Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Διάλογος Ἀθανασίου καὶ Ζακχαίου

Μέγας Αθανάσιος

Προφητικές μαρτυρίες περί της ενανθρωπήσεως, της εκ Παρθένου γεννήσεως και του Πάθους

Η ερμηνεία των προφητειών του Ησαΐα και άλλων κειμένων σχετικά με το μυστήριο της άσπορης σύλληψης, το σημείο του Εμμανουήλ και την εξιλεωτική σταυρική θυσία του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 7

καὶ ἁγιάσας τὴν παρθένον μαριάμ, ἔλαβεν ἐξ αὐτῆς σῶμα, ἵνα 〈σωματικῶς〉 μετὰ τῶν ἀνθρώπων συναναστραφεὶς ὡς ἄνθρωπος, διὰ τοῦ ὁμοίου, σώσῃ τὸ τῶν ἀνθρώπων γένος: ζακχαίος εἶπε: Βλασφημεῖς ἄνθρωπε· λέγων τὴν σοφίαν τοῦ θεοῦ εἰς μήτραν ἀνθρώπου εἰσεληλυθέναι: ἀθανάσιος εἶπεν: Μὴ ταράττου: καὶ ἀπὸ τῶν γραφῶν σε πείθω· ὅτι οὐκ ἐν μόνῃ τῇ μήτρᾳ μαριὰμ ἔπλασεν ἑαυτῷ ναὸν τὸ θεῖον, ἀλλὰ καὶ ἐν πάσῃ τῇ μήτρᾳ γυναικός, ἡ σοφία πλάττει καὶ ἁγιάζει τοὺς ἀνθρώπους. ἀμέλει τῷ ἱερεμίᾳ ἔλεγε· πρὸ τοῦ με πλάσαι σε ἐκ κοιλίας, ἐπίσταμαί σε. καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε: ζακχαίος εἶπε: Ναὶ πλάττει καὶ δημιουργεῖ· μὴ καὶ εἰσέρχεται εἰς μήτραν; ἀθανάσιος εἶπε: Πρῶτον αὐτὴν τὴν μήτραν τῆς γυναικὸς οὐκ αὐτὸν λέγεις πεπλακέναι, καὶ πᾶν μέλος τοῦ σώματος; ζακχαίος εἶπε: Ναί: ἀθανάσιος εἶπεν: Εἰ τοίνυν κατηξίωσε, πηλὸν λαβεῖν ἀπὸ τῆς γῆς καὶ διὰ τῶν ἑαυτοῦ χειρῶν πλάσαι μήτραν, καὶ πᾶν εἴτι ἕτερον μέλος διαπλάσσει· 〈τί βδελύσσει〉 ἀκούσας ὅτι ἑαυτῷ ναὸν πλάσαι ἀπὸ μήτρας κατηξίωκεν, καὶ ἀπ᾽ ἀρχῆς ταῦτα δι᾽ ἑαυτοῦ κατεργάσασθαι· εἰ δὲ πλάττει, ἔσω ὂν πλάττει· πανταχοῦ γὰρ ὂν τὸ θεῖον, καὶ τὸ ἔσω καὶ τὸ ἔξω ὡσαύτως ἔχει· ἔπειτα ὁ ἥλιος οὗτος ὁ ἡμεροφαής, καὶ ἐν σώμασι νεκροῖς γινόμενος, καὶ ἐν ἀκαθαρσίαις ἐπεκτεινόμενος οὐκ ἀδικεῖται, οὐ μιαίνεται.

