Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἀπολογία κατὰ Ἀρειανῶν

Μέγας Αθανάσιος

Η Σύνοδος της Σαρδικής και η Επιστολή προς τους Αλεξανδρινούς

Το ιστορικό της συνόδου της Σαρδικής, η φυγοδικία των αντιπάλων του Αθανασίου και η αποστολή της συνοδικής επιστολής προς την Εκκλησία της Αλεξάνδρειας για την αποκατάσταση των διωκόμενων κληρικών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 10

Ταῦτα τῆς ἐν Ῥώμῃ συνόδου γραψάσης διὰ Ἰουλίου τοῦ ἐπισκόπου Ῥώμης, ἐπειδὴ πάλιν ἠναισχύντουν οἱ περὶ Εὐσέβιον τάς τε ἐκκλησίας ἐτάραττον καὶ πολλοῖς ἐπεβούλευον, μαθόντες οἱ θεοφιλέστατοι βασιλεῖς Κωνστάντιος καὶ Κώνστανς ἐκέλευσαν τούς τε ἀπὸ τῆς Δύσεως καὶ τῆς Ἀνατολῆς ἐπισκόπους συνελθεῖν εἰς τὴν Σερδῶν πόλιν. ὁ μὲν οὖν Εὐσέβιος ἐν τῷ μεταξὺ τετελεύτηκε, πλείστων δὲ πανταχόθεν συνελθόντων, ἡμεῖς μὲν προεκαλούμεθα τοὺς κοινωνοὺς τῶν περὶ Εὐσέβιον εἰς κρίσιν, ἐκεῖνοι δὲ πρὸ ὀφθαλμῶν ἔχοντες ἃ ἔπραξαν καὶ βλέποντες τοὺς ἀνελθόντας κατηγόρους αὐτῶν ἐφοβοῦντο τὴν κρίσιν· καὶ γὰρ πάντων καθαρῶς ἀπαντησάντων αὐτοὶ πάλιν ἐπήγοντο μεθ᾽ ἑαυτῶν κόμητας Μουσωνιανὸν καὶ Ἡσύχιον τὸν καστρίσιον, ἵν᾽, ὥσπερ εἰώθεισαν, τῇ ἐκείνων ἐξουσίᾳ ταῦθ᾽ ἅπερ ἐβούλοντο πράξωσιν. ἐπειδὴ δὲ χωρὶς κομήτων ἡ σύνοδος ἦν καὶ στρατιώτης οὐδεὶς ἐγίνετο μέσος, ἐταράχθησαν πληγέντες ὑπὸ τοῦ συνειδότος. οὐκέτι γὰρ ὡς ἤθελον ἐκρίνοντο, ἀλλ᾽ ὡς ὁ τῆς ἀληθείας ἀπῄτει λόγος. ἐπὶ πολὺ τοίνυν ἡμῶν προκαλουμένων καὶ τῆς συνόδου τῶν ἐπισκόπων προκαλούσης αὐτοὺς καὶ λεγούσης· ‘ἤλθετε κριθῆναι, διὰ τί τοίνυν ἐλθόντες ὑποποδίζετε; ἐχρῆν γὰρ ὑμᾶς ἢ μὴ ἐλθεῖν ἢ ἐλθόντας μὴ κρύπτεσθαι· τοῦτο γὰρ ὑμῖν φέρει μεγίστην κατάγνωσιν.

