Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Διάλογος κατὰ Ἀρείου

Μέγας Αθανάσιος

Η ενότητα, το συναΐδιο και η κοινή ενέργεια Πατρός και Υιού

Εξέταση της ταυτότητας και της αχώριστης συνέργειας Πατρός και Υιού, αντίκρουση της κατηγορίας του Σαβελλιανισμού και ερμηνεία των ιδιωμάτων της σαρκώσεως του Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 9

Ἀθ. εἶπεν· Λοιπὸν μετὰ πάσης ἐπιστήμης ἄρχου τῆς ζητήσεως· ὁρῶ γάρ σε ἐν μεγάλοις κακοῖς ἐνεχόμενον, εἰ καὶ τὰ μάλιστα σὺ παρελθὼν ὑπὸ αἰτίαν ἡμᾶς ἐποίησας, ὡς μὴ ὀρθῶς φρονούντων ἡμῶν περὶ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Ἄρ. εἶπεν· Πῶς φῂς τὸν Θεὸν ἀεὶ Πατέρα, ὃς μόνος Θεὸς ὢν, ἰδίᾳ βουλήσει ἔκτισεν τὸν Υἱὸν αὐτοῦ, καθὼς γέγραπται. Ἀθ. εἶπεν· Ποῦ γέγραπται, ὅτι μόνος ἐστὶν ὁ Πατήρ; Ἄρ. εἶπεν· Παρὰ Παύλῳ τῷ ἀποστόλῳ· φησὶ γάρ· «Ἡμῖν δὲ εἷς Θεὸς ἐξ οὗ τὰ πάντα.» Ἀθανάς. εἶπεν· Τὰ ἑπόμενα ἀνάγνωθι τοῦ Ἀποστόλου ῥητὰ, ἔφη γάρ· «Καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι᾽ οὗ τὰ πάντα.» Ἄρειος εἶπεν· Ὁρᾷς, ὅτι ὑπουργός ἐστι, καὶ οὐχὶ αὐτουργὸς ὁ Υἱὸς καθὼς αὐτὸς περὶ ἑαυτοῦ ἔλεξεν· «Ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ὁ Πατὴρ ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ποιεῖ.» Πρόσεχε πῶς ὑπουργὸς καὶ οὐ δημιουργός ἐστιν ὁ Υἱός.

Ἀθ. εἶπεν· Ὅρα· μὴ μάχου πρὸς τὴν ἀλήθειαν. Ὅπερ γὰρ τοῦ Παύλου ῥητὸν δοκεῖς κρατεῖν περὶ Θεοῦ Πατρὸς, τοῦτο καὶ περὶ τοῦ Υἱοῦ εὑρήσεις παρ᾽ αὐτῷ τῷ Ἀποστόλῳ λεγόμενον· φησὶ γάρ· «Καὶ αὐτὸς ἔθετο ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τοὺς δὲ εὐαγγελιστὰς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν λαῶν, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, ἀληθεύοντες δὲ ἐν ἀγάπῃ, αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλὴ, ὁ Χριστός· ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἀφῆς τῆς ἐπιχορηγίας,» καὶ τὰ ἑξῆς. Ὁρᾷς, ὅτι ἡ φωνὴ κοινῶς κατηγορεῖται Πατρὸς καὶ Υἱοῦ, καὶ σὺ μονομερῶς περὶ Πατρὸς ἐξείληφας;

Ἄρ. εἶπεν· Καλῶς ἐμνημόνευσας περὶ τούτου ὅλην τὴν περικοπὴν τοῦ Ἀποστόλου· ἀλλ᾽ ἐγὼ ἀξιοπιστότερον ἡγοῦμαι τυγχάνειν τοῦ ἀποστολικοῦ ῥητοῦ τὸ προειρημένον Κυριακὸν ὑπ᾽ ἐμοῦ λόγιον. Ἔφη γὰρ ὁ Κύριος, μὴ δύνασθαι ἀφ᾽ ἑαυτοῦ ποιεῖν οὐδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα. Ἀθ. εἶπεν· Τί ἐποίησεν ὁ Θεὸς ἐν ἀρχῇ; Ἄρ. εἶπεν· Οὐρανὸν, γῆν, θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς, καθὼς γέγραπται.

