Ἡνίκα δ᾽ ἂν προσστοιβασθῆναι γένηται τὴν τρίτην ὀροφὴν, ὡς πρὸ δύο ἢ τριῶν δόμων, ἀσφαλῶς ἐπίσταται, ὅτι ἤγγικε τὸ συμπέρασμα τῆς οἰκοδομῆς. Ταῦθ᾽ οὕτως ἔχει, ναὶ ἢ οὔ; Ἄρ. εἶπε· Σύμφημι ταῦθ᾽ οὕτως ἔχειν. Ἀθ. εἶπεν· Οὐκοῦν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ τὰ πάντα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ποιήσας, καὶ συναρμόσας τὸ στοιχεῖον τοῦτο, ὁ προνοούμενος καὶ οἰκονομῶν τὸν κόσμον ἕως ἄρτι, καθὼς αὐτὸς ὁ Κύριος ἔφη· «Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι,» οὐ γινώσκει πότε περαιοῖ ὅπερ αὐτὸς δημιουργεῖ; Ἔτι μὴν δοκίμασον, φημί· πορευθεὶς ἐπερώτησον περὶ συμπληρώσεως τοῦ μηνὸς ἄνδρα ἄπειρον, ὃς οὐκ ἐπίσταται, ὅτι τριάκοντα ἡμερῶν ὁ μὴν τυγχάνει, εἰ δώσει σοι ἀπόκρισιν περὶ οὗ πυνθάνῃ. Ἐὰν δὲ προσαγάγῃς τὴν πεῦσιν τῷ ἔχοντι τὴν γνῶσιν, εὐθέως ἐρεῖ σοι, ἐὰν μὲν ᾖ πέντε καὶ δεκάτην ἔχων ὁ μὴν, ὅτι μέσος ἐστίν· ἐὰν δὲ περὶ εἰκοστὴν ἑβδόμην, λέξει σοι, ὅτι περὶ συμπλήρωσιν τυγχάνει ὁ μήν. Ὁ αὐτὸς δὲ ὅρος καὶ περὶ σελήνης, ὁμοίως δὲ καὶ περὶ τοῦ ἐνιαυτοῦ· ἐὰν ἐπερωτήσῃς ἐπιστήμονα ἄνδρα, ὅτι πότε συμπληροῦται, κατὰ τὴν σύνεσιν τὴν προσοῦσαν αὐτῷ δοκιμάσας, ὅτι ἑνδέκατος μὴν πεπλήρωται, καὶ ἤρξατο ὁ δωδέκατος, ἐρεῖ σοι, ὅτι περὶ τὸ συντελεσθῆναι ἔχει.