Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἀπολογία κατὰ Ἀρειανῶν

Μέγας Αθανάσιος

Η Εγκύκλιος Επιστολή της Συνόδου της Σαρδικής

Η εγκύκλιος προς τους απανταχού επισκόπους, στην οποία εκτίθενται τα τεκμήρια αθωότητας του Αθανασίου και του Μαρκέλλου, καταδικάζονται οι διωγμοί και αναθεματίζονται οι ηγέτες της αρειανής παράταξης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 10

Καὶ πρὶν μὲν λαβεῖν τὰ γράμματα τῆς εὐλαβείας ὑμῶν ... καὶ διὰ τὸ εἶναι αὐτὴν ἴσην κατὰ πάντα τῆς πρὸ αὐτῆς ἤτοι τῆς πρὸς τὴν ἐκκλησίαν Ἀλεξανδρείας πλὴν τῶν πρὸς τὸ τέλος σεσημιωμένων κατελείφθη ἄγραφος διὰ τὸ μὴ δευτερωθῆναι καὶ τὴν σπουδὴν καὶ τὰ χάρτα Ἡ ἁγία σύνοδος ἡ κατὰ θεοῦ χάριν ἐν Σαρδικῇ συναχθεῖσα τοῖς ἁπανταχοῦ ἐπισκόποις καὶ συλλειτουργοῖς τῆς καθολικῆς ἐκκλησίας, ἀγαπητοῖς ἀδελφοῖς, ἐν κυρίῳ χαίρειν.

Πολλὰ μὲν καὶ πολλάκις ἐτόλμησαν οἱ Ἀρειομανίται κατὰ τῶν δούλων τοῦ θεοῦ τῶν τὴν πίστιν φυλαττόντων τὴν ὀρθήν· νόθον γὰρ ὑποβάλλοντες διδασκαλίαν τοὺς ὀρθοδόξους ἐλαύνειν ἐπειράθησαν· τοσοῦτον δὲ λοιπὸν κατεπανέστησαν κατὰ τῆς πίστεως, ὡς μηδὲ τὴν εὐσέβειαν τῶν εὐσεβεστάτων βασιλέων λαθεῖν. τοιγαροῦν τῆς χάριτος τοῦ θεοῦ συνεργούσης καὶ αὐτοὶ οἱ εὐσεβέστατοι βασιλεῖς συνήγαγον ἡμᾶς ἐκ διαφόρων ἐπαρχιῶν καὶ πόλεων καὶ τὴν ἁγίαν ταύτην σύνοδον ἐν τῇ Σερδῶν πόλει γενέσθαι δεδώκασιν, ἵνα πᾶσα μὲν διχόνοια περιαιρεθῇ, πάσης δὲ κακοπιστίας ἐξελαθείσης ἡ εἰς Χριστὸν εὐσέβεια μόνη παρὰ πάντων φυλάττηται. ἦλθον γὰρ καὶ οἱ ἀπὸ τῆς Ἑῴας ἐπίσκοποι προτραπέντες καὶ αὐτοὶ παρὰ τῶν εὐσεβεστάτων βασιλέων, μάλιστα δι᾽ ἅπερ ἐθρύλουν πολλάκις περὶ τῶν ἀγαπητῶν ἀδελφῶν ἡμῶν καὶ συλλειτουργῶν Ἀθανασίου ἐπισκόπου τῆς Ἀλεξανδρείας καὶ Μαρκέλλου ἐπισκόπου τῆς Ἀγκυρογαλατίας. ἴσως γὰρ καὶ εἰς ὑμᾶς ἔφθασαν αὐτῶν αἱ διαβολαί, ἴσως καὶ τὰς ὑμετέρας ἀκοὰς ἐπεχείρησαν παρασαλεῦσαι, ἵνα κατὰ μὲν τῶν ἀθώων ἃ λέγουσι πιστεύσητε, τὴν δὲ τῆς μοχθηρᾶς αὐτῶν αἱρέσεως ὑπόνοιαν ἐπικρύψωσιν. ἀλλ᾽ οὐκ ἐπὶ πολὺ ταῦτα ποιεῖν συνεχωρήθησαν. ἔστι γὰρ ὁ προιστάμενος τῶν ἐκκλησιῶν κύριος ὁ ὑπὲρ τούτων καὶ πάντων ἡμῶν θάνατον ὑπομείνας καὶ δι᾽ ἑαυτοῦ τὴν εἰς οὐρανὸν ἄνοδον πᾶσιν ἡμῖν δεδωκώς.

