Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἀπολογία περὶ τῆς φυγῆς αὐτοῦ

Μέγας Αθανάσιος

Το πνευματικό και ποιμαντικό νόημα της φυγής των αγίων

Ερμηνεία της αναχωρήσεως ως μίμηση Χριστού, μέσο πνευματικής ωφέλειας, διαφύλαξης του ποιμνίου και συνετής στάσης έναντι του μαρτυρίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 5 από 7

Ὁ μὲν οὖν Κύριος οὕτως ἑαυτὸν προσῆγεν ὑπὲρ πάντων, ὡς προείρηται· οἱ δὲ ἅγιοι καὶ τοῦτον τὸν τύπον παρὰ τοῦ Σωτῆρος μαθόντες (παρ’ αὐτοῦ γὰρ καὶ πρὸ τούτου καὶ ἀεὶ πάντες ἐδιδάσκοντο), πρὸς μὲν τοὺς διώκοντας ἀγωνιζόμενοι, νομίμως ἔφευγον, καὶ ζητούμενοι παρ’ αὐτῶν ἐκρύπτοντο· ἀγνοοῦντες δέ, ὡς ἄνθρωποι, τοῦ ὁρισθέντος αὐτοῖς παρὰ τῆς Προνοίας χρόνου τὸ τέλος, οὐκ ἐβούλοντο παρέχειν ἁπλῶς ἑαυτοὺς ἐκδότους τοῖς ἐπιβουλεύουσιν· εἰδότες δὲ πάλιν τὸ γεγραμμένον, ὅτι «ἐν ταῖς χερσὶ τοῦ Θεοῦ εἰσιν οἱ κλῆροι» τῶν ἀνθρώπων καὶ «Κύριος θανατοῖ καὶ Κύριος ζωοποιεῖ», μᾶλλον ἕως τέλους ὑπέμενον, ὡς εἴρηκεν ὁ Ἀπόστολος· «περιερχόμενοι ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, κακουχούμενοι, ἐπὶ ἐρημίαις πλανώμενοι, καὶ ἐν σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς» κρυπτόμενοι, ἕως ἂν ἢ ὁ ὡρισμένος τοῦ θανάτου χρόνος ἔλθῃ, ἢ ὁ τὸν χρόνον ὁρίσας Θεὸς λαλήσῃ πρὸς αὐτοὺς καὶ παύσῃ τοὺς ἐπιβουλεύοντας, ἢ δηλονότι παραδῷ τοὺς διωκομένους τοῖς διώκουσιν, ὡς ἂν αὐτῷ δόξῃ καλῶς ἔχειν. Καὶ τοῦτο περὶ πάντων ἀπὸ τοῦ Δαυὶδ ἔστι μαθεῖν καλῶς· ὅτε γὰρ κατὰ τοῦ Σαοὺλ παρώξυνεν αὐτὸν Ἰωάβ, ἔλεγεν αὐτός· «ζῇ Κύριος, ἐὰν μὴ ὁ Κύριος αὐτὸν παίσῃ ἢ ἔλθῃ ἡ ἡμέρα» τοῦ θανάτου αὐτοῦ, «ἢ καταβῇ εἰς πόλεμον καὶ προστεθῇ» εἰς τοὺς ὑπεναντίους, οὐ μὴ ἐποίσω «χεῖρά μου ἐπὶ χριστὸν Κυρίου».

Εἰ δέ ποτε καὶ φεύγοντες προσήρχοντο τοῖς ζητοῦσιν, οὐδὲ τοῦτο ἁπλῶς ἔπραττον· τοῦ γὰρ Πνεύματος λαλοῦντος αὐτοῖς, οὕτως ἀπήντων ἐκείνοις θεοφιλεῖς τυγχάνοντες καὶ οὕτω πάλιν τὴν ἑαυτῶν ὑπακοὴν καὶ προθυμίαν ἐπιδεικνύμενοι.