Ἀθ. εἶπεν· Οὐκοῦν λοιπόν ἐστιν ἀποδειχθῆναι παρὰ σοῦ, ποίους οὐρανοὺς, καὶ γῆν, καὶ θάλασσαν, καὶ τὰ ἐν αὐτοῖς ἐποίησεν ὁ Θεὸς ἐν πρώτοις, εἶθ᾽ οὕτως ὁ Υἱὸς αὐτοῦ ἑωρακὼς ἐποίησεν ὁμοίως τῷ Πατρὶ αὐτοῦ. Ἄρ. εἶπεν· Ἀθέμιτον ἡγοῦμαι τυγχάνειν τὸ εἰπεῖν, πρῶτον κόσμον ὑπὸ τοῦ Θεοῦ δεδημιουργῆσθαι, ἕτερον δὲ ὑπὸ τοῦ Υἱοῦ, δευτέρου μὴ δυναμένου ἀποδειχθῆναι, καταδήλου ὄντος τοῦ πράγματος παρὰ πᾶσιν, ὅτι εἷς τυγχάνει ὁ ὁρώμενος κόσμος. Ἀθ. εἶπεν· Οὐκοῦν ἀφ᾽ ἑαυτοῦ δημιουργεῖ ὁ Υἱὸς τὸ πᾶν. Ἄρ. εἶπεν· Παρακαλῶ, εἰπέ μοι, πῶς ἀφ᾽ ἑαυτοῦ; Οὐκ ἔστι δὲ ὃς λέξει τοῦτο.

Ἀθ. εἶπεν· Ὁ σοφὸς τὴν βουλὴν αὐτοῦ ποῦ εὑρίσκει; Ἄρ. εἶπεν· Ἐν τῇ σοφίᾳ αὐτοῦ. Ἀθ. εἶπεν· Χριστὸς δὲ Θεοῦ δύναμις καὶ σοφία τυγχάνει κατὰ τὸν μακάριον Παῦλον, ναὶ ἢ οὔ; Ἄρ. εἶπεν· Ὁμολογουμένως Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. Ἀθ. εἶπεν· Ἡ σοφία οὖν μὴ ἀλλαχόθεν σοφίζεται; Ἄρ. εἶπεν· Μὴ γένοιτο! Ἀθ. εἶπεν· Οὐκοῦν ἀφ᾽ ἑαυτῆς πάντα ὡς σοφία πράττει; Ἄρ. εἶπεν· Οὕτως ἔχει.

Οὐκοῦν ὁ Πατὴρ οὐδὲν ἐδημιούργησεν; Ἀθ. εἶπεν· Ἄκουε, καὶ μὴ προπετῶς λάλει, ἃ μὴ θέμις μήτε λέγειν, μήτε ἀκούειν, ὡς μὴ δυναμένου τινὸς μετατρέψαι τὰ τοιαῦτα. Πλὴν ἐπὶ τοῦ παρόντος δός μοι λόγον περὶ οὗ ἐπερωτῶ. Ὁ δυνατὸς πῶς αὐτουργεῖ;

Ἄρ. εἶπεν· Ἐν τῇ δυνάμει αὐτοῦ τὸ πᾶν πράττει. Ἀθ. εἶπεν· Χριστὸς δὲ ἀραρότως Θεοῦ δύναμις ὑπάρχει; Ἄρ. εἶπεν· Ὡμολόγηται. Ἀθ. εἶπεν· Οὐκοῦν Χριστοῦ δυνάμεως ὄντος τοῦ Θεοῦ, ἅπερ δημιουργεῖ ἡ δύναμις, τουτέστιν ὁ Χριστὸς, ταῦτα ποιεῖ ὁ Πατήρ.

Ἄρ. εἶπεν· Πῶς ἅπερ δημιουργεῖ ὁ Χριστὸς, ταῦτα δημιουργεῖ ὁ Θεός; Ἀθ. εἶπεν· Ἡ δύναμις ἀπὸ τοῦ δυνατοῦ κεχώρισται; Ἄρ. εἶπεν· Μὴ γένοιτο! Τίς γάρ ποτε ἑώρακεν ἀγωνιστὴν πάλῃ ἰδίως ἀνδριζόμενον, καταμόνας δὲ τὴν δύναμιν αὐτοῦ; Εἰ γὰρ ἦν τοῦτο, ἐπ᾽ ἀμφοτέρους ἂν ἐκομίσθη τὰ βραβεῖα, ἤτοι οἱ στέφανοι.

