Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Διδασκαλία τῶν τριακοσίων δέκα ὀκτὼ πατέρων τῶν ἐν Νικαίᾳ

Μέγας Αθανάσιος

Δογματική διδασκαλία και ομολογία πίστεως

Έκθεση της τριαδικής και χριστολογικής πίστεως, καταδίκη των αιρέσεων και αναφορά στην ακατάληπτη φύση του Θεού, με έμφαση στη σύνδεση ορθής πίστης και ενάρετου βίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 5

Πίστις τῶν ἁγίων τριακοσίων δέκα καὶ ὀκτὼ ἁγίων θεοφόρων Πατέρων τῶν ἐν Νικαίᾳ· καὶ διδασκαλία πάνυ θαυμαστὴ καὶ σωτήριος περὶ τῆς ἁγίας Τριάδος. —Εὐλόγησον. Πιστεύομεν εἰς ἕνα Θεὸν, Πατέρα παντοκράτορα, πάντων ὁρατῶν καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν γεννηθέντα ἐκ τοῦ Πατρὸς μονογενῆ· τοῦτ᾽ ἔστιν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτὸς, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ· γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρὶ, δι᾽ οὗ τὰ πάντα ἐγένετο ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ· τὸν δι᾽ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν, καὶ σαρκωθέντα, παθόντα καὶ ταφέντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνελθόντα εἰς τοὺς οὐρανούς· καὶ πάλιν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν. Τοὺς δὲ λέγοντας· Ἦν ποτε ὅτε οὐκ ἦν· ὅτι ἐξ οὐκ ὄντων ἢ ἐξ ἑτέρας οὐσίας ἢ ὑποστάσεως φάσκοντας εἶναι τὸν ἄτρεπτον καὶ ἀναλλοίωτον Υἱὸν τοῦ Θεοῦ· τούτους ἀναθεματίζει ἡ ἁγία καὶ καθολικὴ Ἐκκλησία ἀπὸ τῆς ἁγίας ταύτης πίστεως τῆς ἐν Νικαίᾳ, τῆς ὑπὸ τῶν ἁγίων Πατέρων ἐκτεθείσης πρὸς φωτισμὸν τῶν ψυχῶν, καὶ εἰς τὸ γνῶναι τίς ἡ αἰτία ἑκάστης ῥήσεως τῶν ἐν αὐτῇ ὁμολογησάντων ἐπισκόπων, τὸν ἀριθμὸν τριακοσίων ὀκτὼ καὶ δέκα, μᾶλλον δὲ οἰκουμενικῆς οὔσης συνόδου.

Ἔτι δὲ ἀκολούθως τῇ προγεγραμμένῃ πίστει, ἀναθεματίζομεν τὴν Σαβελλίου πίστιν τὴν λέγουσαν, τὸν αὐτὸν εἶναι Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα· σφάλλονται γάρ· ἀτελεῖς εἶναι τὸν Υἱὸν καὶ τὸ Πνεῦμα· ὡς ὅτι ὁ Πατὴρ αὐτός ἐστιν ὁ Υἱός· ὁμοίως καὶ τὸ ἅγιον Πνεῦμα· ὡς εἶναί φησιν ἓν πρόσωπον· τρία δὲ ὀνόματα. Ταῦτα γὰρ ἀλλότρια τῆς ὀρθοδόξου πίστεως τυγχάνει· Πατέρα γὰρ οἴδαμεν τέλειον Θεὸν, ὁμοίως καὶ Υἱὸν τέλειον, ὡσαύτως καὶ Πνεῦμα ἅγιον· μίαν βασιλείαν, μίαν οὐσίαν, καὶ μίαν θεότητα. Ἔτι δὲ ἀναθεματίζομεν τὴν Φωτεινοῦ πίστιν, τὴν λέγουσαν, ἀπὸ Μαρίας καὶ ὧδε εἶναι τὸν Υἱόν· καὶ μὴ εἶναι αὐτὸν πρὸ τούτου· ἀλλὰ προωρικῶς λέγεσθαι ἐν ταῖς Γραφαῖς· ἀπὸ δὲ Μαρίας εἶναι αὐτὸν κατὰ τὴν θεότητα.

