Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Διάλογος κατὰ Ἀρείου

Μέγας Αθανάσιος

Το ζήτημα της γνώσεως της εσχάτης ημέρας υπό του Υιού

Ανασκευή του επιχειρήματος του Αρείου περί υποτιθέμενης άγνοιας του Υιού για την ημέρα της συντέλειας, μέσα από την ερμηνεία σχετικών ευαγγελικών μαρτυριών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 6 από 9

Εἰπέ μοι, εἰ δυνατὸν καὶ εἰς ἔννοιαν λαβεῖν, ὅτι ὁ Λόγος Θεὸς, ἦν ποτε καιρὸς, ὅτε οὐκ ἦν; Εἰ δὲ τοῦτο οὕτω νοηθείη, ἦν ποτε καιρὸς, ὅτε ἄλογος ἦν ὁ Θεὸς Πατήρ. Ἄρ. εἶπε· Προφορικὸν οὖν φῂς τὸν Υἱὸν Λόγον; Ἀθ. εἶπε· Μὴ γένοιτο! Τὸν γὰρ Λόγον ἐγώ φημι ἐνούσιον, καὶ οὐ ῥῆμα διαλυόμενον, οὔτε μὴν προεληλυθότα ἐκ τοῦ Θεοῦ, καὶ πάλιν εἰς τὸν Πατέρα ἀναλυθέντα κατὰ Σαβέλλιον· ἀλλὰ γεννηθέντα ἀῤῥήτως, συνυπάρχειν φημὶ τὸν Υἱὸν τῷ Πατρί. Ὡς γὰρ οὐκ ἔστι ψυχὴν ἄνευ λόγου ἐννοῆσαι, οὕτως οὐδὲ Θεὸν τὸν Πατέρα ἄνευ Υἱοῦ πιστεῦσαι. Ὥσπερ γὰρ ὁ Πατὴρ ἄναρχός ἐστιν, οὕτω καὶ ὁ Λόγος καὶ ὁ Θεὸς Υἱὸς Θεοῦ. Ἄρ. εἶπε· Πῶς ἄναρχός ἐστιν ὁ Υἱὸς, ὃς ἀγνοεῖν ὁμολογεῖ τὴν ἡμέραν τῆς συντελείας; Ἀθ. εἶπε· Λέγε μοι, ἄνθρωπε, ὅπερ ἐπερωτῶ· Ἀρχιτέκτων, λαβὼν κάλαμον, μέτρα τίθησιν· εἶτα διαγράφει ἀνώγεα καὶ κατώγεα, διόροφά φημι καὶ τριόροφα. Ἐὰν φθάσῃ περὶ τὴν πρώτην ὀροφὴν, γινώσκει, ὅτι περὶ τὴν δευτέραν ἀσχολεῖσθαι δεῖ· ἐπὰν δὲ τὴν δευτέραν στέγην συντελέσῃ, νοεῖ, ὅτι ἐγγύς ἐστι πρὸς συμπλήρωσιν τοῦ κτίσματος.

Ἡνίκα δ᾽ ἂν προσστοιβασθῆναι γένηται τὴν τρίτην ὀροφὴν, ὡς πρὸ δύο ἢ τριῶν δόμων, ἀσφαλῶς ἐπίσταται, ὅτι ἤγγικε τὸ συμπέρασμα τῆς οἰκοδομῆς. Ταῦθ᾽ οὕτως ἔχει, ναὶ ἢ οὔ; Ἄρ. εἶπε· Σύμφημι ταῦθ᾽ οὕτως ἔχειν. Ἀθ. εἶπεν· Οὐκοῦν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ τὰ πάντα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ποιήσας, καὶ συναρμόσας τὸ στοιχεῖον τοῦτο, ὁ προνοούμενος καὶ οἰκονομῶν τὸν κόσμον ἕως ἄρτι, καθὼς αὐτὸς ὁ Κύριος ἔφη· «Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι,» οὐ γινώσκει πότε περαιοῖ ὅπερ αὐτὸς δημιουργεῖ; Ἔτι μὴν δοκίμασον, φημί· πορευθεὶς ἐπερώτησον περὶ συμπληρώσεως τοῦ μηνὸς ἄνδρα ἄπειρον, ὃς οὐκ ἐπίσταται, ὅτι τριάκοντα ἡμερῶν ὁ μὴν τυγχάνει, εἰ δώσει σοι ἀπόκρισιν περὶ οὗ πυνθάνῃ. Ἐὰν δὲ προσαγάγῃς τὴν πεῦσιν τῷ ἔχοντι τὴν γνῶσιν, εὐθέως ἐρεῖ σοι, ἐὰν μὲν ᾖ πέντε καὶ δεκάτην ἔχων ὁ μὴν, ὅτι μέσος ἐστίν· ἐὰν δὲ περὶ εἰκοστὴν ἑβδόμην, λέξει σοι, ὅτι περὶ συμπλήρωσιν τυγχάνει ὁ μήν. Ὁ αὐτὸς δὲ ὅρος καὶ περὶ σελήνης, ὁμοίως δὲ καὶ περὶ τοῦ ἐνιαυτοῦ· ἐὰν ἐπερωτήσῃς ἐπιστήμονα ἄνδρα, ὅτι πότε συμπληροῦται, κατὰ τὴν σύνεσιν τὴν προσοῦσαν αὐτῷ δοκιμάσας, ὅτι ἑνδέκατος μὴν πεπλήρωται, καὶ ἤρξατο ὁ δωδέκατος, ἐρεῖ σοι, ὅτι περὶ τὸ συντελεσθῆναι ἔχει.