πάλαι μὲν οὖν γραψάντων τῶν περὶ Εὐσέβιον Ἰουλίῳ τῷ συλλειτουργῷ ἡμῶν τῷ τῆς Ῥωμαίων ἐκκλησίας ἐπισκόπῳ κατὰ τῶν προειρημένων συλλειτουργῶν ἡμῶν, λέγομεν δὴ Ἀθανασίου καὶ Μαρκέλλου καὶ Ἀσκληπᾶ, ἔγραψαν καὶ οἱ ἀπὸ τῶν ἄλλων μερῶν ἐπίσκοποι μαρτυροῦντες μὲν τῇ καθαρότητι τοῦ συλλειτουργοῦ ἡμῶν Ἀθανασίου, τὰ δὲ παρὰ τῶν περὶ Εὐσέβιον γενόμενα μηδὲν ἕτερον ἢ ψευδῆ καὶ συκοφαντίας εἶναι μεστά. καὶ εἰ καὶ τὰ μάλιστα ἐκ τοῦ κληθέντας αὐτοὺς παρὰ τοῦ ἀγαπητοῦ ἡμῶν καὶ συλλειτουργοῦ Ἰουλίου μὴ ἀπαντῆσαι, καὶ ἐκ τῶν γραφέντων παρὰ τοῦ αὐτοῦ Ἰουλίου φανερὰ τούτων ἡ συκοφαντία πέφηνεν (ἦλθον γὰρ ἄν, εἴπερ ἐθάρρουν οἷς ἔπραξαν καὶ πεποιήκασι κατὰ τῶν συλλειτουργῶν ἡμῶν), ὅμως καὶ ἐξ ὧν πεποιήκασιν ἐν ταύτῃ τῇ ἁγίᾳ καὶ μεγάλῃ συνόδῳ φανερωτέραν τὴν ἑαυτῶν συσκευὴν ἀπέδειξαν.

ἀπαντήσαντες γὰρ εἰς τὴν Σερδῶν πόλιν, ἰδόντες τοὺς ἀδελφοὺς ἡμῶν Ἀθανάσιον καὶ Μάρκελλον καὶ Ἀσκληπᾶν καὶ τοὺς ἄλλους ἐφοβήθησαν εἰς κρίσιν ἐλθεῖν, καὶ οὐχ ἅπαξ οὐδὲ δεύτερον, ἀλλὰ καὶ πολλάκις κληθέντες οὐκ ἐπήκουσαν ταῖς κλήσεσι, καίτοι πάντων ἡμῶν 〈τῶν〉 συνελθόντων ἐπισκόπων καὶ μάλιστα τοῦ εὐγηροτάτου Ὁσίου τοῦ καὶ διὰ τὸν χρόνον καὶ τὴν ὁμολογίαν καὶ διὰ τὸ τοσοῦτον κάματον ὑπομεμενηκέναι πάσης αἰδοῦς ἀξίου τυγχάνοντος ἀναμενόντων καὶ προτρεπομένων αὐτοὺς εἰσελθεῖν εἰς τὴν κρίσιν, ἵν᾽ ἅπερ ἀπόντων τῶν συλλειτουργῶν ἡμῶν ἐθρύλησαν καὶ ἔγραψαν κατ᾽ αὐτῶν, ταῦτα παρόντες ἐλέγξαι δυνηθῶσιν. ἀλλ᾽ οὐκ ἦλθον κληθέντες, καθάπερ προείπομεν, δεικνύντες καὶ ἐκ τούτων τὴν συκοφαντίαν ἑαυτῶν καὶ μονονουχὶ τὴν ἐπιβουλὴν καὶ συσκευήν, ἣν πεποιήκασι, βοῶντες διὰ τῆς παραιτήσεως. οἱ γὰρ θαρροῦντες οἷς λέγουσι τούτοις καὶ εἰς πρόσωπον συστῆναι δύνανται. ἐπειδὴ δὲ οὐκ ἀπήντησαν, νομίζομεν λοιπὸν μηδένα ἀγνοεῖν, κἂν ἐκεῖνοι πάλιν κακουργεῖν ἐθέλωσιν, ὅτι μηδὲν ἔχοντες κατὰ τῶν συλλειτουργῶν ἡμῶν ἐλέγξαι, τούτους μὲν διαβάλλουσιν ἀπόντας, παρόντας δὲ φεύγουσιν.

