Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἀποσπάσματα διάφορα

Μέγας Αθανάσιος

Διδασκαλία περί του μυστηρίου της Θείας Ευχαριστίας

Σύντομη κατήχηση προς τους βαπτιζομένους σχετικά με την κάθοδο του Λόγου και τη μεταβολή του άρτου και του οίνου σε Σώμα και Αίμα Κυρίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 8 από 8

Τοῦ μεγάλου Ἀθανασίου ἐν τῷ εἰς τοὺς βαπτιζομένους λόγῳ. Ὄψει τοὺς Λευΐτας φέροντας ἄρτους, καὶ ποτήριον οἴνου, καὶ τιθέντας ἐπὶ τὴν τράπεζαν· καὶ ὅσον οὔπω ἱκεσίαι καὶ δεήσεις γίνονται, ψιλός ἐστιν ὁ ἄρτος καὶ τὸ ποτήριον· ἐπὰν δὲ ἐπιτελεσθῶσιν αἱ μεγάλαι καὶ θαυμασταὶ εὐχαὶ, τότε γίνεται ὁ ἄρτος, σῶμα· καὶ τὸ ποτήριον, αἷμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ πάλιν· Ἔλθωμεν ἐπὶ τὴν τελείωσιν τῶν μυστηρίων· οὗτος ὁ ἄρτος καὶ τοῦτο τὸ ποτήριον, ὅσον οὔπω εὐχαὶ, καὶ ἱκεσίαι γεγόνασι, ψιλά εἰσιν· ἐπὰν δὲ αἱ μεγάλαι εὐχαὶ, καὶ αἱ ἅγιαι ἱκεσίαι ἀναπεμφθῶσι, καταβαίνει ὁ Λόγος εἰς τὸν ἄρτον καὶ τὸ ποτήριον, καὶ γίνεται αὐτοῦ σῶμα.