ἀλλὰ μᾶλλον ὠφελεῖ τὰ νεκρὰ καὶ δυσώδη, ξηραίνων αὐτά, καὶ ἀφανίζων τὴν δυσωδίαν. καὶ νομίζεις σὺ τὸ θεῖον μιαίνεσθαι· οὐχὶ δὲ μᾶλλον πιστεύεις· ὅτι ἁγιάζει τὴν μήτραν, ἀνοίγει τὰς πύλας τῆς γαστρός, πάντα ὁ τεχνίτης οἰκονομεῖ, διασώζει, τελεσιουργεῖ: ζακχαίος εἶπε: Καὶ ἡ σοφία τοῦ θεοῦ, ἐπὶ γῆς ὤφθη; ἀθανάσιος εἶπε: Καὶ τί ξένον· ἀκούεις τοῦ ἱερεμίου λέγοντος· οὗτος ὁ θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης. μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη: ζακχαίος εἶπεν: Οὐ γραφὴ ἐν τῷ ἱερεμίᾳ: ἀθανάσιος εἶπεν: Ἀνάγνωθι τὰς ἐπιστολὰς τοῦ βαρούχ, ἵνα γνῷς καὶ πεισθεὶς ὅτι γέγραπται: ζακχαίος εἶπεν: Οἶδα ὅτι ἐν αὐτῇ τῇ ἐπιστολῇ γέγραπται, ἀλλ᾽ οὐκ ἐν τῷ ἱερεμίᾳ: ἀθανάσιος: Ἱερεμίας μετὰ τοῦ βαροὺχ καὶ τῶν θρήνων καὶ τῆς ἐπιστολῆς εἰς ἓν βιβλίον γράφεται· καὶ ἱερεμίας τὰ τέσσαρα ταῦτα βιβλία ἓν ὀνομάζεται: ζακχαίος εἶπεν: Οὐδέπω ἔδειξας ὅτι καὶ χριστὸς ἐστὶν ἡ σοφία: ἀθανάσιος: Θέλω σε ὁδηγῆσαι ἐπὶ τῷ ἀναγνῶναι, ὅτι θεὸς ἐπηγγείλατο συναναστρέφεσθαι τοῖς ἀνθρώποις· καὶ οὕτως σε ὁδηγηθέντα ἐκ τῆς γραφῆς, ἐλθεῖν εἰς σύνεσιν: ζακχαίος εἶπεν: Ἐπὶ γῆς ὤφθη ὁ θεός· καὶ συνανεστράφη τοῖς ἀνθρώποις ὅτε ἐν τῷ ναῷ τῷ ἁγίῳ ἐχρημάτιζε τοῖς προφήταις, καὶ τοῖς πατριάρχαις;

ἀθανάσιος εἶπε: Μετὰ ταῦτα εἴρηται ἐπὶ τῆς γῆς ὤφθη· καὶ τοῖς ἀνθρώποις συνανεστράφη· δηλονότι μετὰ τὸν νόμον· καὶ ἔτι ὁμοίως εἴρηται παρὰ τῷ προφήτῃ ἡσαίᾳ· λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς, καὶ τὰς τρίβους τῶν ὁδῶν ὑμῶν ταράττουσιν· ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν κύριος. καὶ στήσει τὸν λαὸν εἰς κρίσιν· αὐτὸς κύριος εἰς κρίσιν ἥξει, μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ· ὑμεῖς δέ, τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου: ζακχαίος εἶπε: Δεῖξον ὅτι ἀπὸ γυναικὸς ἐγεννήθη: ἀθανάσιος: Πιστεύεις ἡσαίᾳ τῷ προφήτῃ; ζακχαίος εἶπε: Ναί: ἀθανάσιος: Ἄκουσον αὐτοῦ λέγοντος· καὶ θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυστοι· ὅτι παιδίον ἐγεννήθη ἡμῖν υἱός, καὶ ἐδόθη ἡμῖν. οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ. καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος· θαυμαστὸς σύμβουλος· θεὸς ἰσχυρὸς ἐξουσιαστής· ἄρχων εἰρήνης· πατὴρ τοῦ μέλλοντος αἰῶνος: ζακχαίος εἶπε: Καθὼς οὖν λέγεις, ἡ σοφία τοῦ θεοῦ ἀπέθανεν;

