶ γὰρ καὶ τότε καὶ νῦν κατὰ τῆς αἱρέσεως τῶν Ἀρειανῶν πεφρονηκέναι διισχυρίσατο, ἐφ᾽ ᾧ καὶ ὑμᾶς ὑπομνῆσαι δίκαιόν ἐστιν, ἵνα μηδεὶς τὴν τοιαύτην αἵρεσιν ἀποδέχηται, ἀλλὰ βδελύττηται ὡς ἀλλοτρίαν τῆς ὑγιαινούσης διδασκαλίας. ὀρθὰ τοίνυν αὐτὸν φρονοῦντα καὶ ἐπὶ ὀρθοδοξίᾳ μαρτυρούμενον τί πάλιν καὶ ἐπὶ τούτου ἔδει ποιεῖν ἡμᾶς ἢ ἔχειν αὐτόν, ὥσπερ καὶ εἴχομεν, ἐπίσκοπον καὶ μὴ ἀποβάλλειν τῆς κοινωνίας;

ταῦτα μὲν οὖν ἐγὼ οὐχ ὡς ὑπεραπολογούμενος αὐτῶν γέγραφα, ἀλλ᾽ ἕνεκα τοῦ πιστεῦσαι ὑμᾶς ὅτι δικαίως καὶ κανονικῶς ἐδεξάμεθα τοὺς ἄνδρας, καὶ μάτην φιλονεικεῖτε, ὑμᾶς δὲ δίκαιόν ἐστι σπουδάσαι καὶ πάντα τρόπον καμεῖν, ἵνα τὰ μὲν παρὰ κανόνα γενόμενα διορθώσεως τύχῃ, αἱ δὲ ἐκκλησίαι εἰρήνην ἔχωσι πρὸς τὸ τὴν τοῦ κυρίου εἰρήνην τὴν δοθεῖσαν ἡμῖν παραμεῖναι καὶ μὴ σχίζεσθαι τὰς ἐκκλησίας μηδὲ ὑμᾶς ὡς αἰτίους σχίσματος μέμψιν ὑπομεῖναι. ὁμολογῶ γὰρ ὑμῖν τὰ γενόμενα οὐκ εἰρήνης, ἀλλὰ σχίσματος προφάσεις εἰσίν.

Οὐ γὰρ μόνον οἱ περὶ Ἀθανάσιον καὶ Μάρκελλον οἱ ἐπίσκοποι ἐληλύθασιν ἐνταῦθα αἰτιώμενοι κατ᾽ αὐτῶν ἀδικίαν γεγονέναι, ἀλλὰ καὶ πλεῖστοι ἄλλοι ἐπίσκοποι ἀπὸ Θρᾴκης, ἀπὸ Κοίλης Συρίας, ἀπὸ Φοινίκης καὶ Παλαιστίνης. καὶ πρεσβύτεροι μὲν οὐκ ὀλίγοι, ἄλλοι δέ τινες ἀπὸ Ἀλεξανδρείας καὶ ἄλλοι ἐξ ἄλλων μερῶν, ἀπήντησαν εἰς τὴν ἐνταῦθα σύνοδον, ἐπὶ πάντων τῶν συνελθόντων ἐπισκόπων πρὸς τοῖς ἄλλοις οἷς ἔλεγον ἔτι καὶ ἀπωδύροντο βίαν καὶ ἀδικίαν τὰς ἐκκλησίας πεπονθέναι, καὶ ὅμοια τῶν κατὰ Ἀλεξάνδρειαν καὶ τὰς ἑαυτῶν καὶ ἐν ἄλλαις ἐκκλησίαις γεγενῆσθαι διεβεβαιοῦντο οὐ λόγῳ μόνον, ἀλλὰ καὶ πράγμασι. καὶ ἐξ Αἰγύπτου δὲ καὶ τῆς Ἀλεξανδρείας πάλιν ἐλθόντες νῦν πρεσβύτεροι μετὰ γραμμάτων ἀπωδύροντο ὅτι πολλοὶ ἐπίσκοποι καὶ πρεσβύτεροι θέλοντες ἐλθεῖν εἰς τὴν σύνοδον ἐκωλύθησαν. μέχρι γὰρ νῦν καὶ μετὰ τὴν τοῦ ἐπισκόπου Ἀθανασίου ἀποδημίαν ἔλεγον ἐπισκόπους ὁμολογητὰς κατακόπτεσθαι πληγαῖς καὶ ἄλλους φυλακίζεσθαι, ἤδη δὲ καὶ ἀρχαίους, πλεῖστον ὅσον χρόνον ἔχοντας ἐν τῇ ἐπισκοπῇ, εἰς λειτουργίας δημοσίας παραδίδοσθαι καὶ σχεδὸν πάντας τοὺς τῆς καθολικῆς ἐκκλησίας κληρικοὺς καὶ λαοὺς ἐπιβουλεύεσθαι καὶ διώκεσθαι. καὶ γὰρ καί τινας ἐπισκόπους καί τινας ἀδελφοὺς ὑπερορίους ἔλεγον γεγενῆσθαι δι᾽ οὐδὲν ἕτερον, ἢ ἵνα καὶ ἄκοντες ἀναγκάζωνται κοινωνεῖν Γρηγορίῳ καὶ τοῖς σὺν αὐτῷ Ἀρειανοῖς.