ἰδοὺ πάρεισιν οἱ περὶ Ἀθανάσιον, οὓς ἀπόντας διεβάλλετε, ἵν᾽, εἴ τι νομίζετε ἔχειν, διελέγξητε τούτους παρόντας, εἰ δὲ μὴ δύνασθε, προσποιεῖσθε δὲ μὴ βούλεσθαι, δῆλοί ἐστε συκοφάνται, καὶ ταύτην ὑμῖν ἡ σύνοδος δώσει τὴν κρίσιν.’ οἱ δὲ ταῦτα ἀκούσαντες καὶ καταγινώσκοντες ἑαυτῶν (ᾔδεισαν γὰρ ἃ ἔπραξαν καὶ ἐπλάσαντο καθ᾽ ἡμῶν) ἠσχύνθησαν ἀπαντῆσαι πολλὴν καὶ ἀπρεπῆ καθ᾽ ἑαυτῶν τὴν συκοφαντίαν ἐλέγξαντες. ἡ τοίνυν ἁγία σύνοδος καταγνοῦσα τῆς ἀπρεποῦς καὶ ὑπόπτου φυγῆς ἐκείνων ἐδέξατο ἡμᾶς εἰς ἀπολογίαν. διηγησαμένων δὲ ἡμῶν διὰ μαρτύρων καὶ ἀποδείξεων τὰ πραχθέντα καθ᾽ ἡμῶν ἐθαύμασαν καὶ ἅπαντες ἐπέγνωσαν ὅτι διὰ τοῦτο εἰκότως ἐφοβήθησαν τὴν σύνοδον, ἵνα μὴ εἰς πρόσωπον ἐλεγχθῶσιν, ἔλεγόν τε ‘ἴσως νομίζοντες μὴ παραγίνεσθαι τοὺς περὶ Ἀθανάσιον ἀπήντησαν ἀπὸ τῆς Ἀνατολῆς, ὅπου γε ἰδόντες αὐτοὺς παρρησιαζομένους καὶ προκαλουμένους τὴν κρίσιν φεύγουσιν’. ἡμᾶς μὲν οὖν ἀπεδέξαντο ὡς ἀδικηθέντας καὶ μάτην διαβληθέντας καὶ ἐκύρωσαν ἔτι μᾶλλον εἰς ἡμᾶς τήν τε κοινωνίαν καὶ ἀγάπην, τοὺς δὲ κοινωνοὺς καὶ ἀναιδεστέρους γενομένους τῆς Εὐσεβίου κακουργίας καθεῖλον, Θεόδωρον ἀπὸ Ἡρακλείας, Νάρκισσον ἀπὸ Νερωνιάδος, Ἀκάκιον ἀπὸ Καισαρείας, Στέφανον ἀπὸ Ἀντιοχείας καὶ Οὐρσάκιον καὶ Οὐάλεντα ἀπὸ Παννονίας καὶ Μηνόφαντον ἀπὸ Ἐφέσου καὶ Γεώργιον ἀπὸ Λαοδικείας.

καὶ ἔγραψαν τοῖς ἁπανταχοῦ τῆς οἰκουμένης ἐπισκόποις καὶ τῇ ἑκάστου τῶν ἀδικηθέντων παροικίᾳ ταῦτα·

Ἐπιστολὴ τῆς ἐν Σαρδικῇ συναχθείσης συνόδου Ἡ ἁγία σύνοδος ἡ κατὰ θεοῦ χάριν ἐν Σαρδικῇ συναχθεῖσα ἀπὸ Ῥώμης καὶ Σπανίων Γαλλίων Ἰταλίας Καμπανίας Καλαβρίας Ἀπουλίας Ἀφρικῆς Σαρδανίας Παννονίων Μυσίων Δακίας Νωρίκου Σισκίας Δαρδανίας ἄλλης Δακίας Μακεδονίας Θεσσαλίας Ἀχαίας Ἠπείρων Θρᾴκης καὶ Ῥοδόπης καὶ Παλαιστίνης καὶ Ἀραβίας καὶ Κρήτης καὶ Αἰγύπτου πρεσβυτέροις καὶ διακόνοις καὶ πάσῃ τῇ ἁγίᾳ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ ἐν Ἀλεξανδρείᾳ παροικούσῃ, ἀγαπητοῖς ἀδελφοῖς, ἐν κυρίῳ χαίρειν.

