Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὴν γέννησιν τοῦ Χριστοῦ

Μέγας Αθανάσιος

Το υπερφυές μυστήριο της Ενανθρωπήσεως και ο Ευαγγελισμός

Η άρρητη συγκατάβαση του Θεού Λόγου, ο οποίος γίνεται άνθρωπος διατηρώντας αναλλοίωτη τη θεία φύση, και η ευαγγελική αφήγηση της συλλήψεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 5

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΕΙΣ ΤΗΝ ΓΕΝΝΗΣΙΝ ΤΟΥ ΧΡΙΣΤΟΥ. Μυστήριον ξένον βλέπω, ἀντὶ ἡλίου τὸν ἥλιον τῆς δικαιοσύνης ἀπεριγράπτως χωρήσαντα ἐν τῇ Παρθένῳ. Καὶ μὴ ζήτει πῶς· ὅπου γὰρ Θεὸς βούλεται, νικᾶται φύσεως τάξις. Ἠβουλήθη γὰρ, ἠδυνήθη, κατῆλθεν, ἔσωσε. Συνδράμετε πάντα· Θεὸς σήμερον ὁ ὢν καὶ προὼν γίνεται ὅπερ οὐκ ἦν· ὢν γὰρ Θεὸς, γίνεται ἄνθρωπος, οὐκ ἐκστὰς τοῦ εἶναι Θεός. Οὔτε γὰρ κατ᾽ ἔκστασιν θεότητος γέγονεν ἄνθρωπος, οὔτε πάλιν ἐξ ἀνθρώπων κατὰ προκοπὴν γέγονε Θεός· ἀλλὰ Λόγος ὢν, διὰ τοῦτο ἀπαθὴς γέγονεν ἄνθρωπος, ἀμεταβλήτου μενούσης τῆς φύσεως. Καὶ ξένην καὶ ἀτριβῆ βαδίσας ὁδὸν, ἐξ ἀγεωργήτου προῆλθε γαστρὸς, οὔτε τοὺς ἀγγέλους αὐτοῦ ἐρήμους τῆς ἐπιστασίας κατέλιπεν, οὔτε τῇ πρὸς ἡμᾶς ἐνανθρωπήσει, τῆς οἰκείας θεότητος ἐκστάς. Ἀλλὰ βασιλεῖς μὲν τὸν ἐπουράνιον βασιλέα ἦλθον προσκυνῆσαι, τὸν γεννηθέντα ἀῤῥήτως ἐκ Πατρὸς, σήμερον δὲ ἐκ τῆς Παρθένου τικτόμενον δι᾽ ἐμέ· ἀλλὰ τότε μὲν γεννηθεὶς κατὰ τὴν φύσιν, σήμερον δὲ διὰ τὴν ἑαυτοῦ φύσιν.

Πρὸ αἰώνων γὰρ γεννηθεὶς ἐκ τοῦ Πατρὸς ὡς ὁ γεννήσας οἶδε, σήμερον ἐκ τῆς Παρθένου ὑπὲρ φύσιν ἐτέχθη, καθὼς ἡ τοῦ Πνεύματος ἐπίσταται χάρις. Ὁ Παλαιὸς τῶν ἡμερῶν παιδίον γέγονεν· ὁ ἐπὶ θρόνου ὑψήλου καθήμενος ἐν φάτνῃ τίθεται· ὁ ἀναφὴς καὶ ἀσώματος χερσὶν ἀνθρωπίναις εἱλίσσεται· ὁ τὰ τῆς ἁμαρτίας διασπῶν δεσμὰ ἐν σπαργάνοις ἐμπλέκεται· καὶ ἐπειδὴ τοῦτο θέλει. Τίνα οὖν ἔτεκεν ἡ Παρθένος; Τὸν Δεσπότην τῆς φύσεως. Κἂν γὰρ σὺ σιωπᾷς, ἡ φύσις βοᾷ. Ἔτεκε γὰρ ἡ Παρθένος Μαρία, ὡς ὁ τεχθεὶς τεχθῆναι ἠθέλησεν. Οὐ γὰρ ἀπὸ τῆς φύσεως ἔστρεπτο, ἀλλ᾽ ὡς Δεσπότης τῆς φύσεως ξένον γεννήσεως εἰσήγαγε τρόπον. Ὅμως, καὶ ἄνθρωπος γενόμενος, οὐχ ὡς ἄνθρωπος τίκτεται. Εἰ γὰρ ἐκ κοινοῦ γάμου προῆλθε, καθάπερ κἀγὼ, ψεῦδος τοῖς πολλοῖς ἐνομίζετο. Νῦν διὰ τοῦτο ἐκ Παρθένου τίκτεται ὁ τικτόμενος, καὶ τὴν μητέρα λοιπὸν διατηρεῖ, καὶ τὴν παρθενίαν ἄλυτον διαφυλάττει, ἵνα ὁ ξένος τῆς κυήσεως τρόπος πίστεώς μοι μεγάλης πρόξενος γένηται. Ὅθεν κἂν Ἕλλην, κἂν Ἰουδαῖός με ἐρωτᾷ, εἰ Χριστὸς κατὰ φύσιν γέγονεν ἄνθρωπος, ἢ παρὰ τὴν ἑαυτοῦ φύσιν, ἐροῦμαι μάρτυρα τοῦ λόγου τὴν ἄσπιλον τῆς παρθενίας σφραγῖδα καλῶν· οὕτως γὰρ Θεὸς νικῶν τῆς φύσεως τάξιν.

Καὶ εἰ βούλῃ, ἐρώτησον τὸν μακάριον Λουκᾶν τὸν εὐαγγελιστὴν, καὶ ἀποκρίνεταί σοι περὶ τῆς ἐνσάρκου αὐτοῦ οἰκονομίας. Ἀρχόμενος γὰρ οὕτως λέγει· «Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ τῆς συλλήψεως Ἐλισάβετ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ὑπὸ τοῦ Θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Ναζαρὲτ, πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ ᾧ ὄνομα Ἰωσὴφ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ. Καὶ εἰσελθὼν ὁ ἄγγελος πρὸς αὐτὴν εἶπε· Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Εὐλογημένη σὺ ἐν γυναιξίν. Ἡ δὲ, ἰδοῦσα, διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ, καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος. Καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος· Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τοῦ Θεοῦ. Καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Οὗτος ἔσται μέγας καὶ Υἱὸς Ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαυῒδ τοῦ πατρὸς αὐτοῦ.

Καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Εἶπε δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον· Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι.» ... Καὶ δυσχεραίνεται.