ἀθανάσιος: Ἐὰν σοὶ μὴ ἀναγνῶ ὅτι θέλων ἀπέθανεν, καταγίνωσκέ μου ὡς ἀμαθοῦς· ἐὰν δὲ ἀναγνῷς, φοβήθητι καταγελῶν· μὴ εὑρεθῇς ἐν ἡμέρᾳ κρίσεως καὶ εἴπῃς· ὅτι οὗτός ἐστιν ὃν ἔσχομεν εἰς καταγέλωτα: ζακχαίος εἶπε: Δεῖξον ἀπὸ τῶν γραφῶν καὶ πείθομαι: ἀθανάσιος: Τέως ὁμολόγησον ὅτι ὁ θεὸς ἐτέχθη ἐπὶ τῆς γῆς· καὶ οὗτός ἐστιν ὁ ἐμμανουήλ, περὶ οὗ εἶπεν ὁ προφήτης ἡσαίας: ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει· καὶ τέξεται υἱόν· καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ᾽ ἡμῶν ὁ θεός· ἵνα σε εἰς τοῦτο προκόψαντα πείσω· ὅτι θέλων ἀπέθανεν ὑπὲρ πάντων ἡμῶν: ζακχαίος εἶπε: Πᾶς γὰρ ἄνθρωπος δίκαιος οὔκ ἐστι θεός: ἀθανάσιος: Ἀλλ᾽ οὐδεὶς ἐμμανουήλ, οὐδεὶς ἐκ παρθένου: ζακχαίος εἶπεν: Ἔχεις γὰρ πεῖσαί με ὅτι παρθένος οὖσα ἐγέννησεν ἡ μαρία; ἀθανάσιος εἶπεν: Ὁ προφήτης εἶπεν· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει· καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ ἐμμανουήλ· ὅ ἐστι μεθερμηνευόμενον μεθ᾽ ἡμῶν ὁ θεός: ζακχαίος εἶπεν: Ἰδοὺ ἡ νεᾶνις εἴρηται καὶ οὐχ ἡ παρθένος: ἀθανάσιος: Καὶ ποῖον σημεῖον νεάνιδα 〈μὴ〉 παρθένον ἐξ ἀνδρὸς συλλαβοῦσαν τεκεῖν, τοῦ θεοῦ λέγοντος· αἴτησαι σημεῖον εἰς βάθος ἢ εἰς ὕψος· καὶ τοῦ προφήτου εἰρηκότος· οὐ μὴ αἰτήσω οὐδὲ μὴ πειράσω κύριον· καὶ διὰ τοῦτο ἐπαγαγόντος· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα;

διὰ τοῦτο αὐτὸς κύριος δώσει ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει· καὶ τέξεται υἱόν· καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ ἐμμανουήλ. τὸ μέγα σημεῖον, ὃ αὐτὸς κύριος ἀντὶ πάντων παρέσχεν, τοῦτο ἦν· ἵνα γυνὴ νεωτέρα συλλαβοῦσα [οὐκ] ἐξ ἀνδρὸς τέκῃ υἱόν, ἕνα τῶν κατὰ συνήθειαν ἀνθρώπων; ζακχαίος εἶπεν: Τὸ σημεῖον ἦν τοῦτο· ὅτι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, ἔλαβε τὴν δύναμιν δαμασκοῦ, καὶ τὰ σκῦλα σαμαρείας: ἀθανάσιος: Ποῖον παιδίον πρὶν ἢ γνῶναι καλεῖν πατέρα ἢ μητέρα, ἠπείθησε πονηρά, τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν· καὶ ἔλαβε τὴν δύναμιν δαμασκοῦ καὶ τὰ σκῦλα σαμαρείας· εἰ μὴ μόνος ὁ χριστός; κειμένου γὰρ αὐτοῦ ἐπὶ τῆς φάτνης, ἦλθον οἱ μάγοι ἀποσταλέντες ἀπὸ ἡρώδου, ἀναζητῆσαι καὶ μηνῦσαι αὐτῷ. Καὶ τοῦτο μὲν οὐκ ἐποίησαν ὃ ἐπεζήτησεν ὁ ἡρώδης· προσκυνήσαντες δὲ αὐτῷ, δεδώκασι χρυσόν, λίβανον, καὶ σμύρναν. ἵνα πληρωθῇ τὸ εἰρημένον· πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν δαμασκοῦ, καὶ τὰ σκῦλα σαμαρείας: ζακχαίος εἶπε: Δαμασκηνοὶ γὰρ ἦσαν οἱ μάγοι; ἀθανάσιος: Παρὰ τῇ γραφῇ οἱ τὰ τοιαῦτα φρονοῦντες τοῖς αἰγυπτίοις, αἰγύπτιοι καλοῦνται· καὶ οἱ τὰ τοιαῦτα χαναναίοις, χαναναῖοι καλοῦνται· καὶ οἱ τὰ τοιαῦτα ἀμοραίοις, ἀμοραῖοι καλοῦνται· ἀμέλει ὁ προφήτης βοᾷ κατὰ τοῦ ἔθνους ὑμῶν· ὁ πατὴρ ὑμῶν ἀμοραῖος· ἡ γῆ ὑμῶν χετταία.

