Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὰ βαΐα

Μέγας Αθανάσιος

Εισαγωγή στο μυστήριο της εορτής

Αναφορά στην ανάσταση του Λαζάρου, την αποστολή των μαθητών και την προφητεία του πατριάρχη Ιακώβ ως εισαγωγή στο γεγονός των Βαΐων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 3

Τοῦ 〈αὐτοῦ〉 Ἀθανασίου, ἀρχιεπισκόπου Ἀλεξανδρείας, λόγος εἰς τὰ βαΐα. Φρικτόν, ἀγαπητοί, μυστήριον καὶ σήμερον ἐν Ἰερουσαλὴμ γέγονε. μυστήριον δέ φημι τὸ ὑπὸ τῶν προφητῶν κηρυχθὲν καὶ ὑπὸ Χριστοῦ τελεσθέν. ὄντως γὰρ «εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου» κατὰ τὸν μακάριον Δαυίδ. καὶ πάλιν ὁ αὐτός· «ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.» τὴν γὰρ κοινὴν ἀνάστασιν τοῦ τῶν ἀνθρώπων γένους πιστούμενος ὁ πάντων δεσπότης καὶ δημιουργός, Ἰησοῦς Χριστός, ὁ πάντα δι᾽ ἡμᾶς οἰκονομήσας πρὸ τοῦ σωτηρίου αὐτοῦ πάθους ἐκ νεκρῶν ἤγειρε τὸν Λάζαρον. ὅθεν μετὰ τοῦτο σπεύδων ὡς λοιπὸν ἔφην τὸ ὑπὲρ ἡμῶν ἑκούσιον πάθος ἀναδέξασθαι. «ἀποστέλλει,» φησὶν ὁ εὐαγγελιστής, «δύο τινὰς τῶν ἑαυτοῦ μαθητῶν λέγων· πορεύεσθε εἰς τὴν κατέναντι ὑμῶν κώμην, εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον σὺν αὐτῇ· λύσαντες ἀγάγετέ μοι.» Διὰ τοῦτο ὁ μακάριος Ἰακώβ, ὁ πατριάρχης, ἡνίκα τὰς εὐλογίας ἐν κλήρῳ παρεῖχε τοῖς τέκνοις, ἐλθὼν ἐπὶ τὸν Ἰούδαν οὕτως εἴρηκεν· «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου.» καὶ μετ᾽ ὀλίγα· «καὶ αὐτὸς προσδοκία ἐθνῶν.» ποίων δὲ ἐθνῶν γέγονε προσδοκία Ἰούδας; 〈Ἰουδαίων;〉 οὐδαμῶς. ἀλλὰ τοῦτο δηλοῖ ὁ προφήτης, ἐπειδὴ ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος. καὶ πάλιν μεθ᾽ ἕτερα ὁ αὐτός· «δεσμεύων πρὸς ἄμπελον τὴν ὄνον αὐτοῦ καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ.»