Οἷος ἦν Ἠλίας ἀκούων παρὰ τοῦ Πνεύματος, καὶ φαινόμενος τῷ Ἀχαάβ, Μιχαίας τε ὁ προφήτης ἐρχόμενος πρὸς αὐτὸν τὸν Ἀχαάβ, καὶ ὁ ἐπικαλεσάμενος προφήτης ἐπὶ τὸ θυσιαστήριον τῆς Σαμαρείας, καὶ ἐντρέπων τὸν Ῥοβοάμ, καὶ Παῦλος ἐπικαλούμενος Καίσαρα. Οὐ γὰρ δὴ διὰ δειλίαν ἔφευγον, μὴ γένοιτο· μᾶλλον γὰρ τὴν φυγὴν εἶχον ἀγῶνα καὶ μελέτην κατὰ τοῦ θανάτου. Ἀλλὰ δύο ταῦτ’ ἐφύλαττον καὶ ἐβουλεύοντο καλῶς, ὅτι μήτε ἑαυτοὺς ἁπλῶς προσῆγον· τοῦτο γὰρ ἦν ἑαυτὸν ἀποκτεῖναι ὑπεύθυνόν τε θανάτου γενέσθαι, καὶ ἀντιπρᾶξαι τῷ Κυρίῳ λέγοντι· «ἃ ὁ Θεὸς ἔζευξεν ἄνθρωπος μὴ χωριζέτω»· μήτε μέμψιν ὀλιγωρίας ἤθελον ὑπομένειν, ὡς ἀτονήσαντες πρὸς τὰς ἐν τῇ φυγῇ θλίψεις μείζονα καὶ δεινότερον πόνον ἐχούσας τοῦ θανάτου. Ὁ μὲν γὰρ ἀποθανὼν πέπαυται τοῦ πονεῖν, ὁ δὲ φεύγων προσδοκῶν καθ’ ἡμέραν τὰς παρὰ τῶν ἐχθρῶν ἐφόδους, κουφότερον ἡγεῖται τὸν θάνατον· ὥστε καὶ τοὺς ἐν τῇ φυγῇ τελειωθέντας μὴ ἀκλεῶς ἀποθνῄσκειν, ἀλλ’ ἔχειν καὶ αὐτοὺς τοῦ μαρτυρίου τὸ καύχημα. Διὰ τοῦτο γὰρ καὶ ὁ Ἰὼβ ἐν ἀνδρείᾳ μέγας ἐγνώσθη, ἐπειδὴ ζῶν τοσούτους καὶ τηλικούτους ὑπέμεινε πόνους, ὧν οὐδεμίαν αἴσθησιν ἐλάμβανεν εἰ τελευτήσας ἦν.

Διὰ τοῦτο καὶ αὐτοὶ οἱ μακάριοι πατέρες τοιαύτην εἶχον τῆς πολιτείας τὴν ἀγωγήν· διωκόμενοι μὲν γὰρ οὐκ ἐδειλίων, ἀλλὰ καὶ μᾶλλον ἐδείκνυον ἑαυτῶν τὴν τῆς ψυχῆς ἀνδρείαν, οὕτως ἐν πνιγηροῖς καὶ σκοτεινοῖς τόποις ἑαυτοὺς κατακλείοντες, καὶ σκληρῶς ἑαυτοὺς ἄγοντες· παρόντα δὲ πάλιν τοῦ θανάτου τὸν καιρὸν οὐ παρῃτοῦντο. Ἔμελε γὰρ αὐτοῖς μήτε τοῦτον παρόντα πτήσσειν μήτε τὴν ὡρισμένην παρὰ τῆς Προνοίας κρίσιν προλαμβάνειν, μήτ’ αὖ πρὸς τὴν οἰκονομίαν αὐτῆς ἀντιπράττειν, εἰς ἣν καὶ φυλαττομένους ἑαυτοὺς ἐγίνωσκον, ἵνα μὴ καὶ προπετῶς πράττοντες ἑαυτοῖς αἴτιοι τοῦ πτοεῖσθαι γένωνται· Οὕτω γὰρ καὶ γέγραπται· «ὁ προπετὴς χείλεσι πτοήσει ἑαυτόν».