καὶ ἐν Ἀγκύρᾳ δὲ τῆς Γαλατίας οὐκ ὀλίγα γεγενῆσθαι, ἀλλὰ τὰ αὐτὰ πάλιν τοῖς κατὰ Ἀλεξάνδρειαν γενομένοις ἠκούσαμεν καὶ παρ᾽ ἑτέρων, καὶ Μάρκελλος δὲ ὁ ἐπίσκοπος διεμαρτύρατο. πρὸς δὲ τούτοις καὶ τοιαύτας κατηγορίας καὶ οὕτω δεινὰς κατά τινων ἐξ ὑμῶν, ἵνα μὴ λέγω τὰ ὀνόματα, οἱ ἀπαντήσαντες εἰρήκασιν, ἃς ἐγὼ μὲν γράψαι παρῃτησάμην· ἴσως δὲ καὶ ὑμεῖς παρ᾽ ἑτέρων ἀκηκόατε. διὰ τοῦτο γὰρ μάλιστα καὶ ἔγραψα προτρεπόμενος ὑμᾶς ἐλθεῖν, ἵνα καὶ παρόντες ἀκούσητε καὶ πάντα διορθωθῆναι καὶ θεραπευθῆναι δυνηθῇ. ἐπὶ δὲ τούτῳ προθυμοτέρως ἔδει τοὺς κληθέντας ἀπαντῆσαι καὶ μὴ παραιτήσασθαι, ἵνα μήτε ὡς ὕποπτοι περὶ τὰ λεχθέντα, ἐὰν μὴ ἀπαντήσωσι, νομισθῶσι μήτε ὡς μὴ δυνάμενοι ἐλέγξαι ἃ ἔγραψαν.

Τούτων τοίνυν οὕτως λεγομένων καὶ οὕτως τῶν ἐκκλησιῶν πασχουσῶν καὶ ἐπιβουλευομένων, ὡς οἱ ἀπαγγέλλοντες διεβεβαιοῦντο, τίνες εἰσὶν οἱ «φλόγα διχονοίας ἀνάψαντες»; ἡμεῖς οἱ λυπούμενοι ἐπὶ τοῖς τοιούτοις καὶ συμπάσχοντες τοῖς πάσχουσιν ἀδελφοῖς ἢ οἱ τὰ τοιαῦτα ἐργασάμενοι; θαυμάζω γάρ, πῶς τοιαύτης καὶ τοσαύτης ἐκεῖ ἀκαταστασίας καθ᾽ ἑκάστην ἐκκλησίαν οὔσης, δι᾽ ἣν καὶ οἱ ἀπαντήσαντες ἦλθον ἐνταῦθα, γράφετε ὑμεῖς «ὁμόνοιαν γεγενῆσθαι ἐν ταῖς ἐκκλησίαις». τὰ δὲ τοιαῦτα οὐκ ἐπὶ οἰκοδομῇ τῆς ἐκκλησίας, ἀλλ᾽ ἐπὶ καθαιρέσει ταύτης γίνεται. καὶ οἱ ἐν τούτοις δὲ χαίροντες οὔκ εἰσιν εἰρήνης υἱοί, ἀλλὰ ἀκαταστασίας· ὁ δὲ θεὸς ἡμῶν «οὐκ ἔστιν ἀκαταστασίας ἀλλ᾽ εἰρήνης». διόπερ, ὡς οἶδεν ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, κηδόμενος μὲν καὶ τῆς ὑμῶν ὑπολήψεως, εὐχόμενος δὲ καὶ τὰς ἐκκλησίας μὴ ἐν ἀκαταστασίᾳ εἶναι, ἀλλὰ διαμένειν ὥσπερ ὑπὸ τῶν ἀποστόλων ἐκανονίσθη, γράψαι ὑμῖν ταῦτα ἀναγκαῖον ἡγησάμην, ἵνα ἤδη ποτὲ δυσωπήσητε τοὺς διὰ τὴν πρὸς ἀλλήλους ἀπέχθειαν οὕτω διαθεμένους τὰς ἐκκλησίας. ἤκουσα γὰρ ὅτι τινές εἰσιν ὀλίγοι οἱ τούτων πάντων αἴτιοι τυγχάνοντες. καὶ σπουδάσατε ὡς σπλάγχνα ἔχοντες οἰκτιρμοῦ διορθώσασθαι, ὡς προεῖπον, τὰ παρὰ κανόνα γενόμενα, ἵνα, εἰ καί τι προελήφθη, τοῦτο τῇ ὑμετέρᾳ σπουδῇ θεραπευθῇ.