οὕτως καὶ ἐπὶ τοὺς μάγους, τὰ αὐτὰ φρονοῦντα〈ς〉 δαμασκηνοῖς 〈καὶ σαμαρείταις, δαμασκηνοὺς〉 καὶ σαμαρείτας ἐκάλεσεν: ζακχαίος εἶπεν: Διὰ τί εἴπερ ἔμελλεν ὁ χριστὸς ὃν λέγεις ἐπιδημεῖν, οὐ φανερῶς ἔλεγον οἱ προφῆται ὅτι τάδε ἔσται· ἀλλὰ σποράδην μαρτύριά μοι φέρεις, ποτὲ τούτου τοῦ προφήτου, ποτὲ ἄλλου, καὶ ποτὲ ἑτέρου; μὴ οὐκ ἠδύνατο εἷς αὐτῶν ἐκ τοῦ φανεροῦ εἰπεῖν· ὅτι μέλλει ἡ σοφία τοῦ θεοῦ σαρκοῦσθαι, καὶ τόδε παθεῖν καὶ τάδε ποιῆσαι; ἀθανάσιος: Τί τοσούτων εἰρηκότων οὐκ ἐπείσθητε; καὶ ἑνὶ λέγοντι, πῶς ἂν ἐπείσθητε; ζακχαίος εἶπε: Καὶ ὅλοι ἐκ τοῦ φανεροῦ, διὰ τί μὴ εἶπον· ἵνα μηδεὶς σκανδαλισθῇ; ἀθανάσιος: Καὶ πῶς ἔτι μυστήριον ἦν τὸ κηρυττόμενον, εἰ φανερῶς ἐκηρύττετο; ἄλλως τε δὲ καὶ ἐγίνωσκεν ὁ θεὸς ὅτι ἔθνος πονηρὸν ἔστε· καὶ λαὸς πλήρης ἁμαρτιῶν· διὰ τοῦτο διὰ παραβολῶν εἶπε ταῦτα. ἵνα μὴ ἀκούσαντες ὅτι μέλλει χριστὸς γεννᾶσθαι. καὶ μέλλουσι τὰ ἔθνη κληρονομία γίνεσθαι τοῦ θεοῦ, καύσετε τὰς βίβλους, ὑπὲρ τοῦ μὴ ἀναγνόντα τὰ ἔθνη σωθῆναι. καὶ γὰρ διὰ τοῦτο αὐτὸν ἐσταυρώσατε, ἐπεὶ δὴ ἔλεγεν, ἀρθήσεται ἀφ᾽ ὑμῶν ὁ ἀμπελών. καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρπούς. πῶς οὐκ ἂν καὶ τὰς βίβλους ἐκαύσατε, οἱ καὶ τὸν δεσπότην σταυρώσαντες καὶ τοὺς κηρύξαντας λιθοβολήσαντες;