Ἀμέλει τοσοῦτον ἦσαν παρεσκευασμένοι πρὸς τὴν τῆς ἀνδρείας ἀρετήν, ὡς μηδὲ τὸν τυχόντα δύνασθαι διστάσαι περὶ τούτου. Ὁ μὲν γὰρ πατριάρχης Ἰακώβ, φεύγων πρότερον τὸν Ἡσαῦ, οὐκ ἐφοβήθη παρόντα τὸν θάνατον, μᾶλλον γὰρ ἐν αὐτῷ τῷ καιρῷ κατ’ ἀξίαν ἕκαστον τῶν πατριαρχῶν ηὐλόγει· ὁ δὲ μέγας Μωσῆς κρυπτόμενος πρὸ τούτου τὸν Φαραὼ καὶ δι’ αὐτὸν ἀποδημήσας εἰς Μαδιὰμ ἀκούσας· «ἄπελθε εἰς Αἴγυπτον» οὐκ ἐφοβήθη, πάλιν τε προσταχθείς· «ἀνάβηθι εἰς τὸ ὄρος τὸ Ἀβαρεὶ καὶ τελεύτα» οὐ δειλιάσας ἀπέμεινεν, ἀλλὰ καὶ ἄσμενος ὥρμησεν εἰς αὐτό. Καὶ ὁ μὲν Δαυὶδ φεύγων πρότερον τὸν Σαούλ, οὐκ ἐφοβεῖτο προκινδυνεύων ἐν τοῖς πολέμοις ὑπὲρ τῶν λαῶν, ἀλλὰ καὶ περὶ θανάτου καὶ φυγῆς αἵρεσιν ἀκούσας, ἐξὸν αὐτῷ φεύγειν καὶ ζῆν, μᾶλλον εἵλετο τὸν θάνατον ὁ σοφός· ὁ δὲ μέγας Ἠλίας κρυπτόμενος πάλαι τὴν Ἰεζάβελ οὐκ ἐδειλίασεν ἀκούσας παρὰ τοῦ Πνεύματος ἀπαντῆσαι τῷ Ἀχαὰβ καὶ τὸν Ὀχοζίαν ἐλέγξαι. Πέτρος δὲ ὁ διὰ τὸν φόβον τῶν Ἰουδαίων κρυπτόμενος, καὶ Παῦλος ὁ ἀπόστολος ἐν σαργάνῃ χαλασθεὶς καὶ φυγών, ἀκούσαντες «εἰς Ῥώμην δεῖ ὑμᾶς μαρτυρῆσαι» οὐκ ἀνεβάλοντο τὴν ἀποδημίαν, χαίροντες δὲ μᾶλλον ἀπῆλθον. Καὶ ὁ μέν, ὡς πρὸς τοὺς ἰδίους σπεύδων, ἐγάννυτο σφαζόμενος, ὁ δὲ καὶ παρόντα τὸν καιρὸν οὐ κατέπτησσεν, ἀλλὰ καὶ ἐκαυχᾶτο λέγων· «ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκε».

Ταῦτα δὲ οὔτε τὴν προτέραν αὐτῶν φυγὴν κατὰ δειλίαν γεγενῆσθαι δείκνυσιν, οὔτε τὰ νῦν τὴν τυχοῦσαν αὐτοῖς πρᾶξιν μαρτυρεῖ, μεγάλην δέ τινα τῆς ἀνδρείας αὐτῶν τὴν ἀρετὴν ἀνακηρύττει. Οὐδὲ γὰρ ἀντὶ ῥαθυμίας εἶχον τὴν ἀναχώρησιν, ἀλλὰ καὶ μείζονα τότε τὸν τόνον τῆς ἀσκήσεως ἐπέτεινον· οὐδὲ κατεγινώσκοντο φεύγοντες, οὐδὲ κατηγοροῦντο δειλίας παρὰ τοιούτων, οἷοι νῦν εἰσιν οὗτοι οἱ φιλαίτιοι· ἀλλὰ καὶ μᾶλλον ἐμακαρίζοντο παρὰ τοῦ Κυρίου λέγοντος· «μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης». Ἀλλ’ οὐδὲ ἀνωφελὴς αὐτοῖς ὁ τοιοῦτος ἐγίνετο κάματος· ὡς γὰρ «χρυσὸν ἐν χωνευτηρίῳ δοκιμασθέντας», ὡς εἶπεν ἡ Σοφία, «εὕρισκεν αὐτοὺς ὁ Θεὸς ἀξίους ἑαυτοῦ». Καὶ αὐτοὶ τότε μᾶλλον ὡς σπινθῆρες ἀνέλαμπον», σῳζόμενοι μὲν ἀπὸ τῶν καταδιωκόντων αὐτούς, ῥυσθέντες δὲ ἐκ τῶν ἐπιβούλων, καὶ διὰ τοῦτο φυλαχθέντες τοῖς λαοῖς εἰς διδασκαλίαν, ὥστε καὶ τὴν φυγὴν αὐτῶν, καὶ τὸ διαδρᾶναι τῶν ζητούντων τὸν θυμὸν, κατ’ οἰκονομίαν τοῦ Κυρίου γεγενῆσθαι. Τότε γὰρ οὕτως καὶ θεοφιλεῖς ἐγίνοντο καὶ καλλίστην εἶχον τῆς ἀνδραγαθίας τὴν μαρτυρίαν.