καὶ μὴ γράφητε ὅτι «τὴν Μαρκέλλου καὶ Ἀθανασίου ἢ τὴν ἡμῶν ἑλοῦ κοινωνίαν», οὐ γὰρ εἰρήνης, ἀλλὰ φιλονεικίας καὶ μισαδελφίας τὰ τοιαῦτα γνωρίσματα. διὰ τοῦτο οὖν κἀγὼ τὰ προειρημένα ἔγραψα, ἵνα μαθόντες ὅτι οὐκ ἀδίκως ἐδεξάμεθα αὐτούς, παύσησθε τῆς τοιαύτης ἔριδος. εἰ μὲν γὰρ ἐλθόντων ὑμῶν ἦσαν καταγνωσθέντες, εἰ μὴ εὐλόγους ἀποδείξεις ἔχειν ἐφαίνοντο ὑπὲρ ἑαυτῶν, καλῶς ἂν τὰ τοιαῦτα γεγραφήκειτε· ἐπειδὴ δέ, ὡς προεῖπον, κανονικῶς καὶ οὐκ ἀδίκως τὴν πρὸς αὐτοὺς ἔσχομεν κοινωνίαν, παρακαλῶ ὑπὲρ Χριστοῦ, μὴ ἐπιτρέψητε διασχισθῆναι τὰ μέλη τοῦ Χριστοῦ μηδὲ τοῖς προλήμμασι πιστεύσητε, ἀλλὰ τὴν τοῦ κυρίου εἰρήνην προτιμήσατε. οὐ γὰρ ὅσιον οὐδὲ δίκαιον δι᾽ ὀλίγων μικροψυχίαν τοὺς μὴ καταγνωσθέντας ἀπορρίπτειν καὶ «λυπεῖν ἐν τούτῳ τὸ πνεῦμα»· εἰ δὲ νομίζετε δύνασθαί τινα κατ᾽ αὐτῶν ἀποδεῖξαι καὶ εἰς πρόσωπον αὐτοὺς ἐλέγξαι, ἐλθέτωσαν οἱ βουλόμενοι. ἑτοίμους γὰρ ἑαυτοὺς καὶ αὐτοὶ εἶναι ἐπηγγείλαντο, ὥστε καὶ ἀποδεῖξαι καὶ διελέγξαι, περὶ ὧν ἡμῖν ἀπήγγειλαν.

Σημάνατε οὖν ἡμῖν, ἀγαπητοί, περὶ τούτου, ἵνα κἀκείνοις γράψωμεν καὶ τοῖς ὀφείλουσι πάλιν συνελθεῖν ἐπισκόποις πρὸς τὸ πάντων παρόντων τοὺς ὑπευθύνους καταγνωσθῆναι καὶ μηκέτι ἀκαταστασίαν ἐν ταῖς ἐκκλησίαις γενέσθαι. ἀρκεῖ γὰρ τὰ γενόμενα· ἀρκεῖ ὅτι παρόντων ἐπισκόπων ἐπίσκοποι ἐξωρίζοντο. περὶ οὗ οὐδὲ μακρηγορεῖν δεῖ, ἵνα μὴ βαρεῖσθαι οἱ παρόντες τότε δοκῶσιν. εἰ γὰρ δεῖ τἀληθὲς εἰπεῖν, οὐκ ἔδει μέχρι τούτων φθάσαι οὐδὲ εἰς τοσοῦτον ἐλθεῖν τὰς μικροψυχίας. ἔστω δὲ Ἀθανάσιος καὶ Μάρκελλος, ὡς γράφετε, ‘μετετέθησαν ἀπὸ τῶν ἰδίων τόπων’, τί καὶ περὶ τῶν ἄλλων ἄν τις εἴποι τῶν ἐκ διαφόρων τόπων, ὡς προεῖπον, ἐλθόντων ἐνταῦθα ἐπισκόπων καὶ πρεσβυτέρων; καὶ αὐτοὶ γὰρ πάλιν ἡρπάσθαι ἑαυτοὺς καὶ τοιαῦτα πεπονθέναι ἔλεγον. ὦ ἀγαπητοί, οὐκέτι κατὰ τὸ εὐαγγέλιον, ἀλλὰ λοιπὸν ἐπὶ ἐξορισμῷ καὶ θανάτῳ αἱ κρίσεις τῆς ἐκκλησίας εἰσίν. εἰ γὰρ καὶ ὅλως, ὥς φατε, γέγονέ τι εἰς αὐτοὺς ἁμάρτημα, ἔδει κατὰ τὸν ἐκκλησιαστικὸν κανόνα καὶ μὴ οὕτως γεγενῆσθαι τὴν κρίσιν, ἔδει γραφῆναι πᾶσιν ἡμῖν, ἵνα οὕτως παρὰ πάντων ὁρισθῇ τὸ δίκαιον. ἐπίσκοποι γὰρ ἦσαν οἱ πάσχοντες καὶ οὐχ αἱ τυχοῦσαι ἐκκλησίαι αἱ πάσχουσαι, ἀλλ᾽ ὧν αὐτοὶ οἱ ἀπόστολοι δι᾽ ἑαυτῶν καθηγήσαντο. διὰ τί δὲ περὶ τῆς Ἀλεξανδρέων ἐκκλησίας μάλιστα οὐκ ἐγράφετο ἡμῖν;

