Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὰ βαΐα

Μέγας Αθανάσιος

Ερμηνεία των προφητικών τύπων και η θεία συγκατάβαση

Αλληγορική προσέγγιση της όνου ως της Εκκλησίας των εθνών και εξέταση των προφητειών του Ζαχαρία και του Δαβίδ, με έμφαση στη θεία συγκατάβαση και το σωτήριο πάθος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 3

ὄνον καὶ πῶλον εἰπὼν τὴν ἐκκλησίαν τῶν ἐθνῶν ἐσήμανεν. ἐδέσμευσε γὰρ ἀληθῶς τὰ ἔθνη ὁ κύριος τῇ ἀμπέλῳ καὶ τῇ ἕλικι τουτέστι τῇ παλαιᾷ καὶ καινῇ διαθήκῃ, ὅπως καρποφορήσωσι καρπὸν εὐσεβείας διὰ τῆς πίστεως. εἶτα ἐπάγει· «πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ.» στολὴν τοῦ Χριστοῦ καὶ περιβολὴν τὴν σάρκα λέγει. ἑκουσίως γὰρ δι᾽ ἡμᾶς ἐν σταυρῷ προσηλώθη σαρκί, ἵνα τῷ ἰδίῳ αἵματι τὸν ῥύπον ἐκπλύνῃ τῶν ἡμετέρων ἁμαρτιῶν. καθὼς καὶ ἐν Ἠσαΐᾳ γέγραπται· «διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ, πλήρης καταπεπατημένης;» Ἀλλ᾽ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. λέγει γὰρ τοῖς μαθηταῖς ὁ κύριος περὶ τῆς ὄνου· «καὶ ἐάν τις ὑμῖν εἴπῃ· τί ποιεῖτε ἢ τί λύετε τὸν πῶλον, εἴπατε ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει.» μὴ διστάσητε, φησίν, ἐν μηδενὶ τῶν κατὰ τὴν ἐμὴν οἰκονομίαν πραττομένων· οὐδεὶς ὑμῶν ἀντιστήσεται οὐδὲ ἀντιρρημονήσει πρὸς οὐδὲ ἓν ῥῆμα. «εἴπατε ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει.» οὐδεὶς κωλύσει ὑμᾶς ποιοῦντας τὸ ὑπ᾽ ἐμοῦ προσταττόμενον. «ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς.» δεῖ τοίνυν πάντα τὰ περὶ ἐμοῦ γεγραμμένα εἰς πέρας ἐλθεῖν. δεῖ με εἰσελθεῖν εἰς Ἰερουσαλὴμ σήμερον ἐποχούμενον ἐπὶ ὑποζύγιον. «

ἐρευνᾶτε τὰς γραφάς·» ἰδοὺ Ζαχαρίας ὁ προφήτης διαρρήδην βοᾷ λέγων· «χαῖρε σφόδρα, θύγατερ Σιών· κηρύσσεταί σοι δίκαιος καὶ σῴζων· αὐτὸς πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον ὄνου νέον.» καιρὸς οὖν εὐδοκίας ὁ παρών. δεῖ με τὴν ἔχθραν λῦσαι καὶ εἰρηνοποιῆσαι τὰ πάντα διὰ τοῦ σταυροῦ. δεῖ τὴν νῦν Ἰερουσαλὴμ τέλος λαβεῖν καὶ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν στηριχθῆναι. ἢ οὐχὶ καὶ ὁ ὑμνῳδὸς Δαυὶδ περὶ τῆς κλήσεως ταύτης τῶν ἐθνῶν προεφήτευσε; τί γὰρ εἴρηκε; «πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, κύριε.» οὗτοί εἰσιν οἱ «ἀληθινοὶ προσκυνηταί,» οἱ διὰ πίστεως τὸν λόγον δεχόμενοι. εἶτά φησιν ὁ εὐαγγελιστής· «πορευθέντες δὲ οἱ μαθηταὶ ἐποίησαν καθὼς συνέταξεν αὐτοῖς καὶ ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον καὶ ἐπέθηκαν ἐπάνω αὐτῶν τὰ ἱμάτια αὐτῶν, καὶ ἐπεκάθησαν τὸν Ἰησοῦν.» Ὢ τῆς πολλῆς τοῦ σωτῆρος πρὸς ἡμᾶς συγκαταβάσεως. τίς οὐ θαυμάσῃ τὸ μέγεθος τῆς αὐτοῦ πρὸς ἡμᾶς ἀγάπης; τίς οὐκ ἂν ἐκπλαγῇ, ὅτι ὁ ἐπὶ τῶν χερουβὶμ ἐποχούμενος ἐπὶ πῶλον δι᾽ ἡμᾶς ἐκαθέσθη; ὁ ὑπὸ τῶν σεραφὶμ ἀνυμνούμενος ὑπὸ νηπίων εὐφημεῖται. τοῖς μὲν γὰρ ἱματίοις, φησί, τὴν ὁδὸν κατεστρώννυον, ἄλλοι δὲ κλάδους ἐκ τῶν δένδρων κόπτοντες τὸ αὐτὸ ἐποίουν.