Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἀποσπάσματα διάφορα

Μέγας Αθανάσιος

Ομολογία πίστεως και διδασκαλία περί των ενεργειών του Χριστού

Εκτενής ομολογία στον Τριαδικό Θεό, αυστηρή κριτική σε όσους μεταβάλλουν τα δόγματα και χριστολογική ανάλυση των θείων και ανθρωπίνων ενεργειών και θελημάτων του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 7 από 8

Ὅτι ὁ μέγας Ἀθανάσιος τὸ διάψαλμα διὰ τὰς ἐναλλαγάς φησι προσκεῖσθαι τῶν ῥυθμῶν, οὐχὶ δὲ διὰ τὴν ὑποχώρησιν τοῦ ἁγίου Πνεύματος, ὥς τινες ἐφαντάσθησαν. Πιστεύω εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, ἀεὶ ὄντα Θεὸν Πατέρα· καὶ εἰς τὸν Λόγον Θεὸν, τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ, ὅτι συνυπάρχει τῷ Πατρὶ τῷ ἰδίῳ, καὶ ὅτι ἐκ τῆς οὐσίας τοῦ Θεοῦ τοῦ Πατρός ἐστιν ὁ Υἱός· καὶ ὅτι εἷς ὁ Υἱὸς τοῦ ἰδίου Πατρὸς τυγχάνει, καὶ ὅτι ἰσότιμός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς αὐτοῦ· ὅτι τε κατὰ πάντων τὸ κράτος καὶ τὸ κῦρος ἔχει ὁ τοῦ Θεοῦ Υἱὸς, καὶ ὅτι σὺν τῷ Πατρὶ αὐτοῦ πάρεστι πανταχοῦ τῇ θεότητι, καὶ ὅτι πάντα περιέχει τῇ οὐσίᾳ αὐτοῦ, καὶ ὅτι οὐ περιέχεται ὑπ᾽ οὐδενὸς ὁ Υἱὸς τοῦ Θεοῦ, καθάπερ ὁ Θεὸς ὁ Πατὴρ αὐτοῦ· καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι τῆς τοῦ Πατρός ἐστιν οὐσίας· καὶ συναΐδιον τῷ Πατρὶ καὶ Υἱῷ τυγχάνει τὸ ἅγιον Πνεῦμα, καὶ οὐ κεχώρισται τῇ θεότητι. Τὸν Λόγον φημὶ ἐν σαρκὶ γεγονέναι.

Τοῦ αὐτοῦ. Ἡ μέντοι Τριὰς, καὶ λαβόντος σῶμα ἐκ Μαρίας τοῦ Λόγου, Τριάς ἐστιν, οὐ δεχομένη προσθήκην, οὐδὲ ἀφαίρεσιν· ἀλλὰ ἀεὶ τελεία ἐστί. Καὶ ἐν Τριάδι μία θεότης ἐπιγινώσκεται. Βέλτιον ἀποροῦντας σιωπᾷν καὶ πιστεύειν, ἢ ἀπιστεῖν διὰ τὸ ἀπορεῖν.

Τοῦ ἁγίου Ἀθανασίου κατὰ τῶν συμμεταβαλλομένων τοῖς καιροῖς ἐν τοῖς δόγμασι. Τίς οὖν ἔτι τούτους Χριστιανοὺς ἡγήσεται, παρ᾽ οἷς οὐ λόγος, οὐ γράμμα βέβαιον, ἀλλὰ πάντα κατὰ καιροὺς ἀλλάσσεται;

Ἀθανασίου ἐπισκόπου, ἐκ τοῦ εἰς τὸ, «Ὁ Λόγος σὰρξ ἐγένετο.» Καὶ ὥσπερ πτύσαντος αὐτοῦ, καὶ ἐκτείναντος χεῖρα, καὶ φωνήσαντος Λάζαρον, οὐκ ἐλέγομεν ἀνθρώπινα εἶναι τὰ κατορθώματα, εἰ καὶ διὰ τοῦ σώματος ἐγένοντο, ἀλλὰ Θεοῦ· οὕτως ἐὰν τὰ ἀνθρώπινα λέγηται περὶ τοῦ Σωτῆρος ἐν τῷ Εὐαγγελίῳ, πάλιν εἰς τὴν φύσιν τῶν λεγομένων ὁρῶντες, καὶ ὡς ἀλλότρια Θεοῦ πάντα τυγχάνοντα, μὴ τῇ θεότητι τοῦ Λόγου ταῦτα λογισώμεθα, ἀλλὰ τῇ ἀνθρωπότητι αὐτοῦ· εἰ γὰρ καὶ ὁ Λόγος σὰρξ ἐγένετο, ἀλλὰ τῆς σαρκὸς ἴδια τὰ πάθη.

Ἀγνοοῦσι δὲ οἱ ἄφρονες, ὅτι τοῖς τῶν ἁγίων ἐντετύχηκε συγγράμμασι καὶ τοιαῦτα γέγραφε καὶ μαρτυρεῖ ὁ πολὺς τῷ πνεύματι Ἀθανάσιος, τοιαῦτα εἰπὼν ἐν τῷ, Ὁ Λόγος ἐγένετο· «Ταῦτα ἀναγκαίως προεξητάσαμεν· ἵνα ἐὰν ἴδωμεν αὐτὸν δι᾽ ὀργάνου ἰδίου σώματος θεικῶς πράττοντα ἢ λέγοντα τινὰ, γινώσκομεν ὅτι Θεὸς ὢν ταῦτα ἐργάζεται· καὶ πάλιν ἐὰν ἴδωμεν αὐτὸν δι᾽ ὀργάνου τοῦ ἰδίου σώματος ἀνθρωπίνως λαλοῦντα ἢ πάσχοντα, μὴ ἀγνοῶμεν αὐτὸν, ὅτι σαρκοφόρος γέγονεν ἄνθρωπος· καὶ οὕτω ταῦτα καὶ ποιεῖ καὶ λέγει· καὶ ἑκάστου γὰρ τὸ ἴδιον γινώσκοντες, καὶ ἀμφότερα ἐξ ἑνὸς πραττόμενα βλέποντες καὶ νοοῦντες, ὀρθῶς πιστεύομεν καὶ οὔποτε πλανηθείημεν.» Ἀθανασίου. Θεὸς καὶ ἄνθρωπος ὁ αὐτὸς, εἷς ὢν καθ᾽ ὕπαρξιν ἀνελλιπῆ τὰ ἑκάτερα.

Ἀθανασίου ἐν τῇ ἐξηγήσει τοῦ, «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι.» — Ἀναισχυντία σαφῶς τὸ μὴ διχῶς νοεῖν τὸν Χριστὸν θεϊκῶς τε καὶ ἀνθρωπίνως.

Τοῦ ἁγίου Ἀθανασίου, ἐκ τοῦ λόγου εἰς τὸ, «Κύριος ἔκτισέ με,» καὶ κατὰ Ἀρειανῶν. Καὶ γοῦν ἐπὶ τὸν σταυρὸν ἐρχόμενος, ἐκτενῶς προσεύχεται, καὶ τὸ γόνυ κλίνει, λέγων· Πάτερ, παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν μὴ τὸ ἐμὸν θέλημα γενέσθω, ἀλλὰ τὸ σόν· ἴδιον αὐτοῦ θέλημα λέγων τὸ τῆς σαρκός· ὅτι περ καὶ αὐτὴν τὴν ἡμετέραν σάρκα ἐν ἑαυτῷ οἰκειώσατο.