Ἔφυγον γάρ, ἀγαπητοὶ ἀδελφοί, οὐ μόνον διὰ τὴν τούτων συκοφαντίαν, ἀλλ᾽ ὅτι καὶ τοὺς ἐπὶ διαφόροις ἐγκαλοῦντας αὐτοῖς ἐθεώρουν ἀπαντήσαντας. δεσμὰ γὰρ ἦν καὶ σίδηρα προφερόμενα· ἀπ᾽ ἐξοριστίας ἐπανελθόντες ἄνθρωποι καὶ παρὰ τῶν ἔτι κατεχομένων εἰς ἐξοριστίαν ἐλθόντες ἦσαν συλλειτουργοί, συγγενεῖς καὶ φίλοι δὲ τῶν δι᾽ αὐτῶν ἀποθανόντων παρεγένοντο. καὶ τὸ μέγιστον, ἐπίσκοποι παρῆσαν, ὧν ὁ μὲν τὰ σίδηρα καὶ τὰς ἁλύσεις προέφερεν, ἃς δι᾽ αὐτοὺς ἐφόρεσεν, οἱ δὲ τὸν ἐκ τῆς διαβολῆς αὐτῶν θάνατον ἐμαρτύραντο. εἰς τοσοῦτον γὰρ ἔφθασαν ἀπονοίας, ὡς καὶ ἐπισκόπους ἐπιχειρεῖν ἀνελεῖν, καὶ ἀνεῖλον ἄν, εἰ μὴ ἐξέφυγον τὰς χεῖρας αὐτῶν. †ἀπέθανεν οὖν ὁ συλλειτουργὸς ἡμῶν ὁ μακαρίτης Θεόδουλος φεύγων αὐτῶν τὴν διαβολήν, κεκέλευστο γὰρ ἐκ διαβολῆς αὐτῶν ἀποθανεῖν. ἄλλοι δὲ πληγὰς ξιφῶν ἐπεδείκνυντο, ἄλλοι δὲ λιμὸν ὑπομεμενηκέναι παρ᾽ αὐτῶν ἀπωδύροντο.

καὶ ταῦτα οὐχ οἱ τυχόντες ἐμαρτύρουν ἄνθρωποι, ἀλλ᾽ ἐκκλησίαι ὅλαι ἦσαν, ὑπὲρ ὧν οἱ ἀπαντήσαντες καὶ πρεσβεύοντες ἐδίδασκον στρατιώτας ξιφήρεις, ὄχλους μετὰ ῥοπάλων, δικαστῶν ἀπειλάς, πλαστῶν γραμμάτων ὑποβολάς (ἀνεγνώσθη γὰρ γράμματα τῶν περὶ Θεόγνιον πλαττομένων κατὰ τῶν συλλειτουργῶν ἡμῶν Ἀθανασίου καὶ Μαρκέλλου καὶ Ἀσκληπᾶ, ἵνα καὶ βασιλέας κατ᾽ αὐτῶν κινήσωσι, καὶ ταῦτα ἤλεγξαν οἱ γενόμενοι τότε διάκονοι Θεογνίου), πρὸς τούτων παρθένων γυμνώσεις, ἐμπρησμοὺς ἐκκλησιῶν, φυλακὰς κατὰ τῶν λειτουργῶν, καὶ ταῦτα πάντα δι᾽ οὐδὲν ἕτερον ἢ διὰ τὴν δυσώνυμον αἵρεσιν τῶν Ἀρειομανιτῶν. οἱ γὰρ παραιτούμενοι τὴν πρὸς τούτους κοινωνίαν ἀνάγκην εἶχον πειρᾶσθαι τούτων. ταῦτα τοίνυν συνορῶντες εἰς στενὸν εἶχον τὰ τῆς προαιρέσεως· ᾐσχύνοντο μὲν γὰρ ὁμολογεῖν ἃ δεδράκασι, διὰ δὲ τὸ μὴ δύνασθαι λοιπὸν ταῦτα κρύπτεσθαι ἀπήντησαν εἰς τὴν Σερδῶν πόλιν, ἵνα διὰ τῆς ἀφίξεως ὑπόνοιαν ὡς μὴ πλημμελήσαντες δόξωσιν ἀποφέρεσθαι.

ἰδόντες δὲ τοὺς παρ᾽ αὐτῶν συκοφαντηθέντας καὶ τοὺς παρ᾽ αὐτῶν παθόντας, τοὺς κατηγόρους, τοὺς ἐλέγχους πρὸ ὀφθαλμῶν ἔχοντες ἐλθεῖν οὐκ ἐβούλοντο κληθέντες, καίτοι τῶν συλλειτουργῶν ἡμῶν Ἀθανασίου καὶ Μαρκέλλου καὶ Ἀσκληπᾶ πολλῇ τῇ παρρησίᾳ χρωμένων, ἀποδυρομένων καὶ ἐπικειμένων καὶ προκαλουμένων αὐτοὺς καὶ ἐπαγγελλομένων μὴ μόνον ἐλέγχειν τὴν συκοφαντίαν, ἀλλὰ καὶ δεικνύναι, ὅσα κατὰ τῶν ἐκκλησιῶν αὐτῶν ἐπλημμέλησαν. οἱ δὲ τοσούτῳ φόβῳ τοῦ συνειδότος κατεσχέθησαν, ὡς φεύγειν αὐτοὺς καὶ διὰ τῆς φυγῆς τὴν συκοφαντίαν ἑαυτῶν ἐλέγξαι καὶ ἅπερ ἐπλημμέλησαν, διὰ τὸν δρασμὸν ὁμολογῆσαι.