Ἀθ. εἶπεν· Ὀρθῶς ἔφης. Εἰ οὖν ἐπ᾽ ἀνθρώπου τοῦτο ἔδωκας, μήτε δύναμιν κεχωρισμένως τι πράττειν, μήτε μὴν τὸ σῶμα ἑτέρως ἐνεργεῖν τι, οὐκοῦν ὁ Χριστὸς, δύναμις ὢν πατρικὴ, ἀχωρίστως πάντα, ἃ πράττει ὁ Πατὴρ, πράττει ταῦτα καὶ αὐτός.

Ἄρ. εἶπεν· Ἔστω οὕτω, τὸ ἀχωρίστως δημιουργεῖν τὸν Υἱὸν σὺν τῷ Θεῷ τὸ πᾶν· μήτι δύναται καὶ ἴσος εἶναι τῷ Θεῷ, καθὼς σὺ ἤκουσας τοῦ Σωτῆρος λέγοντος· «Ὁ Πατήρ μου, ὁ πέμψας με, μείζων μου ἐστὶν;» Ἀθ. εἶπεν· Ἐρωτήσω σε· σὺ δὲ ἀποκρίθητί μοι· Ὁ Σωτήρ μου μὴ ἐναντία ἐφθέγξατο ἑαυτῷ;

Ἄρ. εἶπεν· Μὴ γένοιτο! πανταχοῦ γὰρ σύμφωνος ἑαυτῷ τυγχάνει ὁ Υἱὸς τοῦ Θεοῦ. Ἀθ. εἶπεν· Πῶς οὖν ὁ Κύριος ἐν ἄλλῳ τόπῳ φάσκει, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν; Ἄρ. εἶπεν· Σὺ Σαβέλλιος εἶ. Ἀθ. εἶπεν· Διὰ τί εἰμι Σαβέλλιος; Ἄρ. εἶπεν· Ἐπειδὴ εἶπας, Ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἕν ἐστιν. Ἀθ. εἶπεν· Μὴ καταψεύδου μου· οὐ γὰρ οὕτω φημὶ, ὅτι ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἕν ἐστιν, ἀλλ᾽ ὅτι ὁ Κύριος ἔφη· »Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Ἄρ. εἶπεν· Αὕτη ἡ αἵρεσις Σαβελλίου ἐστίν. Ἀθ. εἶπεν· Οὐκοῦν ὁ Κύριος ὁ εἰρηκὼς, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» Σαβέλλιος ἦν; Οὐ πάντες οἱ Χριστιανοὶ Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ οἴδαμεν; σὺ δὲ Σαβέλλιον καὶ διδάσκαλον αἱρέσεως αὐτὸν φῄς; Ἄρ. εἶπε· Μὴ γένοιτό μοι τοῦτο φρονῆσαι! ὁ γὰρ Σωτὴρ εἶπε περὶ συμφωνίας, ὅτι «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Ἀθαν. εἶπεν· ἕνεκεν τίνος ἔλεξε τοιάδε ὁ Κύριος; τί θέλων παραστῆσαι; τὴν συμφωνίαν κατὰ σὲ, ἢ τὴν θεότητα κατὰ τὸν ὀρθὸν λόγον; Εἰ μὲν γὰρ τὴν συμφωνίαν κατὰ σὲ, ἄρα μάρτυρας κατεσκεύαζε κατὰ τοῦ Πατρὸς, μὴ ἄρα ἀθέτησις αὐτῷ γένηται ὑπὸ τοῦ Πατρός· εἰ δὲ τοῦθ᾽ οὕτως ἔχει, ὁ Υἱὸς κατηγορεῖ τοῦ Πατρὸς κατὰ σὲ, ὡς ἀγνώμονος, καὶ μὴ μένοντος ἐν ταῖς συνθήκαις τῆς συμφωνίας τοῦ Πατρός. Εἰ δὲ καὶ τοῦθ᾽ οὕτως ἔχει, λοιπὸν νόησον ποῦ σε ἀπάγει τὸ σὸν φρόνημα.