Ἄρ. εἶπεν· Οὕτως ἔχει τὸ εἰρημένον. Ἀθ. εἶπεν· Εἰ οὖν ἀρχιτέκτων ἐπίσταται, πότε συντελεῖ τὴν οἰκοδομὴν, καὶ ὁ ἐπιστήμων ἀνὴρ ἐκ τοῦ ἀριθμοῦ πότε συντελεῖται ὁ μὴν, ἐκ δὲ τῆς ἐμπειρίας τοῦ κυκλικοῦ δρόμου, πότε μὲν πληροῦται ἡ σελήνη, πότε δὲ μειουμένη ἀπολήγει, ποίῳ δὲ καιρῷ συντελεῖται πληρούμενος ὁ ἐνιαυτὸς οἶδε· πῶς οὖν οὐκ ἂν εἴποιμεν ἡμεῖς, ὅτι ὁ Κύριος Ἰησοῦς, ὁ ποιήσας τὸν κόσμον, καὶ ὁ μέλλων αὐτὸν συντελεῖν, ἐπίσταται τὴν ἡμέραν; Εἰ γὰρ ἠγνόει, πῶς ἐπερωτηθεὶς περὶ τῆς συντελείας τοῦ αἰῶνος τούτου, καὶ τῆς παρουσίας αὐτοῦ τῆς δευτέρας, ἠδύνατο ἀποκριθεὶς φῆσαι τὴν ἀλήθειαν; Τῶν γὰρ ἀκραιφνῶς ἐχόντων τὴν περὶ τῶν ὧδε ὄντων ἢ γινομένων γνῶσιν, ἴδιόν ἐστι τὴν ἀλήθειαν ἀφηγεῖσθαι. Ὅθεν καὶ ὁ Σωτὴρ γινώσκων ἐσήμανε τὴν ἀλήθειαν ἐπερωτηθείς. Πυθομένων γὰρ τῶν μαθητῶν, τί τὸ σημεῖον τῆς παρουσίας τοῦ Κυρίου Ἰησοῦ, καὶ τῆς συντελείας τοῦ αἰῶνος τούτου, ἀποκριθεὶς ἔφη οὕτω· «Βλέπετε, μή τις ὑμᾶς πλανήσῃ. Πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες· Ἐγώ εἰμι ὁ Χριστὸς, καὶ πολλοὺς πλανήσουσι.

Μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων. Ὁρᾶτε μὴ θροεῖσθε· δεῖ γὰρ ταῦτα γενέσθαι, ἀλλ᾽ οὔπω τὸ τέλος. Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται λιμοὶ, καὶ λοιμοὶ, καὶ σεισμοὶ κατὰ τόπους. Ταῦτα δὲ πάντα ἀρχὴ ὠδίνων. Τότε παραδώσουσιν ὑμᾶς εἰς θλίψεις, καὶ ἀποκτενοῦσιν ὑμᾶς· καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. Καὶ τότε σκανδαλισθήσονται πολλοὶ, καὶ ἀλλήλους παραδώσουσι, καὶ μισήσουσιν ἀλλήλους. Καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται, καὶ πλανήσουσι πολλούς. Καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν.

Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Καὶ κηρυχθήσεται τὸ Εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῳ τῷ κόσμῳ, εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι, καὶ τότε ἥξει τὸ τέλος.» Καὶ μετ᾽ ὀλίγα φησίν· «Ἔσται γὰρ θλίψις μεγάλη, οἵα οὐ γέγονεν ἀπ᾽ ἀρχῆς κόσμου ἕως τοῦ νῦν, οὐδ᾽ οὐ μὴ γένηται. Καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ. Τότε ἐάν τις ὑμῖν εἴπῃ· Ἰδοὺ ὧδε ὁ Χριστὸς, ἰδοὺ ἐκεῖ· μὴ πιστεύσητε·» καὶ μεθ᾽ ἕτερα· «Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν, καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Ὅπου δὲ ἂν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί. Εὐθέως δὲ μετὰ τὴν θλίψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ πεσοῦνται, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται· καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ.» Καὶ μετ᾽ ὀλίγα φησίν· «Ἀμὴν, λέγω ὑμῖν, ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, ἕως ἂν πάντα ταῦτα γένηται.

Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται· οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Περὶ δὲ τῆς ἡμέρας ἢ τῆς ὥρας οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι τῶν οὐρανῶν, εἰ μὴ ὁ Πατὴρ μόνος.» Λοιπὸν πάντως τῶν εὐφρονούντων ἐστὶν ἐπιγνῶναι ἐκ τῶν προσημανθέντων ἐκ τοῦ Σωτῆρος περὶ τῆς ἡμέρας καὶ ὥρας, ὅτι γινώσκει ἀσφαλέστατα πότε μέλλει ἔρχεσθαι καὶ ἀποκαθιστάνειν ἅπαντα, καθὼς προώρισται, πρὸς τὴν ἀδιάζευκτον αὐτοῦ βουλὴν καὶ τοῦ Πατρὸς αὐτοῦ.

Λαβὼν γὰρ τὸ Εὐαγγέλιον ἐν χερσὶν, ἀνάγνωθι τὴν περικοπὴν τοῦ Ματθαίου περὶ τοῦ ζητουμένου, καὶ ἔσται σοι πάντα κατάδηλα, ὡς οὐκ ἀγνοεῖ ὁ Κύριος περὶ τῆς ἡμέρας. Εἰ δὲ ἠγνόει, πῶς ἠδύνατο τὰ μηδέπω ὄντα, μήτε μὴν γενόμενα σημεῖά τε καὶ πειρατήρια, ἅπερ προτρέχουσι πρὸ τῆς ἡμέρας, προλέγειν; ἕως γὰρ τῆς συντελείας καὶ παρουσίας ἑαυτοῦ προεδήλωσε τὰ σημεῖα, καὶ τὰς ποιότητας αὐτῶν, ὡς δύνασθαι καὶ τοὺς σπουδαιοτέρους καὶ φιλοπόνους ἐπιγνῶναι τὸν καιρὸν ἐκ τῶν προμεμνημένων πρὸς τοῦ Κυρίου.

Ἄρ. εἶπεν· Εἰ ἀληθῶς ἐπίσταται τὴν ἡμέραν, διὰ τί αὐτὸς ἔφη· «Οὐδὲ ὁ Υἱὸς οἶδε τὴν ἡμέραν ἐκείνην;» Ἀθ. εἶπεν· Οὐκ εἶπεν ὁ Κύριος, Οὐδὲ ἐγὼ οἶδα τὴν ἡμέραν ἐκείνην. Τοῦτο γὰρ ἀκόλουθον ἦν φάναι τὸν Κύριον, εἴπερ ἤθελε περὶ ἑαυτοῦ παραστῆσαι, ὡς μὴ ἔχων γνῶσιν τοῦ πράγματος.

Καὶ ἐν μὲν τῷ Ματθαίῳ οὐ φέρεται, Οὐδὲ ὁ Υἱὸς οἶδε τὴν ἡμέραν ἐκείνην· οἱ δὲ λοιποὶ εὐαγγελισταὶ παρέλιπον τὴν περὶ τούτου διήγησιν· μονώτατος δὲ Μάρκος ἔφη· «Οὐδὲ ὁ Υἱὸς» οἶδε τὴν ἡμέραν. Καὶ τὴν τοῦ Μάρκου ἀφήγησιν ἐν στέρνοις σου γνῶθι, ὅτι οὐκ ἀγνοεῖ ὁ Κύριος τὴν ἡμέραν. Φησὶ γὰρ ὁ Κύριος Ἰησοῦς· «Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, οὐδὲ ὁ Υἱὸς, εἰ μὴ ὁ Πατήρ.» Γινώσκων γὰρ ἑαυτὸν μὴ διεστῶτα ἀπὸ τοῦ Πατρὸς κατ᾽ οὐσίαν, ἀλλ᾽ ἡνωμένον τῇ θεότητι τῷ Θεῷ Πατρὶ αὐτοῦ, τὴν ἑαυτοῦ πρόγνωσιν ἐν τῇ τοῦ Πατρὸς προγνώσει ἐσήμανεν, ὥς φησιν ὁ Κύριος· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·» καὶ πάλιν· «Πάντα, ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν.» Οὐχ ἕνεκεν κτιστῶν πραγμάτων τοῦτο ἔφη ὁ Σωτὴρ τὸ, Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν· ἀλλ᾽ ὅσα ἀνῆκε τῇ θεότητι τοῦ Πατρὸς, αὐτὰ ἴδια ἔφη ὁ Κύριος, οἷον τὸ ἀθάνατον, τὸ ἄφθαρτον, τὸ ἀχείρωτον, τὸ ἄτρεπτον, τὸ ἀκατάληπτον, τὸ δυνατὸν, τὸ προγνωστικὸν, καὶ ὅσα ἐστὶν ὁ Πατὴρ ἔχων, ταῦτα ἴδια τοῦ Υἱοῦ τυγχάνει. Ἀγνοεῖν δὲ ἔφη, ὡς προείρηται, ἀγγέλους καὶ τὸν Υἱόν.