Καὶ πρὶν μὲν λαβεῖν ἡμᾶς τὰ γράμματα τῆς εὐλαβείας ὑμῶν οὐκ ἠγνοοῦμεν, ἀλλὰ καὶ φανερὸν ἡμῖν ἦν, ὡς ὅτι οἱ τῆς δυσωνύμου τῶν Ἀρειανῶν αἱρέσεως προστάται πολλὰ καὶ δεινά, μᾶλλον δὲ καὶ ἐπ᾽ ὀλέθρῳ τῆς ἑαυτῶν ψυχῆς ἢ κατὰ τῆς ἐκκλησίας ἐμηχανῶντο. αὕτη γὰρ ἦν αὐτῶν τέχνη καὶ πανουργία, ταύτης ἀεὶ τῆς θανατηφόρου γεγόνασι προθέσεως, ὅπως πάντας τοὺς ὁποιδήποτε τυγχάνοντας τῆς ὀρθῆς δόξης καὶ τὴν τῆς καθολικῆς ἐκκλησίας διδασκαλίαν κατέχοντας τὴν παρὰ τῶν πατέρων αὐτοῖς παραδοθεῖσαν σπουδάζειν ἐλαύνειν καὶ διώκειν. τοὺς μὲν γὰρ πλαστοῖς ἐγκλήμασιν ὑπέβαλλον, ἄλλους εἰς ἐξορισμὸν ἀπέστελλον, ἄλλους ἐν αὐταῖς ταῖς τιμωρίαις κατεπόνουν. ἀμέλει καὶ τοῦ ἀδελφοῦ καὶ συνεπισκόπου ἡμῶν Ἀθανασίου τὴν καθαρότητα βίᾳ καὶ τυραννίδι συλλαβέσθαι ἐσπούδασαν, καὶ διὰ τοῦτο οὔτε ἐπιμελὴς οὔτε μετὰ πίστεως οὔθ᾽ ὅλως δικαία γέγονεν ἡ παρ᾽ ἐκείνων κρίσις. διόπερ οὐδὲ θαρροῦντες οἷς ἐδραματούργησαν οὐδὲ οἷς ἐθρύλησαν κατ᾽ αὐτοῦ, ἀλλὰ καὶ θεωροῦντες, ὡς οὐ δύνανται περὶ τούτων ἀποδείξεις ἔχειν ἀληθεῖς, παρόντες εἰς τὴν Σερδῶν πόλιν οὐκ ἠθέλησαν εἰς τὴν σύνοδον πάντων τῶν ἁγίων ἐπισκόπων ἀπαντῆσαι. ἐκ δὴ τούτου φανερὰ καὶ δικαία καθέστηκεν ἡ κρίσις τοῦ ἀδελφοῦ καὶ συνεπισκόπου ἡμῶν Ἰουλίου.