Ταῦτα δὲ ἀλλότρια καθολικῆς πίστεως οἴδαμεν· ὁ γὰρ Υἱὸς ἀεὶ γεννηθεὶς ὑπῆρχε καὶ ἐν Πατρὶ ἦν, καθὼς γέγραπται· οὐκ ἦν γάρ ποτε ὅτε οὐκ ἦν ὁ Υἱὸς σὺν Πατρί· ἀλλ᾽ ἦν ὁ Πατὴρ, πάντοτε τὸν Υἱὸν ἔχων· ἀδύνατον γὰρ τὸν Πατέρα καλεῖσθαι κατὰ προκοπὴν, ἀλλὰ ἀεὶ Υἱὸς σὺν Πατρὶ, ὡς προείπαμεν· Ἐν ἀρχῇ ἦν ὁ Λόγος· καὶ Θεὸς ἦν ὁ Λόγος· γεννηθεὶς σὺν Πατρὶ, ὡς προγέγραπται. Καὶ ταῦτα μὲν περὶ Πατρὸς καὶ Υἱοῦ. Περὶ δὲ τοῦ ἁγίου Πνεύματος οὕτω πιστεύομεν· Πνεῦμα θεῖον, πνεῦμα ἅγιον, πνεῦμα τέλειον, παράκλητον· λαλῆσαν ἐν νόμῳ καὶ προφήταις, καὶ ἀποστόλοις· καταβὰν ἐπὶ τὸν Ἰορδάνην. Περὶ δὲ τῆς ἐνανθρωπήσεως τοῦ Υἱοῦ οὕτω πιστεύομεν· ὅτι ἀνέλαβεν ἄνθρωπον τέλειον ἐκ τῆς ἁγίας θεοτόκου Μαρίας, διὰ Πνεύματος ἁγίου, οὐκ ἀπὸ σπέρματος ἀνδρός· σῶμα δὲ καὶ ψυχὴν ἐν ἀληθείᾳ καὶ εὐδοκήσει· οὕτως γὰρ ἦλθε τέλειος, σῶσαι τὸν ἄνθρωπον· καὶ ὅτι ἔπαθεν, καὶ ὅτι ἐτάφη, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀνέστη· καὶ ὅτι εἰς οὐρανοὺς ἀνελήφθη· καὶ ἐκάθισεν ἐν δεξιᾷ τοῦ Πατρὸς, ἀποθεώσας τὸν ἄνθρωπον, ὃν ἔλαβεν· καὶ ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς.

Εἰ δέ πως προωρικῶς αἱ θεῖαι Γραφαὶ λέγουσιν, αὐτῷ ὥσπερ κτίσματος τὸ κατὰ σάρκα καὶ πληροῦσθαι καταλαμβάνομεν. Ἔτι ἀναθεματίζομεν τοὺς μὴ ὁμολογοῦντας εἶναι ἀνάστασιν νεκρῶν, καὶ πάσας τὰς αἱρέσεις. Ἀνεθεματίσθη δὲ καὶ ἐν τοῖς προγεγραμμένοις ἡ ἄθεος πίστις τῶν Ἀρειανῶν, ἐν τῷ πιστεύειν καὶ λέγειν, γεννηθέντα καὶ οὐ ποιηθέντα· αὐτοὶ γὰρ λέγουσι κτίσμα τὸν Υἱὸν εἶναι. Πρὸς δὲ τὸ ἀναπληρῶσαι πάντα τὰ τῆς πίστεως μέρη ἔτι ὁμολογοῦντες ταῦτα λέγομεν· ὅτι πιστεύομεν εἰς ἒν βάπτισμα, εἰς μίαν Ἐκκλησίαν, εἰς ἀνάστασιν νεκρῶν, εἰς βασιλείαν οὐρανῶν, εἰς κρίσιν αἰώνιον.

Τὸν Θεὸν ὁμολογοῦμεν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα· Πατέρα ἀκατάληπτον, ἀπερινόητον, ἀόριστον, καὶ ἀνόητον· πνεῦμα γὰρ ὁ Θεός· θελήματι δὲ αὐτοῦ καὶ ἀληθείᾳ καὶ εὐδοκήσει ὀφθὲν καὶ λαλῆσαν προφήταις, καὶ δικαίοις· τῷ Ἀδὰμ, τῷ Νῶε, τῷ Ἀβραὰμ, τῷ Ἰσαὰκ, τῷ Ἰακὼβ, Σαμουήλ τε καὶ Δαυῒδ, Ἠλίου καὶ Ἐλισσαίῳ· καὶ τοῖς λοιποῖς ἅπαξ προφήταις· Θεὸν αὐτὸν ὄντα τῆς Καινῆς καὶ Παλαιᾶς Διαθήκης. Ὅσα δὲ ἡ Γραφὴ λέγει, ὀφθαλμὸς Κυρίου, ὦτα Κυρίου, καὶ ὅσα τοιαῦτα περὶ Θεοῦ λέγει ἡ Γραφὴ, ἀληθῆ εἰσιν· καὶ οὕτως πιστεύομεν· ἀκαταλήπτως δὲ καὶ ἀπερινοήτως· καὶ πάντα ἄνθρωπον κατ᾽ εἰκόνα εἶναι Θεοῦ. Ἔστι δὲ ὁ βίος τῶν υἱῶν τῆς αὐτῆς καθολικῆς Ἐκκλησίας, καὶ μάλιστα ἐπισκόπων καὶ κληρικῶν καὶ μοναζόντων καὶ τῶν λοιπῶν Χριστιανῶν, καὶ ὡς τοῖς υἱοῖς αὐτῶν ἐντέλλονται· πρῶτον αὐτοὶ οὕτως διάγοντες καὶ διδάσκοντες· οὕτως χάριτί ἐστε σεσωσμένοι.