Εἰ καὶ τὰ μάλιστα τοίνυν οὐ μόνον ἐκ τῶν προτέρων, ἀλλὰ καὶ ἐκ τούτων αὐτῶν ἡ κακοτροπία δείκνυται καὶ συκοφαντία, ὅμως ἵνα μηδὲ ἐκ τῆς φυγῆς πρόφασίν τινα ἑτέρας κακουργίας πορίσασθαι δυνηθῶσιν, ἐσκεψάμεθα κατὰ τὸν τῆς ἀληθείας λόγον τὰ παρ᾽ ἐκείνων δραματουργηθέντα ἐξετάσαι. καὶ τοῦτο προθέμενοι εὕρομεν αὐτοὺς καὶ ἐκ τῶν πραχθέντων συκοφάντας καὶ μηδὲν ἕτερον ἢ ἐπιβουλὴν κατὰ τῶν συλλειτουργῶν ἡμῶν πεποιηκότας. ὃν γὰρ ἔλεγον παρὰ Ἀθανασίου πεφονεῦσθαι Ἀρσένιον, οὗτος ζῇ καὶ ἐν τοῖς ζῶσιν ἐξετάζεται· ἀπὸ δὲ τούτου καὶ τὰ περὶ τῶν ἄλλων θρυληθέντα παρ᾽ αὐτῶν φαίνεται πλάσματα. ἐπειδὴ δὲ καὶ περὶ ποτηρίου ἐθρύλουν, ὡς θλασθέντος παρὰ Μακαρίου τοῦ πρεσβυτέρου Ἀθανασίου, ἐμαρτύρησαν μὲν οἱ παραγενόμενοι ἀπὸ τῆς Ἀλεξανδρείας καὶ Μαρεώτου καὶ τῶν τόπων, ὅτι μηδὲν τούτων πέπρακται. καὶ οἱ ἐπίσκοποι δὲ γράφοντες οἱ ἀπὸ τῆς Αἰγύπτου πρὸς Ἰούλιον τὸν συλλειτουργὸν ἡμῶν ἱκανῶς διεβεβαιοῦντο μηδὲ ὑπόνοιαν ὅλως τοιαύτην ἐκεῖ γεγενῆσθαι. ἄλλως τε ἃ λέγουσιν ὑπομνήματα ἔχειν κατ᾽ αὐτοῦ, κατὰ μονομέρειαν συνέστηκε γεγενῆσθαι.

καὶ ὅμως καὶ ἐν τοῖς ὑπομνήμασι τούτοις ἐθνικοὶ καὶ κατηχούμενοι ἠρωτῶντο, ἐξ ὧν εἷς κατηχούμενος ἐρωτώμενος ἔφασκεν ἔνδον εἶναι, ὅτε ὁ Μακάριος ἐπέστη τῷ τόπῳ, καὶ ἕτερος ἐρωτώμενος ἔλεγε τὸν θρυλούμενον παρ᾽ αὐτῶν Ἰσχύραν νοσοῦντα τότε κατακεῖσθαι ἐν κελλίῳ, ὡς ἀπὸ τούτου φαίνεσθαι μηδόλως γεγενῆσθαί τι τῶν μυστηρίων διὰ τὸ τοὺς κατηχουμένους ἔνδον εἶναι καὶ τὸν Ἰσχύραν μὴ παρεῖναι, ἀλλὰ νοσοῦντα κατακεῖσθαι. καὶ γὰρ καὶ αὐτὸς ὁ παμπόνηρος Ἰσχύρας ψευσάμενος ἐπὶ τῷ εἰρηκέναι κεκαυκέναι τὸν Ἀθανάσιόν τινα τῶν θείων βιβλίων καὶ διελεγχθεὶς ὡμολόγησε κατ᾽ ἐκεῖνο καιροῦ νοσεῖν, ὅτε Μακάριος παρῆν, καὶ κατακεῖσθαι, ὡς καὶ ἐκ τούτου συκοφάντην αὐτὸν εἶναι. ἀμέλει τῆς συκοφαντίας ταύτης μισθὸν αὐτῷ τῷ Ἰσχύρᾳ δεδώκασιν ἐπισκοπῆς ὄνομα τῷ μηδὲ πρεσβυτέρῳ τυγχάνοντι. ἀπαντήσαντες γὰρ δύο πρεσβύτεροι σὺν Μελιτίῳ ποτὲ γενόμενοι, ὕστερον δὲ ὑπὸ τοῦ μακαρίτου Ἀλεξάνδρου τοῦ γενομένου ἐπισκόπου Ἀλεξανδρείας δεχθέντες καὶ νῦν σὺν Ἀθανασίῳ ὄντες ἐμαρτύρησαν μηδεπώποτε τοῦτον πρεσβύτερον Μελιτίου γεγενῆσθαι μηδὲ ὅλως ἐσχηκέναι Μελίτιον εἰς τὸν Μαρεώτην ἐκκλησίαν ἢ λειτουργόν, καὶ ὅμως τὸν μηδὲ πρεσβύτερον τυγχάνοντα νῦν ὡς ἐπίσκοπον ἤγαγον, ἵνα τῷ ὀνόματι τούτῳ δόξωσι τῇ συκοφαντίᾳ καταπλήττειν τοὺς ἀκούοντας.