ὅτι εἰ καὶ φανερῶς ἦσαν κηρύξαντες, τὰ αὐτὰ ἂν ἐποιήσατε, οὐκ ἐστὶν ἀμφίβολον· εἰ γὰρ μετὰ τὰ φανερὰ ἐν αἰγύπτῳ σημεῖα, καὶ τὰ ἐν τῇ ἐρυθρᾷ ἐξαίσια, καὶ τὰ μετὰ ταῦτα παράδοξα, ἐπὶ εἰδωλολατρείαν ἐτράπητε εἰπόντες τῷ ἀαρὼν ποίησον ἡμῖν θεούς, πῶς οὐκ ἐστὶν ὁμολογούμενον ὅτι τοιαύτης ὄντες προαιρέσεως, τὰ αὐτὰ ἐποιήσατε; ζακχαίος εἶπεν: Οὐκ αἰσχύνῃ δεσπότου καὶ θεοῦ, καὶ δυνάμεως καὶ σοφίας σταυρὸν λέγων; ἀθανάσιος: Οἱ προφῆται οὐκ ᾐσχύνθησαν εἰπεῖν, ἐγὼ πῶς αἰσχυνθῶ; ζακχαίος εἶπε: Καὶ ἔχεις δεῖξαι ὅτι οἱ προφῆται σταυροῦσθαι αὐτὸν εἰρήκασιν; ἀθανάσιος: Πρῶτον μωσῆς λέγει· καὶ ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην, ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν. καὶ οὐ μὴ πιστεύσετε τῇ ζωῇ ὑμῶν· τὸ πρωὶ ἐρεῖς πῶς ἂν γένοιτο ἑσπέρα, καὶ τὸ ἑσπέρας ἐρεῖς πῶς ἂν γένοιτο πρωί; ἀπὸ γὰρ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. καὶ ἀπὸ ἐνάτης πάλιν ὤφθη τὸ φῶς ὥστε λέγειν τοὺς ὁρῶντας· πῶς ἐγένετο ἑσπέρα· ὅ ἐστι σκότος.

καὶ πάλιν πῶς ἐγένετο πρωί· ὅ ἐστι φῶς: ζακχαίος εἶπεν: Ἀπὸ τῆς παλαιᾶς με διαθήκης πεῖσον, ὅτι δεῖ αὐτὸν σταυρωθῆναι: ἀθανάσιος: Τὸ ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην, ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν, καὶ οὐ μὴ πιστεύσετε τῇ ζωῇ ὑμῶν, τῆς παλαιᾶς ἐστὶ διαθήκης· καὶ τὸ πρωὶ ἐρεῖς πῶς ἐγένετο ἑσπέρα, καὶ τὸ ἑσπέρας πῶς ἐγένετο πρωί, ὁμοίως τῆς παλαιᾶς ἐστίν: ζακχαίος εἶπεν: Ἀλλὰ τοῦτο οὔκ ἐστιν σταυρὸς οὐδὲ θάνατος: ἀθανάσιος: Ἐὰν λέγῃ ἡσαΐας· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; ἀνηγγείλαμεν ἐνώπιον αὐτοῦ ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ· οὐκ ἔστιν εἶδος αὐτοῦ οὐδὲ δόξα. καὶ εἴδομεν αὐτὸν καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον ἐκλεῖπον παρὰ πάντας τοὺς ἀνθρώπους· ἐὰν δὲ λέγῃ καὶ ὁ δαυίδ· ὤρυξαν χεῖράς μου καὶ πόδας μου. διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς· καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον, πῶς οὐ νοεῖς τὸν σταυρόν; ζακχαίος εἶπεν: Οὐδὲ οὕτως θανάτου ἐμνήσθης: ἀθανάσιος: Ἄνθρωπος ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστρεψεν τὸ πρόσωπον· ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. αὐτὸς τὰς ἁμαρτίας ἡμῶν αἴρει, καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν ὀδυνᾶται· καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει· αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ᾽ αὐτῷ, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν.

πάντες ὡς πρόβατα ἐπλανήθημεν· ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη· καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν· καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη. καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὗτος οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη, τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται· ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ ἤχθη εἰς θάνατον· καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ. ὅτι ἀνομίαν οὐκ ἐποίησεν· οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ: καὶ βούλεται κύριος καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς· ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον· καὶ βούλεται κύριος ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ φῶς. καὶ πλάσαι τῇ συνέσει, δικαιῶσαι δίκαιον, εὖ δουλεύοντα πολλοῖς· καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνήσει. διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα· ἀνθ᾽ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη· καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκεν. καὶ διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθη.