οὐ γὰρ ἀσκεπτὶ βεβούλευται, ἀλλὰ καὶ μετ᾽ ἐπιμελείας ὥρισεν, ὥστε μηδὲ ὅλως διστάσαι περὶ τῆς κοινωνίας τοῦ ἀδελφοῦ ἡμῶν Ἀθανασίου. εἶχε γὰρ ἐπισκόπων ὀγδοήκοντα ἀληθεῖς μάρτυρας, εἶχε καὶ τοῦτο δίκαιον, ὅτι διὰ τῶν ἀγαπητῶν ἀδελφῶν ἡμῶν τῶν πρεσβυτέρων ἑαυτοῦ καὶ διὰ γραμμάτων μεθώδευσε τοὺς περὶ Εὐσέβιον τοὺς οὐκ ἐπὶ κρίσει, ἀλλ᾽ ἐπὶ βίᾳ μᾶλλον ἐπερειδομένους. ὅθεν οἱ πανταχοῦ πάντες ἐπίσκοποι τὴν κοινωνίαν Ἀθανασίου ἐβεβαίωσαν διὰ τὴν καθαρότητα αὐτοῦ. κἀκεῖνο δὲ ὑμῶν ἡ ἀγάπη συνοράτω. ἐπειδὴ εἰς τὴν ἁγίαν σύνοδον τὴν ἐν Σαρδικῇ συναχθεῖσαν παρεγένετο, τότε δή, καθὰ προείπομεν, καὶ διὰ γραμμάτων καὶ διὰ ἀγράφων ἐντολῶν ὑπεμνήσθησαν οἱ τῆς Ἑῴας καὶ ἐκλήθησαν παρ᾽ ἡμῶν ὥστε παρεῖναι. ἀλλ᾽ ἐκεῖνοι ὑπὸ τῆς συνειδήσεως καταγινωσκόμενοι ἀπρεπέσι χρώμενοι προφάσεσι φυγοδικεῖν ἤρξαντο. ἠξίουν γὰρ τὸν ἀθῶον ὡς ὑπεύθυνον ἀπὸ τῆς ἡμετέρας κοινωνίας ἐκβάλλεσθαι οὐ συνορῶντες ὡς ἀπρεπές, μᾶλλον δὲ ἀδύνατον ἦν τοῦτο. καὶ τὰ ὑπομνήματα δὲ τὰ ἐν τῷ Μαρεώτῃ γενόμενα ὑπὸ παμπονήρων καὶ ἐξωλεστάτων τινῶν νεωτέρων, οἷς οὐκ ἄν τις ἐπίστευσεν οὐδὲ τὸν τυχόντα βαθμὸν τοῦ κλήρου, συνέστηκε κατὰ μονομέρειαν πεπράχθαι. οὔτε γὰρ ὁ ἀδελφὸς ἡμῶν Ἀθανάσιος ὁ ἐπίσκοπος οὔτε Μακάριος ὁ πρεσβύτερος ὁ κατηγορούμενος ὑπ᾽ αὐτῶν παρῆν.

καὶ ὅμως ἡ παρ᾽ αὐτῶν ἐρώτησις, μᾶλλον δὲ ὑποβολὴ ἡ γενομένη πάσης αἰσχύνης ἦν μεστή. πῆ μὲν γὰρ ἐθνικοί, πῆ δὲ κατηχούμενοι ἠρωτῶντο, οὐχ ἵνα ἅπερ ἴσασιν εἴπωσιν, ἀλλ᾽ ἵνα ἅπερ παρ᾽ αὐτῶν μεμαθήκασι ψεύσωνται. καὶ γὰρ καὶ ὑμῶν τῶν πρεσβυτέρων φροντιζόντων ἐπὶ τῇ ἀπουσίᾳ τοῦ ὑμετέρου ἐπισκόπου καὶ βουλομένων παρεῖναι ἐπὶ τῇ ἐξετάσει καὶ τὴν ἀλήθειαν δεῖξαι καὶ τὰ ψευδῆ διελέγξαι οὐδεὶς λόγος γέγονεν· οὐκ ἐπέτρεψαν γὰρ ὑμᾶς παρεῖναι, ἀλλὰ καὶ μεθ᾽ ὕβρεως ἐξέβαλον. καὶ εἰ καὶ τὰ μάλιστα φανερὰ πᾶσι καθέστηκε καὶ ἐκ τούτων ἡ συκοφαντία, ὅμως ἀναγινωσκομένων τῶν ὑπομνημάτων εὕρομεν αὐτὸν τὸν παμπόνηρον Ἰσχύραν τὸν ἐπὶ τῇ συκοφαντίᾳ μισθὸν παρ᾽ αὐτῶν λαβόντα τὸ δοκοῦν ὄνομα τῆς ἐπισκοπῆς διελέγχοντα ἑαυτοῦ τὴν συκοφαντίαν. αὐτὸς γὰρ ὁ Ἰσχύρας ἐν αὐτοῖς τοῖς ὑπομνήμασι διελάλησε κατ᾽ ἐκείνην τὴν ὥραν, ἐν ᾗ Μακάριον ἐληλυθέναι εἰς τὸ κελλίον ἑαυτοῦ διεβεβαιοῦτο, νοσοῦντα τότε κατακεῖσθαι ἑαυτόν, καίτοι τῶν περὶ Εὐσέβιον γράψαι τολμησάντων ἑστάναι τότε τὸν Ἰσχύραν καὶ προσφέρειν, ὅτε Μακάριος ἐπέστη.