Ἀνεγνώσθη δὲ καὶ τὸ σύγγραμμα τοῦ συλλειτουργοῦ Μαρκέλλου καὶ ηὑρέθη τῶν περὶ Εὐσέβιον ἡ κακοτεχνία. ἃ γὰρ ὡς ζητῶν ὁ Μάρκελλος εἴρηκε, ταῦτα ὡς ὁμολογούμενα διαβεβλήκασιν. ἀνεγνώσθη γοῦν τὰ ἑξῆς καὶ τὰ πρὸ αὐτῶν τῶν ζητημάτων, καὶ ὀρθὴ ἡ πίστις τοῦ ἀνδρὸς εὑρέθη. οὔτε γὰρ ἀπὸ τῆς ἁγίας Μαρίας, ὡς αὐτοὶ διεβεβαιώσαντο, ἀρχὴν ἐδίδου τῷ τοῦ θεοῦ λόγῳ οὔτε τέλος ἔχειν τὴν βασιλείαν αὐτοῦ, ἀλλὰ καὶ τὴν βασιλείαν ἄναρχον καὶ ἀτελεύτητον εἶναι τὴν τούτου ἔγραψε. καὶ Ἀσκληπᾶς δὲ ὁ συλλειτουργὸς προήνεγκεν ὑπομνήματα γενόμενα ἐν Ἀντιοχείᾳ παρόντων τῶν κατηγόρων καὶ Εὐσεβίου τοῦ ἀπὸ Καισαρείας· καὶ ἐκ τῶν ἀποφάσεων τῶν δικασάντων ἐπισκόπων ἔδειξεν ἑαυτὸν ἀθῶον εἶναι. εἰκότως οὖν, ἀγαπητοὶ ἀδελφοί, καλούμενοι πολλάκις οὐχ ὑπήκουσαν, εἰκότως ἔφυγον. ὑπὸ γὰρ τοῦ συνειδότος ἐλαυνόμενοι φυγῇ τὰς συκοφαντίας ἑαυτῶν ἐβεβαίωσαν καὶ πιστευθῆναι κατ᾽ αὐτῶν πεποιήκασιν, ἃ παρόντες οἱ κατηγοροῦντες ἔλεγον καὶ ἐπεδείκνυον. ἔτι τοίνυν πρὸς τούτοις πᾶσι καὶ τοὺς πάλαι καθαιρεθέντας καὶ ἐκβληθέντας διὰ τὴν Ἀρείου αἵρεσιν οὐ μόνον ἐδέξαντο, ἀλλὰ καὶ εἰς μείζονα βαθμὸν προήγαγον, διακόνους μὲν εἰς πρεσβυτέριον, ἀπὸ δὲ πρεσβυτέρων εἰς ἐπισκόπους, δι᾽ οὐδὲν ἕτερον ἢ ἵνα τὴν ἀσέβειαν διασπεῖραι καὶ πλατῦναι δυνηθῶσι καὶ τὴν εὐσεβῆ διαφθείρωσι πίστιν.

Εἰσὶ δὲ τούτων μετὰ τοὺς περὶ Εὐσέβιον νῦν ἔξαρχοι Θεόδωρος ὁ ἀπὸ Ἡρακλείας, Νάρκισσος ὁ ἀπὸ Νερωνιάδος τῆς Κιλικίας, Στέφανος ὁ ἀπὸ Ἀντιοχείας, Γεώργιος ὁ ἀπὸ Λαοδικείας, Ἀκάκιος ὁ ἀπὸ Καισαρείας τῆς Παλαιστίνης, Μηνόφαντος ἀπὸ Ἐφέσου τῆς Ἀσίας, Οὐρσάκιος ὁ ἀπὸ Σιγγιδόνου τῆς Μυσίας, Οὐάλης ἀπὸ Μουρσῶν τῆς Παννονίας. καὶ γὰρ οὗτοι τοὺς σὺν αὐτοῖς ἐλθόντας ἀπὸ τῆς Ἑῴας οὐκ ἐπέτρεπον οὔτε εἰς τὴν ἁγίαν σύνοδον εἰσελθεῖν οὔτε ὅλως εἰς τὴν ἐκκλησίαν τοῦ θεοῦ παραβάλλειν. καὶ ἐρχόμενοι δὲ εἰς τὴν Σερδικὴν κατὰ τόπους συνόδους ἐποιοῦντο καθ᾽ ἑαυτοὺς καὶ συνθήκας μετὰ ἀπειλῶν, ὥστε ἐλθόντας αὐτοὺς εἰς τὴν Σερδικὴν μηδὲ ὅλως εἰς τὴν κρίσιν ἐλθεῖν μηδ᾽ ἐπὶ τὸ αὐτὸ συνελθεῖν τῇ ἁγίᾳ συνόδῳ, ἀλλὰ μόνον ἐλθόντας καὶ ἀφοσιώσει τὴν ἐπιδημίαν ἑαυτῶν ἐπιδειξαμένους ταχέως φυγεῖν. ταῦτα γὰρ γνῶναι δεδυνήμεθα παρὰ τῶν συλλειτουργῶν ἡμῶν Ἀρείου ἀπὸ Παλαιστίνης καὶ Ἀστερίου ἀπὸ Ἀραβίας τῶν ἐλθόντων σὺν αὐτοῖς καὶ ἀναχωρησάντων ἀπὸ τῆς ἀπιστίας αὐτῶν. οὗτοι γὰρ ἐλθόντες εἰς τὴν ἁγίαν σύνοδον τὴν μὲν βίαν ἣν ἔπαθον ἀπωδύραντο, οὐδὲν δὲ παρ᾽ αὐτοῖς ὀρθὸν ἔλεγον πράττεσθαι, προστιθέντες καὶ τοῦτο ὡς ἄρα εἶεν ἐκεῖ πολλοὶ τῆς ὀρθῆς ἀντιποιούμενοι δόξης καὶ κωλυόμενοι παρ᾽ αὐτῶν ἐλθεῖν ἐνταῦθα διὰ τὸ ἀπειλεῖν καὶ ἐπαγγέλλεσθαι κατὰ τῶν βουλομένων ἀναχωρεῖν ἀπ᾽ αὐτῶν.

