Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Διάλογος Ἀθανασίου καὶ Ζακχαίου

Μέγας Αθανάσιος

Οι προφητείες του Δανιήλ περί της αιώνιας βασιλείας και του χρόνου ελεύσεως του Χριστού

Εξέταση των εσχατολογικών οραμάτων του Δανιήλ, του ενυπνίου του Ναβουχοδονόσορα, της μορφής του Υιού του Ανθρώπου και του καθορισμού του χρόνου μέσω των εβδομήντα εβδομάδων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 6 από 7

ἀθανάσιος: Ὄρος λέγει τὴν παρθένον μαριάμ· διὰ γὰρ τοῦτο καὶ ἄνευ χειρῶν, διὰ τὸ ἄνευ χειρουργίας ἀνδρὸς αὐτὴν γεννῆσαι τὸν λίθον, τοῦτ᾽ ἐστὶ τὸ σῶμα· λέγει δὲ ἡ προφητεία· ναβουχοδονόσορ εἶδεν ἐνύπνιον· τὸ δὲ ἐνύπνιον ἀπῆλθεν ἀπ᾽ αὐτοῦ, τουτέστιν ἐπελάθετο· καὶ καλέσας τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους καὶ τοὺς σοφοὺς βαβυλῶνος, ἔλεγεν αὐτοῖς· ὅτι τὸ ἐνύπνιον ἀπέστη ἀπ᾽ ἐμοῦ. νῦν ἀναγγείλατέ μοι αὐτό, καὶ τὸ σύγκριμα αὐτοῦ τοῦ ἐνυπνίου. καὶ τῶν μάγων καὶ τῶν ἐπαοιδῶν λεγόντων ὅτι οὐκ ἔστιν ἄνθρωπος ἐπὶ τῆς γῆς ὃς δυνήσεται τὸ ῥῆμα τοῦ βασιλέως ἀναγγεῖλαι, ἀλλ᾽ ἢ θεοί, ὧν οὐκ ἔστιν ἡ κατοικία ἐπὶ τῆς γῆς. ἐκέλευσε ναβουχοδονόσορ πάντας ἀπολέσθαι τοὺς ἐπαοιδούς, καὶ τοὺς μάγους, καὶ τοὺς σοφούς· καὶ γνοὺς τοῦτο τὸ πρᾶγμα τοῦ βασιλέως ὁ δανιήλ, ἠξίωσε δοθῆναι αὐτῷ τῶν τριῶν ἡμερῶν προθεσμίαν. καὶ λαβὼν παρὰ τοῦ βασιλέως, εἰσελθὼν εἰς τὸν οἶκον αὐτοῦ· ἐδεήθη τοῦ κυρίου, καὶ ἀπεκαλύφθη αὐτῷ τὸ ἐνύπνιον ὃ εἶδεν ὁ βασιλεύς, καὶ τὸ σύγκριμα αὐτοῦ· ἦν δὲ τὸ ἐνύπνιον τοῦτο.

εἰκών, ἧς ἡ πρόσοψις ὑπερφερής· ἡ ὅρασις αὐτῆς φοβερά· ἡ κεφαλὴ χρυσίου καθαροῦ, αἱ χεῖρες καὶ τὸ στῆθος καὶ οἱ βραχίονες αὐτῆς ἀργυροῖ· ἡ κοιλία καὶ οἱ μηροὶ χαλκοῖ· αἱ κνῆμαι σιδηραῖ· οἱ πόδες μέρος μέν τι σιδηροῦν, μέρος δέ τι ὀστράκινον· ἐθεώρει ἕως ἐτμήθη λίθος ἐξ ὄρους ἄνευ χειρῶν· καὶ ἐπάταξε τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους· καὶ ἐλέπτυνεν αὐτοὺς εἰς τέλος· τότε ἐλεπτύνθησαν εἰς ἅπαξ, τὸ ὄστρακον, ὁ σίδηρος, καὶ ὁ χαλκός· ὁ ἄργυρος καὶ ὁ χρυσός· καὶ ἐγένετο ὡσεὶ κονιορτός, ἀπὸ ἅλωνος θερινῆς· καὶ ἐξῆρεν αὐτὰ τὸ πλῆθος τοῦ πνεύματος· καὶ τόπος οὐκ εὑρέθη αὐτοῖς· καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα, ἐγεννήθη ὄρος μέγα, καὶ ἐπλήρωσεν πᾶσαν τὴν γῆν· τοῦτο οὖν τὸ ἐνύπνιον τοῦ βασιλέως· καὶ ἑρμηνεύει δανιὴλ τὸ ἐνύπνιον· ἦν δὲ διάφορον εἰκόνα λέγων, διαφόρους βασιλειάς, καὶ τὸν λίθον βασιλείαν· ἥτις εἰς τοὺς αἰῶνας οὐ διαφθαρήσεται.