Ἄρ. εἶπεν· Ἀλλὰ τί θέλεις ἵνα εἴπωμεν, ὅτι ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἕν ἐστιν; Ἀθ. εἶπεν· Ὁ Κύριος Ἰησοῦς οὐκ εἶπεν, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν εἰμι·» ἀλλ᾽ ἔφησεν, «ἕν ἐσμεν,» καὶ τὴν δυάδα τελείαν παρέστησεν ἐν τῷ λέξαι, «ἕν ἐσμεν.» Τὸ δὲ, «ἕν,» τὸ τῆς οὐσίας ἐσήμανε· σὺ δὲ, μὴ νοήσας, εἰς ἀτοπίαν ἐχώρησας. Ἄρ. εἶπεν· Ὁ Κύριος οὐκ εἶπεν· «Ὁ Πατὴρ, ὁ πέμψας με, μείζων μου ἐστίν;» Ἀθ. εἶπεν· Σωτὴρ οὐκ εἶπεν· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» καὶ πάλιν· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα;» Ἀλλὰ μὴν καὶ ὁ Ἀπόστολος τὴν ἰσότητα τοῦ Υἱοῦ, ἣν ἔχει πρὸς τὸν ἑαυτοῦ Πατέρα, σαφῶς ἐδήλωσε, λέγων· «Ὃς, ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· ἀλλ᾽ ἑαυτὸν ἐκένωσεν.» Ὁρᾷς, ὅτι ἴσος ἐστὶν ὁ Υἱὸς τοῦ ἰδίου Πατρὸς, καὶ οὐ μικρότερος; Ἄρ. εἶπεν· Ἀσυμφωνία πολλή μοι καταφαίνεται τῶν Γραφῶν ἐπὶ τοῦ παρόντος. Ἀθ. εἶπεν· Μὴ γένοιτο ἵνα ἄνθρωπος κατείπῃ τῶν θείων καὶ θεοπνεύστων Γραφῶν, ὡς οὐ μετὰ συμφωνίας ταῦτα πάντα φθεγγομένων! Ζυγὸς γὰρ ὥσπερ δίκαιος, οὕτω συμφωνοῦσι πρὸς ἑαυτὰς πᾶσαι αἱ Γραφαί. Ἄρ. εἶπεν· Πῶς συμφωνοῦσιν;

Ὁ Σωτὴρ ἔφη· «Ὁ Πατὴρ ὁ πέμψας με, μείζων μου ἐστί·» πάλιν ὁ αὐτὸς λέγει· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·» καὶ ἑτέρως· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα·» δι᾽ οὗ σημαίνει τὴν ἀπαράλλακτον αὐτοῦ ἰδέαν, ἣν ἔχει πρὸς τὸν ἑαυτοῦ Πατέρα· ὡς καὶ ὁ Παῦλός φησι ἴσον τὸν Υἱὸν τοῦ ἰδίου Πατρὸς τυγχάνειν. Ἀθ. εἶπεν Ἄνθρωπε, ἄκουε καὶ σύνες, ὅτι οὐκ ἀπέζευκται ἐκεῖνο τὸ κεφάλαιον, τὸ φάσκον· «Ὁ Πατήρ μου, ὁ πέμψας με, μείζων μου ἐστί,» τῶν λοιπῶν κεφαλαίων. Ἄρ. εἶπεν· Ἐὰν τοῦτο ἀποδείξῃς, ὅπερ ἀνεγχώρητόν ἐστι, τάχα κἀμὲ ποιήσεις τῷ σῷ φρονήματι ἐπακολουθῆσαι.

Ἀθ. εἶπεν· Ὁ τοῦ Θεοῦ Υἱὸς Θεός ἐστιν, ἢ οὔ; Ἄρ. εἶπεν· Θεὸς κτισθεὶς ὑπὸ Θεοῦ. Ἀθ. εἶπεν· Ὡς θέλεις, ἀποκρίθητί μοι περὶ οὗ ἐρωτῶ. Ὁ τοῦ Θεοῦ Υἱὸς πάντα ἐποίησεν, ναὶ, ἢ οὔ; Ἄρ. εἶπεν· Προαποδέδοται, ὅτι πάντα ἐποίησεν, ὡς δύναμις καὶ σοφία τυγχάνων Θεοῦ. Ἀθ. εἶπεν· Οὐκοῦν πάντα περιέχει τὰ ὑπ᾽ αὐτοῦ ποιηθέντα, ἤτοι ὁρατὰ ἤτοι ἀόρατα ὁ τοῦ Θεοῦ Υἱός. Ἄρ. ἔφη· Οὕτως ἔχει.

