Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Διδασκαλία τῶν τριακοσίων δέκα ὀκτὼ πατέρων τῶν ἐν Νικαίᾳ

Μέγας Αθανάσιος

Ηθικές παραγγελίες, κανόνες νηστείας και μυστηριακή ζωή

Πρακτικές εντολές για την αποφυγή των παθών, καθορισμός των περιόδων νηστείας και οδηγίες για την προστασία από τις πλάνες και την άξια προσέλευση στη Θεία Κοινωνία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 5

Ἀλλ᾽ ἡ χάρις βούλεται αὐθαιρέτους εἶναι καὶ παντὸς καλοῦ, καὶ ἀγαθοῦ· καὶ ζηλωτὰς τῆς ὀρθοδόξου πίστεως ἄξιον· καὶ αὐτὸν εὐτρεπίζειν· πρόδηλον καὶ ταῦτα φυλάττειν· καὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀγαπήσεις αὐτὸν ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου· καὶ τὸν πλησίον σου ὡς σεαυτόν· οὐ φονεύσωμεν· οὐ μοιχεύσωμεν· οὐ παιδοφθορήσωμεν· οὐ φαρμακεύσωμεν· οὐ κλέψωμεν· οὐ ψευδομαρτυρήσωμεν· οὐ διχοστατήσωμεν· ἀπεχώμεθα πνικτοῦ καὶ αἵματος, καὶ πλεονεξίας. Ὅρα, ἄνθρωπε, μήτις σε ἀπατήσει τῆς πίστεως ταύτης· ἐπεὶ παρεκτός σε Θεοῦ διδάσκει. Ταῦτά εἰσι τὰ προφανῆ ἁμαρτήματα· αἱ δὲ ὡς ἐλάχισται φαινόμεναι ἐντολαί· ὧν καὶ αὐτῶν λόγον ἀπολύσωμεν· τοὺς μονάζοντας γυναικῶν ὑπὲρ πάντα κεχωρισμένους εἶναι· μήτε εἰς ὁμιλίαν αὐτῶν ἔρχεσθαι, μήτε ὁρᾷν αὐτὰς, μήτε φιλοτιμεῖσθαι, ἵνα μὴ ᾄδη αὐτῶν· ψυχῆς ζημία γένηται· ἐὰν μοιχεύῃ ἡ καρδία σου, ἁμαρτάνεις μεγάλως. Φυλάττεσθαι δὲ πάλιν μὴ εἶναι δίγλωσσον ἢ δίγνωμον, μὴ ψεύστην, μὴ κατάλαλον, μὴ ἀκαίρως περιπατοῦντα, μήτε ῥεμβόμενον, μὴ ἀναίσχυντον, μήτε ὀργίλον, μήτε πάροινον, ἢ φιλάργυρον, μὴ ὑπερήφανον, μὴ αὐθάδην, μὴ σαπρὸν λόγον φέροντα, μήτε ὅρκον ὅλως τὸ παράπαν· ἀλλὰ τὸ, ναὶ, ναὶ, καὶ τὸ, οὒ, οὔ· καὶ ἐάν που ἀνάγκη τινὰ λέγειν ἐν ὁμιλίᾳ, γίνωσκε.

Ἀλήθειαν λέγω· οὐ ψεύδομαι. Τὸ δὲ σεβάσμιον ὄνομα τοῦ Θεοῦ ἐφ᾽ ὅρκῳ μὴ λάβε, μήτε τινὰ ὅρκῳ, καθὼς εἶπε τὸ ἅγιον Εὐαγγέλιον· ταῦτα γὰρ πάντα τὰ σφάλματα οὐ προσήκει, οὔτε ἁρμόζει τοῖς μοναχοῖς· ἀλλὰ καὶ ἀπὸ Ἐκκλησίας ἐκβάλλειν τὸν μὴ παραφυλαττόμενον ἐν τούτοις. Ἔτι δὲ αὐτὸν μὴ γυμνοῦν ἐνώπιόν τινος τὸ σύνολον, εἰ μὴ δι᾽ ἀνάγκην ἀσθενείας, ἐν λουτρῷ, ἢ διὰ πάθος, ἢ ἐν βάθει ὑδάτων.