ἔστι δὲ αὕτη ἡ χριστοῦ βασιλεία λίθῳ παρεικασθεῖσα, διὰ τὸ προσκόψαι ἐν αὐτῇ τοὺς πατέρας ὑμῶν: ζακχαίος: Νῦν ἀκούω ὅτι ὁ χριστὸς ὑμῶν λίθῳ παρείκασται: ἀθανάσιος: Ἀεὶ τὰ ἀφανῆ καὶ ἀόρατα, διὰ παραβολῶν φανερῶν ἀναγινώσκονται· ἢ οὐκ ἤκουσας τοῦ θεοῦ διὰ τοῦ προφήτου λέγοντος· καὶ ἔσομαι ὡσεὶ πάνθηρ τῷ ἐφραὶμ καὶ ὡσεὶ πάρδαλις τῷ οἴκῳ ἰούδα· καὶ ἐν ἄλλῳ· καὶ ἀπαντήσω αὐτοῖς ὡς ἄρκος ἀπορουμένη· ἄρα ἄρκῳ καὶ τοῖς ἄλλοις ζώοις παραβαλλόμενον τὸ θεῖον ὑβρίζεται; ζακχαίος εἶπε: Μὴ γὰρ ἀληθῶς ἄρκος ἐγένετο ὁ θεός; διὰ τὸ φοβερὸν λέγει: ἀθανάσιος: Οὕτως διὰ τοὺς πολλοὺς προσκόψαι, κατ᾽ ἐπίνοιαν εἰς τὸν χριστόν, λίθος ἐκλήθη· ἄκουε δὲ καὶ ἄλλης προφητείας εἰς τὸν χριστὸν ἐκ τοῦ αὐτοῦ προφήτου· ἐθεώρουν φησὶ καὶ τέσσαρα θηρία μεγάλα· ἀνέβαινον ἐκ τῆς θαλάσσας, διαφέροντα ἀλλήλων· τὸ πρῶτον ὡσεὶ λέαινα, ἔχουσα πτερὰ καὶ τὰ πτερὰ αὐτῆς ὡσεὶ ἀετοῦ· ἐθεώρουν ἕως οὗ ἐξετείλοι τὰ πτερὰ αὐτῆς· καὶ ἐξήρθη ἀπὸ τῆς γῆς· καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἐστάθη· καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῇ.

καὶ ἰδοὺ θηρίον δεύτερον ὅμοιον ἄρκῳ, καὶ εἰς μέρος ἓν ἐστάθη· καὶ τρία πλευρὰ ἐν τῷ στόματι αὐτῆς ἀνὰ μέσον τῶν ὀδόντων αὐτῆς· καὶ οὕτως ἔλεγον αὐτῇ· ἀνάστηθι καὶ φάγε σάρκας πολλάς· ὀπίσω τούτου ἐθεώρουν καὶ ἰδού, θηρίον ὡσεὶ πάρδαλις· καὶ αὐτὴ πτερὰ τέσσαρα, πετεινοῦ ὑπεράνω αὐτῆς, καὶ τέσσαρες κεφαλαὶ τῷ θηρίῳ· καὶ ἐξουσία ἐδόθη αὐτῇ. ὀπίσω τούτου ἐθεώρουν, καὶ ἰδοὺ τέταρτον θηρίον φοβερὸν καὶ ἔκθαμβον, καὶ ἰσχυρὸν περισσῶς· [οἱ ὀδόντες αὐτοῦ σιδηροῖ· ἐσθίων· λεπτύνων καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει καὶ αὐτὸ ἰσχυρὸν περισσῶς] παρὰ πάντα τὰ θηρία τὰ ἔμπροσθεν αὐτοῦ· καὶ δέκα κέρατα αὐτῷ· προενόουν τοῖς κέρασιν αὐτοῦ· καὶ ἰδοὺ κέρας ἕτερον μικρὸν ἀνέβη ἐν μέσῳ αὐτῶν· καὶ τρία κέρατα αὐτοῦ τῶν ἔμπροσθεν αὐτοῦ ἐξερριζώθη ἀπὸ προσώπου αὐτοῦ· καὶ ἰδοὺ ὀφθαλμοὶ ὡς ὁ ὀφθαλμὸς ἀνθρώπου ἐν τῷ κέρατι τούτῳ, καὶ στόμα λαλοῦν μεγάλα· ἐθεώρουν ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθητο· καὶ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών· καὶ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρός· οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον· ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ· καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ· κριτήριον ἐκάθισε καὶ βίβλοι ἠνεῴχθησαν.

ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος· καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε καὶ προσηνέχθη αὐτῷ· καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμή, καὶ ἡ βασιλεία· καὶ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι, δουλεύσουσιν αὐτῷ· ἡ ἐξουσία αὐτοῦ, ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται· καὶ ἡ βασιλεία αὐτοῦ, οὐ διαφθαρήσεται· ἔφριξε τὸ πνεῦμά μου, ἐγὼ δανιήλ· καὶ ἡ ὅρασις τῆς κεφαλῆς μου ἐτάρασσέ με· καὶ προσῆλθον ἑνὶ τῶν εἱστηκότων· καὶ τὴν ἀκρίβειαν ἐζήτουν παρ᾽ αὐτοῦ μαθεῖν περὶ πάντων τούτων· καὶ εἶπέ μοι τὴν ἀκρίβειαν, καὶ τὴν σύγκρισιν εὔλογον ἐγνώρισέ μοι· ταῦτα τὰ θηρία τὰ τέσσαρα, τέσσαρες βασιλεῖαι ἀναστήσονται ἐπὶ τῆς γῆς, αἳ ἀρθήσονται καὶ παραλήψονται τὴν βασιλείαν ἅγιοι ὑψίστου· καὶ καθέξουσιν αὐτήν, ἕως αἰῶνος αἰώνων: ζακχαίος εἶπε: Καὶ τίνες εἰσὶν αἱ τέσσαρες βασιλεῖαι, καὶ τίνες οἱ ἅγιοι; ἀθανάσιος: Ὁ παλαιὸς ἡμερῶν τίς ἐστίν; εἰ οἶδας εἰπέ: ζακχαίος εἶπεν: Ἐγὼ λέγω ὁ θεός· τίνι γὰρ ἄλλῳ χίλιαι χιλιάδες λειτουργοῦσιν· καὶ μύριαι μυριάδες παραστήκουσιν, εἰ μὴ τῷ θεῷ; ἀθανάσιος: Καλῶς εἶπας· καὶ ὁ ἐλθὼν μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὁμοίωμα ἔχων υἱοῦ ἀνθρώπου, τίς ἦν;

ζακχαίος εἶπεν: Ὁ χριστός: ἀθανάσιος: Καὶ οἱ ἅγιοι δηλονότι οἱ τὴν βασιλείαν καθέξοντες, οἱ δυνάσται αὐτοῦ· καὶ οἱ τέσσαρες βασιλεῖς, οἱ τῶν τεσσάρων μερῶν τῆς οἰκουμένης βασιλεῖς, καὶ αὐτῶν τῶν ἁγίων εὐχόμενοι εἶναι δοῦλοι: ζακχαίος εἶπεν: Ἀλλ᾽ οὐ τὸν χριστὸν εἶπον ὃν σὺ λέγεις, ἀλλ᾽ ὃν ἡμεῖς προσδοκῶμεν: ἀθανάσιος: Καὶ πάλιν οὖν λέγω· ἐὰν ἔλθῃ ὃν σὺ προσδοκᾷς, εὑρήσει πάντα προληφθέντα παρὰ τοῦ ἀληθινοῦ· καὶ γὰρ καὶ τὰ ἔτη τῶν χρόνων συνέφθασε· καὶ παρ᾽ αὐτοῦ τοῦ προφήτου ἐδιδάχθημεν· καὶ τὰ ἔθνη ἐσώθησαν τῆς εἰδωλολατρείας λυθείσης· καὶ πάντα συνέφθασε τὰ προφητευθέντα: ζακχαίος εἶπε: Ποῦ γέγραπται ὁ χρόνος;