τούτου γοῦν ἕνεκα καὶ ἐν ἑνὶ οἴκῳ πάντας μεῖναι ἐσπούδασαν μηδὲ τὸ βραχύτατον ἰδιάζειν αὐτοὺς ἐπιτρέψαντες.

Ἐπεὶ οὖν οὐκ ἔδει παρασιωπῆσαι οὐδὲ ἀνεκδιηγήτους ἐᾶσαι τὰς συκοφαντίας, τὰ δεσμά, τοὺς φόνους, τὰς πληγάς, τὰ περὶ τῶν πλαστῶν ἐπιστολῶν, τὰς αἰκίας, τὰς γυμνώσεις τῶν παρθένων, τὰς ἐξοριστίας, τὰς καταλύσεις τῶν ἐκκλησιῶν, τοὺς ἐμπρησμούς, τὰς μεταθέσεις ἀπὸ μικρῶν πόλεων εἰς μείζονας παροικίας, καὶ πρό γε πάντων, τὴν κατὰ τῆς ὀρθῆς πίστεως ἐπαναστᾶσαν δυσώνυμον ἀρειανὴν αἵρεσιν δι᾽ αὐτῶν, τούτου ἕνεκεν τοὺς μὲν ἀγαπητοὺς ἀδελφοὺς ἡμῶν καὶ συλλειτουργοὺς Ἀθανάσιον καὶ Μάρκελλον καὶ Ἀσκληπᾶν καὶ τοὺς σὺν αὐτοῖς συλλειτουργοῦντας τῷ κυρίῳ ἀθώους καὶ καθαροὺς εἶναι ἀπεφηνάμεθα γράψαντες καὶ εἰς τὴν ἑκάστου παροικίαν, ὥστε γινώσκειν ἑκάστης ἐκκλησίας τοὺς λαοὺς τοῦ ἰδίου ἐπισκόπου τὴν καθαρότητα καὶ τοῦτον μὲν ἔχειν ἐπίσκοπον καὶ προσδοκᾶν, τοὺς δὲ εἰς τὰς ἐκκλησίας αὐτῶν ἐπελθόντας δίκην λύκων, Γρηγόριον τὸν ἐν Ἀλεξανδρείᾳ, Βασίλειον τὸν ἐν Ἀγκύρᾳ καὶ Κυιντιανὸν τὸν ἐν Γάζῃ τούτους μηδὲ ἐπισκόπους ὀνομάζειν μηδὲ ὅλως κοινωνίαν τινὰ πρὸς αὐτοὺς ἔχειν μηδὲ δέχεσθαί τινα παρὰ τούτων γράμματα μηδὲ γράφειν πρὸς αὐτούς.