ζακχαίος εἶπεν: Ὅλα ἃ εἴρηκας, περὶ ἀνθρώπου εἴρηκας εἰρηκέναι τὸν προφήτην: ἀθανάσιος: Περὶ βραχίονος κυρίου γενομένου, βραχίονα θεοῦ ἀκούων, δύναμιν θεοῦ νοεῖ· οὐ γὰρ ἐκ μελῶν σύγκειται τὸ θεῖον: ζακχαίος εἶπεν: Ἤκουσα αὐτοῦ λέγοντος· ἄνθρωπος ἐν τιμῇ ὤν, καὶ εἰδὼς φέρειν μαλακίαν: ἀθανάσιος: Φαίνῃ μοι 〈μὴ〉 προσέχων τοῖς εἰρημένοις. ἤκουσας αὐτοῦ λέγοντος· Κύριε τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν. καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; ἀνηγγείλαμεν ἐνώπιον αὐτοῦ ὡς παιδίον: ζακχαίος εἶπεν: Ὁ βραχίων κυρίου, ἣν λέγεις δύναμιν, ἐτράπη καὶ ἐγένετο παιδίον; ἀθανάσιος: Οὐκ ἐτράπη, μὴ γένοιτο· ἀλλὰ λαβὼν σάρκα, καὶ ὡς ἐν ναῷ τῇ σαρκὶ οὖσα ἡ δύναμις ἐγένετο ἄνθρωπος· κατὰ σάρκα μὲν οὖσα ἄνθρωπος, ὢν δὲ θεὸς κατὰ πνεῦμα. καὶ ὡς μὲν ἄνθρωπος, ἐπὶ σφαγὴν ἤγετο· ὡς δὲ θεὸς ἐλάμβανε τὴν ἁμαρτίαν τοῦ κόσμου. διὰ γὰρ 〈τοῦτο〉 καὶ αὐτὸς κληρονομήσει πολλούς· καὶ τῶν ἰσχυρῶν δαιμόνων διεμέρισε τὰ σκῦλα λαβών· οὓς ἐκ πολλοῦ σκυλεύσαντες ἦσαν ἀνθρώπους.

ἀνθ᾽ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη 〈quia inter duos latrones suspensus quasi impius reputatus est〉 τοῦ νόμου λέγοντος· ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου: ζακχαίος εἶπεν: Ἴδε οὖν ἐπικατάρατός ἐστιν: ἀθανάσιος: Διὰ τοῦτο δοθήσονται οἱ πονηροὶ ἀντὶ τοῦ θανάτου αὐτοῦ· καὶ οἱ πλούσιοι, ἀντὶ τῆς ταφῆς αὐτοῦ· ὅτι μετὰ τῶν ἀνόμων αὐτὸν ἐλογίσαντο: ζακχαίος εἶπεν: Ὡς ὁ προφήτης λέγει· τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται· ἐγὼ δὲ ἰησοῦ λέγω τὴν γενεάν· υἱὸς γὰρ ἦν τοῦ ἰωσήφ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἰάκωβ καὶ ἰωσή, καὶ ἰούδας, καὶ σίμων. καὶ ἡ μήτηρ μαρία: ἀθανάσιος: Διὰ τοῦτο εἶπεν ὁ προφήτης· τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ἐὰν μή τις ᾖ σοφός, οὐ δύναται γνῶναι, ὅτι ἐκ πνεύματος ἁγίου καὶ μαρίας τῆς παρθένου γεγέννηται: ζακχαίος εἶπε: Τὸ πνεῦμα τὸ ἅγιον ἀντὶ ἀνδρὸς ἐμίγη τῇ μαρίᾳ; ἀθανάσιος: Ὁρᾷς ὅτι ζητεῖται σοφός, ὁ δυνάμενος νοῆσαι ὅτι πνεῦμα ἅγιον μίξιν σωματικὴν οὐκ ἔχει: ζακχαίος εἶπε: Σὺ εἶπας ἐκ πνεύματος ἁγίου καὶ μαρίας τῆς παρθένου γεγέννηται: ἀθανάσιος: Ἀλλ᾽ οὐ κατὰ μίξιν, ἀλλὰ κατὰ δημιουργίαν. ὡς γὰρ ὁ πρῶτος ἄνθρωπος ἐκ θεοῦ, καὶ τῆς γῆς· οὐ κατὰ μίξιν, ἀλλὰ κατὰ δημιουργίαν· οὕτως ἄκουε καὶ χριστὸν ἐκ πνεύματος ἁγίου καὶ μαρίας τῆς παρθένου: ζακχαίος εἶπε: Διά τί οὖν αὐτὸν καὶ χριστὸν λέγετε.