ἢ ἀγνοεῖτε, ὅτι τοῦτο ἔθος ἦν, πρότερον γράφεσθαι ἡμῖν καὶ οὕτως ἔνθεν ὁρίζεσθαι τὰ δίκαια; εἰ μὲν οὖν τι τοιοῦτον ἦν ὑποπτευθὲν εἰς τὸν ἐπίσκοπον τὸν ἐκεῖ, ἔδει πρὸς τὴν ἐνταῦθα ἐκκλησίαν γραφῆναι, νῦν δὲ οἱ ἡμᾶς μὴ πληροφορήσαντες, πράξαντες δὲ αὐτοὶ ὡς ἠθέλησαν, λοιπὸν καὶ ἡμᾶς οὐ καταγνόντας βούλονται συμψήφους εἶναι. οὐχ οὕτως αἱ Παύλου διατάξεις, οὐχ οὕτως οἱ πατέρες παραδεδώκασιν· ἄλλος τύπος ἐστὶν οὗτος καὶ καινὸν τὸ ἐπιτήδευμα. παρακαλῶ, μετὰ μακροθυμίας ἐνέγκατε· ὑπὲρ τοῦ κοινῇ συμφέροντός ἐστιν ἃ γράφω. ἃ γὰρ παρειλήφαμεν παρὰ τοῦ μακαρίου Πέτρου τοῦ ἀποστόλου, ταῦτα καὶ ὑμῖν δηλῶ. καὶ οὐκ ἂν ἔγραψα φανερὰ ἡγούμενος εἶναι ταῦτα παρὰ πᾶσιν, εἰ μὴ τὰ γενόμενα ἡμᾶς ἐτάραξεν. ἐπίσκοποι ἁρπάζονται καὶ ἐκτοπίζονται, ἄλλοι δὲ ἀλλαχόθεν ἀντιτίθενται καὶ ἄλλοι ἐπιβουλεύονται, ὥστε ἐπὶ μὲν τοῖς ἁρπασθεῖσιν αὐτοὺς πενθεῖν, ἐπὶ δὲ τοῖς πεμπομένοις ἀναγκάζεσθαι, ἵνα οὓς μὲν θέλουσι, μὴ ἐπιζητῶσιν, οὓς δὲ μὴ βούλονται, δέχωνται. ἀξιῶ ὑμᾶς μηκέτι τοιαῦτα γίνεσθαι, γράψατε δὲ μᾶλλον κατὰ τῶν τὰ τοιαῦτα ἐπιχειρούντων, ἵνα μηκέτι τοιαῦτα πάσχωσιν αἱ ἐκκλησίαι μηδέ τις ἐπίσκοπος ἢ πρεσβύτερος ὕβριν πάσχῃ ἢ παρὰ γνώμην, ὥσπερ ἐδήλωσαν ἡμῖν, ἀναγκάζηταί τις ποιεῖν, ἵνα μὴ καὶ παρὰ τοῖς ἔθνεσι γέλωτα ὀφλήσωμεν, καὶ πρό γε πάντων, ἵνα μὴ τὸν θεὸν παροξύνωμεν.

ἕκαστος γὰρ ἡμῶν «ἀποδώσει λόγον ἐν ἡμέρᾳ κρίσεως», περὶ ὧν ἐνταῦθα ἔπραξε. γένοιτο δὲ πάντας κατὰ θεὸν φρονῆσαι, ἵνα καὶ αἱ ἐκκλησίαι τοὺς ἐπισκόπους αὐτῶν ἀπολαβοῦσαι χαίρωσι διὰ παντὸς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, δι᾽ οὗ τῷ πατρὶ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. ἐρρῶσθαι ὑμᾶς ἐν κυρίῳ εὔχομαι, ἀγαπητοὶ καὶ ποθεινότατοι ἀδελφοί.