Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὴν ἀνάστασιν καὶ εἰς τοὺς νεοφωτίστους

Μέγας Αθανάσιος

Το μυστήριο του Βαπτίσματος και η νέα εν Χριστώ ζωή των νεοφωτίστων

Θεολογική ανάλυση του αγίου Βαπτίσματος ως τάφου και πηγής νέας ζωής, καθώς και απευθείας λόγος προς τους νεοφωτίστους για τη δωρεά της πνευματικής ελευθερίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 4

Ὦ τῆς καλλίστης μεταβολῆς, ὦ τῶν διὰ πταίσματος ἑαυτοὺς Χριστῷ ἐστρατολογηκότων· πάλαι μὲν πεπεδημένοι τῇ ἁμαρτίᾳ, πάλαι ἐστειρωμένοι πρὸς δικαιοσύνην, πάλαι τὰ τοῦ διαβόλου καὶ φρονοῦντες καὶ λέγοντες· νῦν εἰς πολύχορδον ταθέντες κιθάραν ὁμόφωνον ἀναπέμπουσι μέλος.

Ὦ τοῦ θαύματος· οὐ νεκρωθέντες ἀπέθανον, οὐ ταφέντες ἀνέστησαν. Οἳ αὐτοὶ μεμενήκασιν καὶ οἷοι ἦσαν ἀπέθεντο ἐν ἡλικίᾳ, ἕκαστος αὐτῶν μεμετρημένοι. Καὶ εἰσῆλθον καὶ ἐξῆλθον καὶ ἄρτι νοερὰ βρέφη νοοῦνται. Τὴν φύσιν οὐκ ἠλλάγησαν καὶ υἱοὶ θεοῦ ἀνεδείχθησαν. Οὐδενὸς ἐγυμνώθησαν καὶ τὴν φθορὰν ἀπεδύσαντο.

Δεσπότην οὐκ ἐθεώρουν καὶ δοῦλοι ἦσαν. Χρήματα οὐ κατέβαλον καὶ ἐλευθερίαν ἀπηνέγκαντο. Οὐδὲν βαστάζουσιν καὶ οὐράνιον θησαυρὸν περιφέρουσιν. Οὐδὲν κατὰ τὸ φαινόμενον ἐδέξαντο καὶ πνευματικοῖς χαρίσμασιν πεπλουτήκασιν. Πόνοις οὐ προσωμίλησαν καὶ νικηταὶ ἐνεφάνισαν. Ξίφος οὐκ ἔγνωσαν καὶ τὸν πολέμιον κατέστρωσαν.

Οὐδένα ἔγνωσαν καὶ σύνθεμα υἱοθεσίας κατέχουσιν. Πάθους οὐκ ᾔσθοντο καὶ λόγῳ θείῳ τὰς καρδίας περιετμήθησαν. Λόγῳ συνέθεντο καὶ πράγμασιν ἐκοινώνησαν. Πρόθεσιν δεδώκασιν καὶ ἀληθείας οὐκ ἐψεύσθησαν. Οὐκέτι συνεργοῦσιν χαμαὶ τῷ δράκοντι περὶ τὰ γήϊνα συνειλούμενοι· λαβόντες δὲ πτέρυγας ὡσεὶ περιστερᾶς αἰθεροποροῦσιν, Πνεύματος ἁγίου χαρίσμασιν κουφιζόμενοι.

Εἰσήλθοσαν γυμνοῖς ὤμοις πολλὰ βαστάζοντες κακὰ καὶ ἐξῆλθον πάντων ἄφεσιν λαβόντες ἀγράφοις δωρεαῖς. Αὐτὸ τὸ ὕδωρ αὐτοῖς καὶ τάφος καὶ μήτηρ γέγονεν· καὶ γὰρ ἀπέκτεινεν τῇ ἁμαρτίᾳ καὶ ἀνεγέννησεν αὐτοὺς τῇ δικαιοσύνῃ.

Σοῦ πύθεσθαι θέλω, νεοφώτιστε. Οὐκ ὡμολόγεις πρότερον τὴν δουλείαν, μήτι κατέβαλες· οὐ καυχᾶσαι νῦν τὴν ἐλευθερίαν. Ἔγεμες κακῶν, πεπλήρωσαι νῦν ἀγαθῶν. Τόπος σε κατεδούλωσεν καὶ ἠλευθέρωσεν· κατεδούλωσεν μὲν θεῷ, ἠλευθέρωσεν ἁμαρτίας. Ὦ πόσας ἀκτῖνας ἐξ ἑαυτοῦ «ὁ τῆς δικαιοσύνης ἥλιος» προηνέγκατο; Ὦ πόσους παῖδας ὁ ἐπουράνιος νυμφίος τῇ ἀχράντῳ ταύτῃ συμπλακεὶς νύμφῃ προσεκτήσατο;

Οὐχ ἡδονῇ, οὐ ῥεύσει, οὐ πάθει ἀλλ᾽ «ἐξ ὕδατος καὶ πνεύματος» ἀναγεννήσας οὕς, καὶ πολλοὺς ὄντας τοῦ σώματος ταῖς τομαῖς, ἑνὶ φρονήματι τοὺς πάντας συγκιρνᾷ, ἵνα, ὥσπερ αὐτὸς καὶ ὁ Πατὴρ ἕν εἰσιν κατὰ φύσιν, οὕτω καὶ αὐτοὶ ἓν ὦσιν αὐτῷ κατὰ γνώμην.

Ἐπὶ τούτοις τί προσῆκεν ποιεῖν; Σὺν τῷ μακαρίῳ Δαυὶδ χορεύειν· καὶ γὰρ ζῇ καὶ σιωπῶν ψάλλει καὶ ἐπειδὴ ἐκ τοῦ σπέρματος αὐτοῦ τὸ κατὰ σάρκα ἀνέτειλεν ἡμῖν ὁ ἐλευθερωτής. Βλέπε σήμερον συγχορεύοντα. Φησὶν γάρ· «Ἄισατε τῷ κυρίῳ ᾆσμα καινὸν ὅτι θαυμαστὰ ἐποίησεν.» Πέπαυται γὰρ ἡ τοῦ διαβόλου τελετὴ καὶ μαντικὰ μὲν ὕδατα οὐκ ἐνεργεῖ, βαπτίσματος δὲ χάρις ἐλευθεροῖ. Ταῦτα ἐστιν ἃ ἐδωρήσατο Χριστὸς τῇ ἐκκλησίᾳ. Διὰ ταῦτα ἄνθρωπος γέγονεν μείνας θεὸς οὐχ ἑαυτὸν βλάψας, ἵνα ἡμᾶς ἐλευθερώσῃ.