Ὁ γοῦν πατριάρχης Ἰακὼβ φεύγων πλειόνων ὀπτασιῶν, καὶ τούτων θείων, κατηξιοῦτο· καὶ μᾶλλον ἠρεμῶν αὐτὸς ἔσχεν ὑπὲρ ἑαυτοῦ τὸν Κύριον τὸν μὲν Λάβαν ἐντρέποντα, τὸν δὲ Ἡσαῦ ἐμποδίζοντα. Καὶ μετὰ ταῦτα γέγονε τοῦ Ἰούδα πατήρ, ἐξ οὗ κατὰ σάρκα ἀνέτειλεν ὁ Κύριος, καὶ τὰς εὐλογίας τοῖς πατριάρχαις διηκόνησε. Μωσῆς τε ὁ θεοφιλής, ὅτε ἔφευγε, τότε καὶ τὴν μεγάλην ὅρασιν εἶδε, καὶ διασωθεὶς ἀπὸ τῶν διωκόντων, προφήτης εἰς Αἴγυπτον ἀπεστέλλετο, διάκονός τε τῶν τοσούτων σημείων καὶ τοῦ νόμου γενόμενος καθηγήσατο τοῦ τοσούτου λαοῦ ἐν τῇ ἐρήμῳ. Καὶ ὁ μὲν Δαυὶδ διωκόμενος ἐδίδασκεν· «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν» καὶ «ὁ θεὸς ἡμῶν ἐμφανῶς ἥξει· ὁ θεὸς ἡμῶν καὶ οὐ παρασιωπήσεται»· καὶ μᾶλλον δὲ ἴσχυε λέγων· «ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου», καὶ πάλιν «ἐπὶ τῷ θεῷ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος». Φεύγων τε καὶ ἀποδιδράσκων ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον, ἔλεγεν· «ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέ με, ἔδωκεν εἰς ὄνειδος τοὺς καταπατοῦντάς με· ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ, καὶ ἐρρύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων». Οὕτω δὲ σωθεὶς κατ’ οἰκονομίαν καὶ αὐτὸς γέγονε μετὰ ταῦτα βασιλεύς, καὶ τὴν ἐπαγγελίαν ἔσχεν ἐκ σπέρματος αὐτοῦ τοῦ τὸν Κύριον ἡμῶν ἀνατεῖλαι.

Ὁ δὲ μέγας Ἠλίας ἀναχωρῶν εἰς τὸ Καρμήλιον ὄρος ἐπεκαλεῖτο τὸν Θεόν, καὶ τοὺς μὲν τῆς Βάαλ προφήτας τετρακοσίους ὄντας καὶ πλείους ἀθρόως ἀπήλειψε, τοὺς δὲ πεμφθέντας ἐπ’ αὐτὸν δύο πεντηκοντάρχους μετὰ τῶν ἑκατόν, λέγων· «καταβήτω πῦρ ἀπ’ οὐρανοῦ», ἐν τούτῳ καὶ τούτοις ἐπετίμησε· τετήρηται δὲ καὶ αὐτός, ὥστε τὸν Ἐλισσαῖον ἀνθ’ ἑαυτοῦ χρῖσαι καὶ τύπος εἰς ἄσκησιν γενέσθαι τοῖς υἱοῖς τῶν προφητῶν. Παῦλος δὲ ὁ μακάριος γράφων· «οἵους διωγμοὺς ὑπήνεγκα, καὶ ἐκ πάντων με ἐρρύσατο ὁ Κύριος καὶ ῥύσεται» μᾶλλον ἴσχυε λέγων· «ἀλλ’ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν, οὐδὲν γὰρ ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ»· τότε γὰρ καὶ «ἕως τρίτου οὐρανοῦ ἡρπάσθη καὶ εἰς τὸν παράδεισον» ἀπηνέχθη, ἔνθα «καὶ ἤκουσεν ἄρρητα ῥήματα ἃ μὴ ἐξὸν ἀνθρώπῳ λαλῆσαι» διὰ τοῦτο καὶ πεφύλακται, «ὥστε ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ, πληρῶσαι τὸ εὐαγγέλιον».