Μηδὲ ὑβρίσῃς ἀδελφὸν ῥακὰ, ἢ μωρόν· ἑορταῖς δὲ ἐθνικαῖς μὴ συγκοινωνεῖν· τὰ σάββατα μὴ φυλάττειν, καθάπερ οἱ Ἰουδαῖοι· μὴ μαγεύειν· μὴ φαρμακεύειν· μηδὲ συμπράττειν ταῦτα ἐπὶ νόσῳ ἢ πάθει ἢ ἐν δείγματι· μὴ ἀπέρχεσθαι πρὸς ἐπαοιδόν· μήτε φυλακτήρια ἑαυτῷ περιτιθέναι· μήτε περικαθαίρειν μήτε ἀφ᾽ ἑαυτοῦ μήτε ἀπὸ ἄλλου τινός· ἀλλὰ πάντοτε τὸ σῶμα φύλαττε ἀπὸ πάσης αἰσχρότητος καὶ ἀσελγείας· μήτε ἔχειν γυναῖκας συνάκτους (f. συνεισάκτους) καθάπερ τινὲς ἀγαπητὰς ὑπέθεντο· τάχα ἐπ᾽ ἐσχάτων μισηταὶ ἐν αὐτῷ εὑρεθήσονται, καὶ πικρότεραι χολῆς· μὴ ἔχε κατὰ ψυχὴν ἔχθραν κατά τινος, καὶ γένηται ἡ προσευχή σου ἀπρόσδεκτος· μὴ συνεύχου μετὰ αἱρετικῶν ἢ μετὰ ἐθνικῶν, καὶ γένηται ἡ προσευχή σου ἀπρόσδεκτος· μὴ παράβαινε νηστείαν Κυρίου, τοῦτ᾽ ἔστι τετράδα καὶ παρασκευὴν, εἰ μὴ ἔτι ἐπὶ νόσῳ βεβάρησαι· χωρὶς τῆς ἑβδομάδος τοῦ ἁγίου Πάσχα καὶ τῆς Πεντηκοστῆς, καὶ τῶν δεσποτικῶν ἑορτῶν, τῶν δώδεκα· τὰς δὲ λοιπὰς ἡμέρας ἀκριβῶς φύλαττε. Μὴ λύειν τὴν νηστείαν χωρὶς ἀνάγκης· εἴτε καὶ ἀδελφὸς πρὸς σὲ ἐνδημήσει, μετάδος ἀγάπην διὰ τὸν κόπον τῆς ὁδοῦ· σὺ δὲ μὴ γεύσῃ ἕως ὥρας ἐννάτης.

Νηστείαν δὲ λέγω τὴν τεταγμένην, τοῦτ᾽ ἔστι πρὸ πάντων τὴν ἁγίαν καὶ ἔνδοξον τεσσαρακοστὴν, καὶ τοῦ λοιποῦ χρόνου τετράδα καὶ παρασκευήν· τὰς δὲ λοιπὰς ἡμέρας, ἤγουν δευτέραν, τρίτην, καὶ πέμπτην, ἐὰν δύνασαι ἀπὸ ἰδίας προαιρέσεως νηστεύειν, ἔσται ὁ μισθός σου πολύς· ἐν ταύταις γὰρ ταῖς ἡμέραις καὶ παρὰ τὴν ὥραν διάκρισις γίνεται εἰς φίλον ἐπίσημον· καὶ οὐκ ἔστι κρῖμα διὰ τὴν ἀγάπην· ἡ δὲ τεταγμένη νηστεία ὑπὸ τῶν ἁγίων ἀποστόλων διάκρισις γίνεται· ὁ δὲ παρακούων αὐτὴν ἀπόλλυται μετὰ τῶν γαστριμάργων· ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα τοῦ κόσμου, καὶ ἡ ἀνθρωπαρέσκεια.

Τὸ σάββατον μὴ νήστευε ὅλην τὴν ἡμέραν· ἀπρεπὲς γάρ ἐστιν ὅλην τὴν ἡμέραν τοῦ σαββάτου μέχρι δυσμῶν ἡλίου νηστεύειν· ἔξεστι δὲ ἕως ὥρας ἕκτης ἢ ἑβδόμης· τὸ δὲ περισσὸν Ἰουδαϊκὴ αἵρεσίς ἐστιν· ἅπαξ δέ· μὴ ἐπιδυέτω ὁ ἥλιος ἐν σαββάτῳ, εἰ μὴ μόνον τῷ μεγάλῳ σαββάτῳ ἐν τῇ νυκτὶ τοῦ Πάσχα· ἡ δὲ τῆς τετράδος καὶ τῆς παρασκευῆς καὶ τῆς ἁγίας τεσσαρακοστῆς νηστεία τεταγμένη ἐστὶν ἕως ὥρας ἐννάτης· καὶ εἴ τι περισσὸν ποιήσεις παρὰ τὴν σεαυτοῦ προαίρεσιν, ἕξεις τὸν μισθόν. Νηστεύων δὲ καὶ κοιταζόμενος, βλέπε μὴ φυσιωθῇς ἐν τύφῳ καὶ ὑπερηφανίᾳ· ἡ γὰρ φυσίωσις παγίς ἐστι τοῦ διαβόλου, δι᾽ ἧς ἀπὸ τοῦ οὐρανοῦ πέπτωκεν· ὁμοίως δὲ δι᾽ αὐτῆς τοὺς ἀνθρώπους καταβάλλει παγιδεύων. Μηδείς σε πλανήσῃ ἐν κυριακῇ νηστεύειν, ἢ ἐν ἑορτῇ δεσποτικῇ τὸ παράπαν· μηδὲ γονυπετεῖν· οὐ γὰρ ἔστιν ἐν θεσμῷ Ἐκκλησίας, καθὼς προείπαμεν. Καὶ βλέπε μὴ σὲ πλανήσωσί τινες Μαρκιανισταὶ ἢ ἑτέρα αἵρεσις νηστεύειν ἐν σαββάτῳ ἢ κυριακῇ. Μόνον δὲ τῶν συνάξεων, τῆς ψαλμῳδίας, καὶ τῆς ἀναγνώσεως, καὶ τῶν ἀχράντων μυστηρίων μὴ ἀμέλει· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός. Ἄξιον σεαυτὸν εὐτρεπίζου τῆς ἀχράντου κοινωνίας τοῦ τιμίου σώματος καὶ αἵματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα μὴ εἰς κρῖμα ἐσθίῃς καὶ πίνῃς.