Κἀκείνη δὲ πᾶσι φανερὰ καθέστηκεν ἡ συκοφαντία καὶ διαβολή, ἣν ᾐτιάσαντο μετὰ ταῦτα. ἔφασαν γὰρ καὶ κατεβόησαν φόνον δεδρακέναι τὸν Ἀθανάσιον, καὶ [ὡς] Ἀρσένιόν τινα Μελιτιανὸν ἐπίσκοπον ἀνῃρηκέναι, ἐφ᾽ ᾧ προσποιητῷ στεναγμῷ καὶ πεπλασμένοις δάκρυσιν ὑπεκρίνοντο καὶ ἠξίουν τοῦ ζῶντος ὡς τεθνηκότος τὸ σῶμα ἀποδοθῆναι. ἀλλ᾽ οὐκ ἄγνωστα γέγονε τὰ σοφίσματα τούτων. ἔγνωσαν γὰρ ἅπαντες ζῆν τὸν ἄνθρωπον καὶ ἐν τοῖς ζῶσιν ἐξετάζεσθαι. καὶ ἐπειδὴ ἑώρων ἑαυτοὺς οἱ πρὸς πάντα εὐχερεῖς διελεγχομένους ἐπὶ τοῖς ψεύσμασι τούτοις (αὐτὸς γὰρ ζῶν ὁ Ἀρσένιος ἐδείκνυεν ἑαυτὸν μὴ ἀνῃρῆσθαι μηδὲ τεθνηκέναι), ὅμως οὐχ ἡσύχασαν, ἀλλ᾽ ἑτέρας συκοφαντίας πρὸς ταῖς προτέραις συκοφαντίαις ἐπεζήτουν, ἵνα πάλιν μηχανησάμενοι διαβάλωσι τὸν ἄνθρωπον. τί οὖν, ἀγαπητοί; οὐκ ἐταράχθη ὁ ἀδελφὸς ἡμῶν Ἀθανάσιος, ἀλλὰ πάλιν πολλῇ παρρησίᾳ χρώμενος προεκαλεῖτο καὶ ἐπὶ τούτοις αὐτούς. καὶ ἡμεῖς δὲ ηὐχόμεθα καὶ προετρεπόμεθα ἐλθεῖν αὐτοὺς εἰς τὴν κρίσιν καί, εἴπερ δύνανται, διελέγξαι. ὢ τῆς πολλῆς πλεονεξίας· ὢ τῆς δεινῆς ὑπερηφανίας· μᾶλλον δέ, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ὢ κακῆς καὶ ὑπευθύνου συνειδήσεως. τοῦτο γὰρ πᾶσι πεφανέρωται. ὅθεν, ἀγαπητοὶ ἀδελφοί, ὑπομιμνήσκομεν καὶ προτρεπόμεθα ὑμᾶς πρὸ πάντων τὴν ὀρθὴν πίστιν τῆς καθολικῆς ἐκκλησίας κατέχειν.