Οὐ μεμπτέα ἄρα, οὐδὲ ἀργὴ τῶν ἁγίων ἡ φυγή· εἰ γὰρ μὴ ἐξέκλινον τοὺς διώκοντας, πῶς ἐγίνετο τὸ ἐκ σπέρματος Δαυὶδ ἀνατεῖλαι τὸν Κύριον; ἢ τίνες ἔμελλον εὐαγγελίζεσθαι τὸν λόγον τῆς ἀληθείας; Καὶ γὰρ καὶ οἱ διώκοντες διὰ τοῦτο ἐζήτουν τοὺς ἁγίους, ἵνα μὴ ᾖ ὁ διδάσκων, ὁποῖα Ἰουδαῖοι παρήγγειλαν τοῖς ἀποστόλοις· ἀλλὰ διὰ τοῦτο πάντα ὑπέμενον, ἵνα τὸ εὐαγγέλιον κηρυχθῇ.

Ἰδοὺ γοῦν καὶ οὕτως ἀγωνιζόμενοι οὐκ ἀργὸν εἶχον τὸν τῆς φυγῆς καιρόν, οὐδὲ διωκόμενοι ἐπελανθάνοντο τῆς ἑτέρων ὠφελείας, ἀγαθοῦ δὲ λόγου διάκονοι τυγχάνοντες οὐκ ἐφθόνουν οὐδὲ ταύτης μεταδιδόναι τοῖς πᾶσιν· ἀλλὰ καὶ φεύγοντες τὸ εὐαγγέλιον ἐκήρυττον, καὶ προύλεγον μὲν τῶν ἐπιβουλευόντων τὰς πανουργίας, ἠσφαλίζοντο δὲ τοὺς πιστοὺς ταῖς παραινέσεσιν. Ὁ μὲν οὖν μακάριος Παῦλος πείρᾳ μαθὼν προύλεγε μέν· «ὅσοι θέλουσιν εὐσεβῶς ζῆν ἐν Χριστῷ, διωχθήσονται», ἐπήλειφε δὲ εὐθὺς τοὺς φεύγοντας εἰπών· «δι’ ὑπομονῆς τρέχομεν τὸν προκείμενον ἡμῖν ἀγῶνα». Κἂν γὰρ αἱ θλίψεις ὦσι συνεχεῖς, ἀλλ’ «ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει». Ὁ δὲ προφήτης Ἡσαίας, προσδοκωμένης τοιαύτης περιστάσεως, ὑπεμίμνησκε καὶ ἐβόα· «βάδιζε, λαός μου, εἴσελθε εἰς τὰ ταμιεῖά σου, ἀπόκλεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργή». Ὁ δὲ Ἐκκλησιαστὴς εἰδὼς τὰς κατὰ τῶν θεοσεβῶν ἐπιβουλὰς καὶ λέγων· «ἐὰν συκοφαντίαν πένητος καὶ ἁρπαγὴν κρίματος καὶ δικαιοσύνης ἴδῃς ἐν τῇ χώρᾳ, μὴ θαυμάσῃς ἐν τῷ πράγματι, ὅτι ὑψηλὸς ἐπάνω ὑψηλοῦ φυλάξαι, καὶ ὑψηλοὶ ἐπ’ αὐτῆς καὶ περισσεία γῆς».