τοὺς δέ γε περὶ Θεόδωρον καὶ Νάρκισσον καὶ Ἀκάκιον καὶ Στέφανον καὶ Οὐρσάκιον καὶ Οὐάλεντα καὶ Μηνόφαντον καὶ Γεώργιον, εἰ καὶ φοβηθεὶς μὴ παρεγένετο ἀπὸ τῆς Ἑῴας, ὅμως διὰ τὸ ἀπὸ τοῦ μακαρίτου Ἀλεξάνδρου καθῃρῆσθαι αὐτὸν καὶ διὰ τὸ εἶναι καὶ αὐτὸν καὶ τούτους τῆς Ἀρείου μανίας καὶ διὰ τὰ ἐπενεχθέντα αὐτοῖς ἐγκλήματα τούτους παμψηφὶ καθεῖλεν ἡ ἁγία σύνοδος ἀπὸ τῆς ἐπισκοπῆς. καὶ ἐκρίναμεν μὴ μόνον αὐτοὺς ἐπισκόπους μὴ εἶναι, ἀλλὰ μηδὲ κοινωνίας μετὰ τῶν πιστῶν αὐτοὺς καταξιοῦσθαι. τοὺς γὰρ χωρίζοντας τὸν υἱὸν καὶ ἀπαλλοτριοῦντας τὸν λόγον ἀπὸ τοῦ πατρὸς χωρίζεσθαι τῆς καθολικῆς ἐκκλησίας προσήκει καὶ ἀλλοτρίους εἶναι τοῦ Χριστιανῶν ὀνόματος. ἔστωσαν τοίνυν ὑμῖν ἀνάθεμα διὰ τὸ «κεκαπηλευκέναι τὸν λόγον» τῆς ἀληθείας· ἀποστολικὸν ἔστι παράγγελμα· «εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ᾽ ὃ παρελάβετε, ἀνάθεμα ἔστω». τούτοις μηδένα κοινωνεῖν παραγγείλατε· «οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος». τούτους πάντας μακρὰν ποιεῖτε· «οὐδεμία γὰρ συμφωνία Χριστῷ πρὸς Βελίαρ». καὶ φυλάξασθε, ἀγαπητοί, μήτε γράφειν πρὸς αὐτοὺς μήτε γράμματα παρ᾽ αὐτῶν δέχεσθαι. σπουδάσατε δὲ μᾶλλον καὶ ὑμεῖς, ἀδελφοὶ καὶ συλλειτουργοί, «ὡς τῷ πνεύματι παρόντες» τῇ συνόδῳ ἡμῶν συνεπιψηφίσασθαι δι᾽ ὑπογραφῆς ὑμετέρας ὑπὲρ τοῦ παρὰ πάντων τῶν πανταχοῦ συλλειτουργῶν τὴν ὁμοφωνίαν διασῴζεσθαι.

ἡ θεία πρόνοια καθωσιωμένους ὑμᾶς καὶ εὐθυμοῦντας διαφυλάττοι, ἀγαπητοὶ ἀδελφοί. Ὅσιος ἐπίσκοπος ὑπέγραψα, καὶ οὕτω πάντες.

Ταῦτα γράψασα ἡ ἐν Σαρδικῇ σύνοδος ἀπέστειλε καὶ πρὸς τοὺς μὴ δυνηθέντας ἀπαντῆσαι, καὶ γεγόνασι καὶ αὐτοὶ σύμψηφοι τοῖς κριθεῖσι. τῶν δὲ ἐν τῇ συνόδῳ γραψάντων καὶ τῶν ἄλλων ἐπισκόπων τὰ ὀνόματά ἐστι τάδε· Ὅσιος ἀπὸ Σπανίας Ἰούλιος Ῥώμης δι᾽ Ἀρχιδάμου καὶ Φιλοξένου πρεσβυτέρων Πρωτογένης Σερδικῆς Γαυδέντιος Μακεδόνιος Σεβῆρος Πραιτέξτατος Οὐρσίκιος Λούκιλλος Εὐγένιος Βιτάλιος Καλεπόδιος Φλωρέντιος Βάσσος Βικέντιος Στερκόριος Παλλάδιος Δομιτιανός Χαλβής Γερόντιος Προτάσιος Εὐλόγιος Πορφύριος Διόσκορος Ζώσιμος Ἰαννουάριος Ζώσιμος Ἀλέξανδρος Εὐτύχιος Σωκράτης Διόδωρος Μαρτύριος Εὐθήριος Εὔκαρπος Ἀθηνόδωρος Εἰρηναῖος Ἰουλιανός Ἀλύπιος Ἰωνᾶς Ἀέτιος Ῥεστοῦτος Μαρκελλῖνος Ἀπριανός Βιτάλιος Οὐάλης Ἑρμογένης Κάστος Δομετιανός Φουρτουνάτιος Μάρκος Ἀννιανός Ἡλιόδωρος Μουσαῖος Ἀστέριος Παρηγόριος Πλούταρχος Ὑμέναιος Ἀθανάσιος Λούκιος Ἀμάντιος Ἄρειος Ἀσκλήπιος Διονύσιος Μάξιμος Τρύφων Ἀλέξανδρος Ἀντίγονος Αἰλιανός Πέτρος Σύμφορος Μουσώνιος Εὔτυχος Φιλολόγιος Σπουδάσιος Ζώσιμος Πατρίκιος Ἀδόλιος Σαπρίκιος