ἀθανάσιος: Αὐτὸς πάλιν ὁ δανιὴλ λέγει· καὶ ἔτι μου λαλοῦντος καὶ προσευχομένου καὶ ἐξαγορεύοντος τὰς ἁμαρτίας τοῦ λαοῦ μου ἰσραήλ· καὶ ῥίπτοντος τὸν ἔλεόν μου κατέναντι τοῦ θεοῦ περὶ τοῦ ὄρους κυρίου τοῦ θεοῦ τοῦ ἁγίου· καὶ ἔτι μου λαλοῦντος ἐν τῇ προσευχῇ, καὶ ἰδοὺ ὁ ἀνὴρ γαβριὴλ ὃν εἶδον ἐν τῇ ὁράσει τῇ πρώτῃ πετόμενος, ἥψατό μου ὡσεὶ ὥρᾳ θυσίας ἑσπερινῆς, καὶ συνέστησέ με· καὶ ἐλάλησε μετ᾽ ἐμοῦ καὶ εἶπεν: δανιήλ· νῦν ἐξῆλθον συνβιβάσαι σε σύνεσιν· ἐν ἀρχῇ τῆς δεήσεώς σου ἐξῆλθεν ὁ λόγος· καὶ ἐγὼ ἦλθον τοῦ ἀναγγεῖλαί σοι, ὅτι ἀνὴρ ἐπιθυμιῶν εἶ σύ· καὶ ἐννοήθητι ἐν τῷ ῥήματί σου, καὶ σύνες ἐν τῇ ὀπτασίᾳ· ἑβδομάδες ἑβδομήκοντα συνετμήθησαν ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν· τοῦ συντελεσθῆναι ἁμαρτίαν, καὶ τοῦ σφραγίσαι ἁμαρτίας, καὶ τοῦ ἀπολεῖψαι τὰς ἀδικίας, καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον· καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρίσαι ἅγιον ἁγίων· καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι, καὶ τοῦ οἰκοδομῆσαι ἱερουσαλήμ· ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτά, καὶ ἑβδομάδες ἑξήκοντα δύο· καὶ ἐπιστρέψει καὶ οἰκοδομηθήσεται πλατεῖα καὶ τεῖχος· καὶ ἐκκαινωθήσονται οἱ καιροί· καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑξήκοντα δύο· ἐξολοθρευθήσεται χρῖσμα· καὶ κρῖμα οὐκ ἔστιν ἐν αὐτῷ· καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθείρει.

ἤκουσας φανερῶς· ὅτι ἕως χριστοῦ ἡγουμένου, ἑβδομάδες ἑπτὰ ἐτῶν, καὶ ἑβδομάδες ἑξήκοντα δύο. ὅ ἐστιν ἑβδομάδες ἑξήκοντα ἐννέα· τοῦτ᾽ ἐστὶν ἔτη 〈υπγ〉. 〈Lege igitur τὸν Chronographum et inuenies a Dario filio Arshauri usque Christum esse annos CCCCLXXXIII.〉 ἐν γὰρ τῷ πρώτῳ ἔτει δαρίου λέγει ἑωρακέναι τὴν ἀποκάλυψιν ὁ προφήτης· καὶ ὅτι συμφθάσαντος τοῦ θαυμαστοῦ, ἐξολοθρεύσεται χρῖσμα καὶ κρῖμα· τοῦτ᾽ ἔστι βασιλεὺς καὶ κριτής· οὐκέτι γὰρ παρ᾽ ὑμῖν οὔτε βασιλεύς, οὔτε κριτής· ἀλλὰ καὶ ἡ πόλις καὶ τὸ ἅγιον διεφθάρη. ζακχαίος εἶπεν: Ἐπηγγείλω μοι λέγειν τὴν αἰτίαν, δι᾽ ἣν τὴν ἐκ τῶν πατέρων περιτομὴν οὐ προσίεσθε: ἀθανάσιος: ὅτι ὁ θεὸς διαταξάμενος τοῖς πατράσιν τὴν περιτομὴν αὐτὸς εἶπεν· ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος· καὶ διαθήσομαι τῷ οἴκῳ ἰούδα διαθήκην καινήν· οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἐν ἡμέρᾳ ἐπιλαβομένου τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς αἰγυπτίου· διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν· οὐκέτι γὰρ ἐν τῇ ἀκροβυστίᾳ νόμος, ἵνα μὴ 〈ᾖ〉 ἡ δόξα αὐτῶν ἐν τῇ αἰσχύνῃ ἀλλ᾽ ἐν τῇ καρδίᾳ: ζακχαίος εἶπε: Καὶ ὁ θεὸς ὁ ἐντειλάμενος τοῖς πατράσιν ἡμῶν λέγων ὅτι πᾶν ἄρσεν ὃ ἐὰν οὐ περιτμηθῇ τῇ ὀγδόῃ ἡμέρᾳ, ἐξολοθρεύσεται ἐκ τοῦ λαοῦ· οὐκέτι βούλεται τὴν περιτομήν;