πολλὰ μὲν γὰρ καὶ δεινὰ καὶ χαλεπὰ πεπόνθατε, πολλὰς δὲ ὕβρεις καὶ ἀδικίας ὑπέμεινεν ἡ καθολικὴ ἐκκλησία, ἀλλ᾽ «ὁ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται». διόπερ κἂν ἔτι ποιεῖν τολμήσωσι καθ᾽ ὑμῶν, ἡ θλῖψις ἀντὶ χαρᾶς ὑμῖν ἔστω· τὰ γὰρ τοιαῦτα παθήματα μέρος ἐστὶ μαρτυρίου καὶ αἱ τοιαῦται ὑμῶν ὁμολογίαι καὶ αἱ βάσανοι οὐκ ἄμισθοι τυγχάνουσιν, ἀλλ᾽ ἀπολήψεσθε παρὰ τοῦ θεοῦ τὰ ἔπαθλα. διότι μάλιστα ἀγωνίζεσθε ὑπὲρ τῆς ὑγιαινούσης πίστεως καὶ τῆς καθαρότητος τοῦ ἐπισκόπου ὑμῶν Ἀθανασίου τοῦ συλλειτουργοῦ ἡμῶν. καὶ γὰρ οὐδὲ ἡμεῖς παρεσιωπήσαμεν οὐδὲ ἠμελήσαμεν τῆς ὑμῶν ἀμεριμνίας χάριν, ἀλλ᾽ ἐφροντίσαμεν καὶ πεποιήκαμεν, ἅπερ ὁ τῆς ἀγάπης λόγος ἀπαιτεῖ. συμπάσχομεν γὰρ τοῖς πάσχουσιν ἀδελφοῖς ἡμῶν, καὶ τὰ ἐκείνων παθήματα ἴδια ἡγούμεθα· [καὶ τοῖς δάκρυσιν ὑμῶν τὰ ἡμέτερα δάκρυα συνεμίξαμεν, οὐχ ὑμεῖς δὲ μόνοι πεπόνθατε, ἀδελφοί, ἀλλὰ καὶ πολλοὶ ἄλλοι συλλειτουργοὶ ἡμῶν ταῦτα ἐλθόντες ἀπωδύραντο.

Διόπερ] ἀνηνέγκαμεν τοίνυν καὶ ἠξιώσαμεν τοὺς εὐσεβεστάτους καὶ θεοφιλεστάτους βασιλέας, ὅπως ἡ φιλανθρωπία αὐτῶν καὶ τοὺς ἔτι κάμνοντας καὶ πιεζομένους ἀνεθῆναι κελεύσῃ, καὶ προστάξωσι μηδένα τῶν δικαστῶν, οἷς περὶ μόνων τῶν δημοσίων μέλειν προσήκει, μήτε κρίνειν κληρικοὺς μήτε ὅλως τοῦ λοιποῦ προφάσει τῶν ἐκκλησιῶν ἐπιχειρεῖν τι κατὰ τῶν ἀδελφῶν, ἀλλ᾽ ἵνα ἕκαστος χωρίς τινος διωγμοῦ, χωρίς τινος βίας καὶ πλεονεξίας, ὡς εὔχεται καὶ βούλεται, ζῇ καὶ μεθ᾽ ἡσυχίας καὶ εἰρήνης τὴν καθολικὴν καὶ ἀποστολικὴν πίστιν μετέρχηται. Γρηγόριος μέντοι ὁ παρανόμως παρὰ τῶν αἱρετικῶν λεγόμενος κατασταθῆναι καὶ εἰς τὴν ὑμετέραν πόλιν παρ᾽ αὐτῶν ἀποσταλείς, καὶ τοῦτο γὰρ γινωσκέτω ὑμῶν ἡ ὁμοψυχία, ὅτι κρίσει τῆς ἱερᾶς πάσης συνόδου καθῃρέθη, εἰ καὶ τὰ μάλιστα οὐδεπώποτε οὐδὲ ὡς ἐπίσκοπος ὅλως γενόμενος ἐνομίσθη. χαίρετε τοίνυν ἀπολαμβάνοντες ἑαυτῶν τὸν ἐπίσκοπον Ἀθανάσιον· διὰ τοῦτο γὰρ καὶ μετ᾽ εἰρήνης αὐτὸν ἀπελύσαμεν. ὅθεν καὶ παραινοῦμεν πᾶσι τοῖς ἢ διὰ φόβον ἢ διὰ περιδρομήν τινων κοινωνήσασι Γρηγορίῳ, ἵνα νῦν ὑπομνησθέντες καὶ προτραπέντες καὶ ἀναπεισθέντες παρ᾽ ἡμῶν παύσωνται τῆς πρὸς ἐκεῖνον μυσαρᾶς κοινωνίας καὶ λοιπὸν ἑαυτοὺς συνάψωσι τῇ καθολικῇ ἐκκλησίᾳ.

