Εἰσῆλθεν ἄσαρκος, ἐκυοφορήθη ἐννεαμηνιαῖον χρόνον ἐν τῇ μήτρᾳ τῆς Παρθένου. Εἰσῆλθεν ὡς ἠθέλησεν, ἐκυοφορήθη ὡς ηὐδόκησε. Προῆλθεν ὡς ἐβουλήθη. Εἰσῆλθεν ἄσαρκος, ἐγένετο ἄνθρωπος, ἡνωμένης τῆς θεότητος τῇ οἰκονομίᾳ. Καὶ οὐ λέγομεν δύο υἱοὺς, ἀλλ᾽ ἕνα καὶ τὸν αὐτὸν νοοῦμεν τὸν τοῦ Θεοῦ Λόγον καὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Ἐγένετο ἄνθρωπος καὶ ἦν, ὢν τῇ φύσει. Ἐγένετο ὃ οὐκ ἦν, καὶ ἔμεινεν ὃ ἦν. «Ἐν ἀρχῇ» γὰρ «ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.» Σὰρξ ἐγένετο, οὐκ ἀποθέμενος ὃ ἦν. «Καὶ ἐσκήνωσεν ἐν ἡμῖν.» Τὸ, «Ἐσκήνωσεν ἐν ἡμῖν,» τοῦτ᾽ ἔστι συνανεστράφη ἡμῖν, κατὰ τὸν ἅγιον Ἱερεμίαν, μᾶλλον δὲ τὸν τούτου ὑπουργὸν Βάρουχ· «Οὗτος ὁ Θεὸς ἡμῶν οὐ λογισθήσεται ἕτερος πρὸς αὐτὸν, ὃς ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ᾽ αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Ἄκουε οὖν καὶ τοῦ Εὐαγγελίου τῆς φωνῆς· μεγάλην γὰρ ἡμῖν ἔμφασιν φέρει ἡ τοῦ ἀγγέλου φωνὴ πρὸς τὴν ἁγίαν Παρθένον ῥηθεῖσα. «Ἰδοὺ, φησὶ, συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, τουτέστι μεθερμηνευόμενον, Μεθ᾽ ἡμῶν ὁ Θεός.» Πρὸ τοῦ συλληφθῆναι ἐν μήτρᾳ Θεὸς ἐκλήθη τὸ παιδίον τὸ Μεθ᾽ ἡμῶν Θεός.