Εἶχε τὸν πατέρα ἑαυτοῦ τὸν Δαυὶδ πείρᾳ, καὶ αὐτὸν μαθόντα τὰ ἐν τοῖς διωγμοῖς καὶ ἀσφαλιζόμενον τοὺς πάσχοντας ἐν τῷ λέγειν· «ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον»· τοῖς γὰρ οὕτως ὑπομένουσιν οὐκ ἄνθρωπος, ἀλλ’ αὐτός φησι· «Κύριος βοηθήσει, καὶ ῥύσεται αὐτούς, ὅτι ἤλπισαν ἐπ’ αὐτόν»· καὶ γὰρ κἀγὼ «ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου, καὶ ἀνήγαγέ με ἐκ λάκκου κατωτάτου καὶ ἀπὸ πηλοῦ ἰλύος». Ὠφέλιμος ἄρα τοῖς λαοῖς καὶ οὐκ ἄκαρπος ἡ φυγὴ τῶν ἁγίων δείκνυται, κἂν τοῖς Ἀρειανοῖς μὴ δοκῇ.

Οὕτω μὲν οὖν οἱ ἅγιοι, καθάπερ εἴρηται, φεύγοντες κατὰ περιττὸν καὶ δι’ οἰκονομίαν ἐφυλάττοντο ὥσπερ ἰατροὶ τῶν δεομένων χάριν. Τοῖς δ’ ἄλλοις καὶ πᾶσιν ἁπλῶς ἡμῖν τοῖς ἀνθρώποις νόμος οὗτος, φεύγειν διωκομένους καὶ κρύπτεσθαι ζητουμένους, καὶ μὴ προπετεύεσθαι μὲν ἐν τῷ πειράζειν τὸν Κύριον, περιμένειν δὲ αὐτούς, καθὰ προεῖπον, ἕως ἂν ὁ ὡρισμένος τοῦ θανάτου χρόνος ἔλθῃ, ἢ ὁ κριτής τι περὶ αὐτῶν βουλεύσηται, ὅπερ ἂν αὐτῷ δόξῃ καλῶς ἔχειν· εἶναι μέντοι τούτους ἑτοίμους, ὥστε καιροῦ καλέσαντος καὶ κρατηθέντας «ἀγωνίζεσθαι ὑπὲρ τῆς ἀληθείας μέχρι θανάτου». Ταῦτα καὶ οἱ μακάριοι μάρτυρες ἐν τοῖς κατὰ καιροὺς διωγμοῖς ἐφύλαττον, καὶ διωκόμενοι μὲν ἔφευγον, καὶ λανθάνοντες ἐκαρτέρουν, εὑρισκόμενοι δὲ ἐμαρτύρουν.

Εἰ δὲ καί τινες ἐξ αὐτῶν ἑαυτοῖς προσήρχοντο τοῖς διώκουσι, καὶ τοῦτο οὐχ ἁπλῶς ἔπραττον· ἐμαρτύρουν γὰρ εὐθὺς καὶ πᾶσιν ἐγίνετο φανερὸν ὅτι παρὰ τοῦ Πνεύματος ἦν καὶ αὐτῶν ἡ προθυμία καὶ ἡ τοσαύτη πρόσοδος.

Οὐκοῦν ὅτε τοιαῦτα τοῦ Σωτῆρός ἐστι τὰ παραγγέλματα, καὶ τοιαῦται τῶν ἁγίων αἱ πράξεις, εἰπάτωσαν ἡμῖν οἱ μηδ’ ὁτιοῦν ἄν τις εἴποι κατ’ ἀξίαν ἑαυτῶν ἀκούοντες, πόθεν ἔμαθον αὐτοὶ τὸ διώκειν; Ἀπὸ μὲν γὰρ τῶν ἁγίων, οὐκ ἂν εἴποιεν· ἀπὸ δὲ τοῦ διαβόλου (τοῦτο γὰρ αὐτοῖς περιλείπεται) τοῦ λέγοντος· «διώξας καταλήψομαι». Καὶ τὸ μὲν φεύγειν ὁ Κύριος προσέταξε, καὶ οἱ ἅγιοι ἔφευγον, τὸ δὲ διώκειν διαβολικόν ἐστιν ἐπιχείρημα, καὶ κατὰ πάντων αὐτὸς αἰτεῖται τοῦτο.