Ἐπειδὴ δὲ ἔγνωμεν ὅτι καὶ Ἀφθόνιος καὶ Ἀθανάσιος ὁ Καπίτωνος καὶ Παῦλος καὶ Πλουτίων οἱ συμπρεσβύτεροι ἡμῶν συσκευὴν καὶ αὐτοὶ πεπόνθασιν ὑπὸ τῶν περὶ Εὐσέβιον, ὥστε τοὺς μὲν ἐξορισμοῦ πειραθῆναι, τοὺς δὲ καὶ θανάτων ἀπειλὰς διαπεφευγέναι, τούτου ἕνεκεν καὶ περὶ τούτου δηλῶσαι ὑμῖν ἀναγκαῖον ἡγησάμεθα, ἵνα γινώσκητε ὅτι καὶ τούτους ἀπεδεξάμεθα καὶ ἀθώους ἀπελύσαμεν εἰδότες ὅτι πάντα τὰ παρὰ τῶν περὶ Εὐσέβιον κατὰ τῶν ὀρθοδόξων γενόμενα ἐπὶ δόξῃ καὶ συστάσει τῶν συσκευασθέντων ὑπ᾽ αὐτῶν γέγονεν. ἔπρεπε μὲν οὖν τὸν ὑμέτερον ἐπίσκοπον, τὸν συλλειτουργὸν ἡμῶν Ἀθανάσιον, περὶ αὐτῶν ὡς περὶ ἰδίων ὑμῖν δηλῶσαι, ἐπειδὴ δὲ ὑπὲρ πλείονος μαρτυρίας καὶ τὴν ἁγίαν σύνοδον ἠθέλησεν ὑμῖν γράψαι, διὰ τοῦτο οὐκ ἀνεβαλλόμεθα, ἀλλὰ καὶ σημᾶναι ὑμῖν ἐσπουδάσαμεν, ἵν᾽ ὥσπερ ἡμεῖς οὕτως καὶ ὑμεῖς αὐτοὺς ἀποδέξησθε. ἄξιοι γὰρ καὶ αὐτοὶ ἐπαίνου, ὅτι διὰ τὴν εἰς Χριστὸν εὐσέβειαν καὶ αὐτοὶ ἠξιώθησαν παρὰ τῶν αἱρετικῶν ὕβριν ὑπομεῖναι. [τίνα δέ ἐστι τὰ παρὰ τῆς ἁγίας συνόδου δογματισθέντα κατὰ Θεοδώρου καὶ Ναρκίσσου καὶ Στεφάνου καὶ Ἀκακίου καὶ Μηνοφάντου καὶ Οὐρσακίου καὶ Οὐάλεντος καὶ Γεωργίου, τῶν προισταμένων τῆς ἀρειανῆς αἱρέσεως καὶ πλημμελησάντων καθ᾽ ὑμῶν καὶ κατὰ τῶν ἄλλων ἐκκλησιῶν, γνώσεσθε ἐκ τῶν ὑποτεταγμένων.

ἀπεστείλαμεν γὰρ ὑμῖν, ἵνα καὶ ἡ ὑμετέρα θεοσέβεια σύμψηφος τοῖς παρ᾽ ἡμῶν ὁρισθεῖσι γένηται καὶ ἐκ τούτων γνῶτε ὅτι ἡ καθολικὴ ἐκκλησία οὐ παρορᾷ τοὺς εἰς αὐτὴν πλημμελοῦντας.] Ἡ ἁγία σύνοδος ἡ κατὰ θεοῦ χάριν ἐν Σαρδικῇ συναχθεῖσα τοῖς κατ᾽ Αἴγυπτον καὶ Λιβύην ἐπισκόποις καὶ συλλειτουργοῖς, ἀγαπητοῖς ἀδελφοῖς, ἐν κυρίῳ χαίρειν.