Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὴν ἀνάστασιν καὶ εἰς τοὺς νεοφωτίστους

Μέγας Αθανάσιος

Η χαρά της Αναστάσεως και η ανακαίνιση της ανθρώπινης φύσης

Η πνευματική αγαλλίαση για την Ανάσταση του Κυρίου, η νίκη επί του διαβόλου, η κατάργηση της αμαρτίας και η ελευθερία που δώρισε ο Χριστός αποκαθιστώντας την πεπτωκυία φύση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 4

Τοῦ ἁγίου Ἀθανασίου, ἀρχιεπισκόπου Ἀλεξανδρείας, εἰς τὴν ἀνάστασιν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ εἰς τοὺς νεοφωτίστους. Νῦν ἀγγέλων χορεῖαι, νῦν ἀρχαγγέλων σκιρτήματα, στεφανηφοροῦντες καὶ τὴν πνευματικὴν τελοῦντες ἱερομηνίαν ἄφραστον εἰκότως ἔχουσιν ἡδονήν. Ἀκούεις· «Ὁ Χριστὸς ἀνέστη ἐκ νεκρῶν», καὶ θαυμάζει. Βλέπε τοὺς συγγενεῖς σου ἐν ὥρᾳ μιᾷ ἀποθανόντας τῇ ἁμαρτίᾳ καὶ ζήσαντας τῷ Χριστῷ, καὶ σώθητι μᾶλλον ἐκπληττόμενος τὴν δύναμιν· ἐκεῖνος τριήμερος, οὗτοι διὰ τρισσῆς ἐπικλήσεως.

Ἀνέλαβεν ὁ κεραμεὺς τὸν ἐκπεσόντα πηλόν, τὸ συντριβὲν ἀγγεῖον οὐκ εἴασεν εἰς τέλος ῥερίφθαι, οὐχ ὑπερεῖδεν αὐτὸ ὡς ἅπαξ συνθλασθέν· συντέθλαστο μὲν γάρ, πυρὶ δὲ οὐδέπω παραδέδοτο· ἐποίησεν αὐτὸ ἀγγεῖον ἕτερον, εὔχρηστον σκεῦος ἑαυτῷ καταρτίζων.

Τούτους πάντας ᾐχμαλώτευσεν ὁ διάβολος, τούτους πάντας ἠλευθέρωσεν ὁ Χριστός, τούτους πάντας προέδωκεν ἡ τῆς Εὕας προπέτεια, τούτους πάντας ἔδειξεν ἀνειμένους ὁ Μαρίας τοκετός. Οὐχ ἡψάμεθα μετὰ τοῦ Ἀδὰμ τοῦ δένδρου καὶ συνημάρτομεν.

Οὐ συνηλώθημεν Χριστῷ καὶ συνανέστημεν. Ἐκεῖ συζήσαντες ἀπεθάνομεν, ὧδε συνταφέντες ἠγέρθημεν. Οὐχ ἡμαρτηκότες, τότε ἡμάρτομεν· οὐκ εὐπραγήσαντες, νῦν ἐδικαιώθημεν. Ὦ ζωῆς ἐπιθανατίου, ὦ θανάτου ζωὴν γεννῶντος, ὦ ἡδονῆς ἐμπαθοῦς, ὦ λύπης περιχαροῦς. Κροτήσωμεν χεῖρας, σάλπιγγος ὑψηλοτέρᾳ βοῇ τὴν φωνὴν ἀνυψώσωμεν, ἀναλαβόμενοι μέλος εὐχαριστήριον. Νῦν τῷ τοῦ διαβόλου ἐπιχαρησώμεθα πτώματι, τὸν ἡμέτερον βασιλέα ἐπὶ τῇ νίκῃ ἀνυμνοῦντες.

Τέθλασται τῆς ἁμαρτίας τὸ κέντρον, πεπάτηται τοῦ διαβόλου τὸ φρόνημα, τεθεράπευται τῆς Εὕας τὸ πταῖσμα, διαλέλυται τῶν δαιμόνων τὰ στίφη, λέλυται τῆς παρακοῆς ἡ ἀπόφασις, ἀναπεπέτασται τοῦ παραδείσου τὰ κλεῖθρα, ἡ φλογίνη ῥομφαία εἰς σταυροῦ σωτηρίαν μεταβέβληται, βραβεῖον ἀναστάσεως ᾄδεται, θάρσος ἐθνῶν πανηγυρίζεται, βασιλεία οὐρανῶν μὴ βλεπομένη ἁρπάζεται, Πνεύματος ἁγίου ἐκκέχυται δωρεά, Πατρὸς κηρύττεται χάρις, Υἱοῦ ἀνύμνηται πάθος.