Γαλλίας Μαξιμι[α]νός Βηρίσσιμος Βήκτουρος Βαλεντῖνος Δησιδέριος Εὐλόγιος Σαρβάτιος Δυσκόλιος Σουπερίωρ Μερκούριος Δικλοπετός Εὐσέβιος Σεβηρῖνος Σάτυρος Μαρτῖνος Παῦλος Ὀπτατιανός Νικάσιος Βίκτωρ Σεμπρώνιος Βαλερι〈α〉νός Πάκατος Ἰεσσῆς Ἀρίστων Σιμπλίκιος Μετιανός Ἄμαντος Α〈ἰ〉μιλλιανός Ἰουστινιανός Βικτωρῖνος Σατορνῖλος Ἀβουνδάντιος Δωνατιανός Μάξιμος

Ἀφρικῆς Νέσσος Γράτος Μεγάσιος Κολδαῖος Ῥογατιανός Κονσόρτιος Ῥουφῖνος Μαννῖνος Κεσσιλιανός Ἐρεννιανός Μαριανός Οὐαλέριος Δυνάμιος Μυζόνιος Ἰοῦστος Κελεστῖνος Κυπριανός Βίκτωρ Ὀνορᾶτος Μαρῖνος Παντάγαθος Φήλιξ Βαύδιος Λίβερ Καπίτων Μινερβάλης Κόσμος Βίκτωρ Ἑσπερίων Φήλιξ Σεβηριανός Ὀπτάντιος Ἕσπερος Φιδέντιος Σαλούστιος Πασχάσιος

Αἰγύπτου Λιβούρνιος Ἀμάντιος Φήλιξ Ἰσχυράμμων Ῥωμῦλος Τιβερῖνος Κονσόρτιος Ἡρακλείδης Φορτουνάτιος Διόσκορος Φορτουνατιανός Β〈λ〉αστάμ〈μ〉ων Δάτυλλος Ἀνδρέας Σερῆνος Ἄρειος Θεόδωρος Εὐαγόρας Ἠλίας Τιμόθεος Ὠρίων Ἀνδρόνικος Παφνούτιος Ἑρμίας Ἀραβίων Ψενόσιρις Ἀπολλώνιος Μοῦις Σαραπάμπων Φίλων Φίλιππος Ἀπολλώνιος Παφνούτιος Παῦλος Διόσκορος Νειλάμμων Σερῆνος Ἀκύλας Ἀωτᾶς Ἁρποκρατίων Ἰσαάκ Θεόδωρος Ἀπολλώς Ἀμμωνιανός Νεῖλος Ἡράκλειος Ἀρείων Ἀθάς Ἀρσένιος Ἀγαθάμμων Θέων Ἀπολλώνιος Ἠλίας Παννινούθιος Ἀνδραγάθιος Νεμεσίων Σαραπίων Ἀμμώνιος Ἀμμώνιος Ξένων Γερόντιος Κόιντος Λεωνίδης Σεμπρωνιανός Φίλων Ἡρακλείδης Ἱέρακυς Ῥοῦφος Πασόφιος Μακεδόνιος Ἀπολλόδωρος Φλαβιανός Ψάης Σύρους Ἀπφοῦς Σαραπίων Ἡσαίας Παφνούτιος Τιμόθεος Ἐλουρίων Γάιος Μουσαῖος Πιστός Ἡρακλάμμων Ἥρων Ἠλίας Ἀνάγαμφος Ἀπολλώνιος Γάιος Φιλοτᾶς Παῦλος Τιθόης Εὐδαίμων Ἰούλιος

Οἱ ἐν τῷ καναλίῳ τῆς Ἰταλίας Προβάτιος Βιάτωρ Φακουνδῖνος Ἰωσῆς Νουμήδιος Σπηράντιος Σεβῆρος Ἡρακλειανός Φαυστῖνος Ἀντωνῖνος Ἡράκλειος Οὐιτάλιος Φήλιξ Κρησπῖνος Παυλιανός

Κύπρου Αὐξίβιος Φώτιος Γηράσιος Ἀφροδίσιος Εἰρηνικός Νουνέχιος Ἀθανάσιος Μακεδόνιος Τριφύλλιος Σπυρίδων Νορβανός Σωσικράτης

Παλαιστίνης Μάξιμος Ἀέτιος Ἄρειος Θεοδόσιος Γερμανός Σιλουανός Παῦλος Κλαύδιος Πατρίκιος Ἐλπίδιος Γερμανός Εὐσέβιος Ζηνόβιος Παῦλος Πέτρος Οἱ μὲν οὖν τοῖς ὑπὸ τῆς συνόδου γραφεῖσιν ὑπογράψαντες οὗτοι, ἕτεροι δὲ πλεῖστοί εἰσιν οἱ καὶ πρὸ ταύτης τῆς συνόδου γράψαντες ὑπὲρ ἡμῶν ἀπό τε τῆς Ἀσίας καὶ Φρυγίας καὶ Ἰσαυρίας, καὶ τὰ ὀνόματα αὐτῶν ἐν ταῖς ἰδίαις ἐπιστολαῖς ἐμφέρεται, ἐγγὺς ξγʹ, ὁμοῦ τμδʹ.