Ἀθ. εἶπεν· Πανταχοῦ οὖν πάρεστι τῇ οὐσίᾳ τῆς μεγαλοσύνης αὐτοῦ. Ἐὰν εἴπῃς, ὅτι οὐ πάρεστι πανταχοῦ, ἄρα μείζονα ἐρεῖς τὰ γενόμενα τοῦ δημιουργοῦ. Ἄρ. εἶπεν· Πάρεστι πανταχοῦ. Ἀθ. εἶπεν· Εἰ οὖν παρὼν τυγχάνει πανταχοῦ ὁ τοῦ Θεοῦ Λόγος, πῶς λέγεις τὸ, «Ὁ Πατήρ μου ὁ πέμψας με, μείζων μου ἐστίν,» ἀπόδος μοι τὸν λόγον. Ἄρ. εἶπεν· Ἀπορῶ περὶ τούτου, ἀλλ᾽ ἀξιῶ, φράσον μοι, τίνι λόγῳ εἶπεν ὁ Σωτὴρ μείζονα ἑαυτοῦ τὸν Πατέρα; Ἀθ. εἶπεν· Ἐὰν μὴ πρότερόν μοι εἴπῃς, ὃ ἐπερωτῶ, οὐ μή σοι εἴπω, ὅπερ θέλεις. Ἄρ. εἶπεν· Λέγε, ὃ βούλει. Ἀθ. εἶπεν· Οἱ ἄγγελοι ἀσώματοι τυγχάνουσιν, ἢ ἄνθρωποι;

Ἄρ. εἶπεν· Ἄνθρωποι ἐν σώματι τυγχάνουσιν, ἄγγελοι δὲ πνεύματα ὄντες, ἀσώματοί εἰσιν. Ἀθ. εἶπεν· Τίνες οὖν κοπιῶσιν, ἄνθρωποι, ἢ ἄγγελοι; Ἄρ. εἶπεν· Ἄγγελοι ἀσώματοι τυγχάνουσι, πρὸς τὸ διακονοῦντας αὐτῷ καμάτου πεῖραν μὴ λαβεῖν· ἀνθρώπῳ δὲ τῷ κάμνειν ἴδιον, διὰ τὴν τοῦ σώματος βαρεῖαν ὁλκήν. Ἀθ. εἶπεν· Ὁ οὖν Κύριος πῶς ἐκοπίασε; γέγραπται γὰρ, «Ἰησοῦς δὲ κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας, ἐκαθέζετο. Ἄρ. εἶπεν· Συνήγαγές με, ὡς ἠθέλησας ἐκ τοῦ παραδείγματος τῶν ἀγγέλων καὶ τῶν ἀνθρώπων, οὐχ ὡς Θεὸς Λόγος ἐκοπίασεν, ἀλλ᾽ ἵνα φανῇ, ὅτι σάρκα, ἣν οὐκ εἶχε πρότερον ὁ Λόγος καὶ Θεὸς, ταύτην ἀνέλαβε· διὰ τοῦτο τῇ σαρκὶ συνεχώρησε πάσχειν τὰ ἴδια, ἵνα φανῇ ὅτι σάρξ ἐστιν.

Ἀθ. εἶπεν· Μέμνησο, ὅτι προωμολόγηται, ὅτι πανταχοῦ πάρεστιν ὁ Λόγος καὶ Θεός. Ἄρ. εἶπεν· Ἀραρότως. Ἀθ. εἶπεν· Εἰ οὖν πανταχοῦ πάρεστιν, τίνος ἕνεκεν ἔφασκεν, »Ὁ Πατήρ μου ὁ πέμψας με, μείζων μου ἐστίν;» Ἄρ. εἶπεν· Παρακαλῶ σε, μὴ ὀκνήσῃς ἀποκαλῦψαι τὸ κάλυμμα ἀπὸ τοῦ γράμματος ἐν τάχει. Λίαν γὰρ ἀνιῶμαι. Ἀθ. εἶπεν· Τίς ἐστιν ὁ κεκοπιακὼς, ἄνθρωπος, ἢ ὁ Θεὸς Λόγος;

Ἄρ. εἶπεν· Ἄνθρωπος. Ἀθ. εἶπεν· Οὐκοῦν σόν ἐστι τὸ νοῆσαι λοιπόν. Ἄρ. εἶπεν· Κατελαβόμην σου τὸν νοῦν ἐν τῷ λόγῳ τούτῳ, ὅτι τοῦ Θεοῦ Λόγου πανταχοῦ παρόντος, δῆλον ὅτι διὰ τὴν σάρκα εἶπεν, «Ὁ Πατήρ μου, ὁ πέμψας με, μείζων μου ἐστίν,» τὴν βαδίζουσαν καὶ κοπιῶσαν, καὶ ἀπὸ τόπου εἰς τόπον ἕτερον πορευομένην. Ἀληθῶς ὀρθῶς ἔχει τοῦτο.