Ἔργον
Μέγας Αθανάσιος – Εἰς τὴν γέννησιν τοῦ Χριστοῦ
Η αγγελική δοξολογία και η καθιέρωση του όρου Θεοτόκος
Το άγγελμα προς τους ποιμένες, η κένωση του Λόγου και η θεολογική αναγκαιότητα της αναγνώρισης της Παρθένου ως Θεοτόκου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η αγγελική δοξολογία και η καθιέρωση του όρου Θεοτόκος
Το άγγελμα προς τους ποιμένες, η κένωση του Λόγου και η θεολογική αναγκαιότητα της αναγνώρισης της Παρθένου ως Θεοτόκου.
Τί ἐξακριβάζῃ αὐτοῦ τὴν εὐδοκίαν; Τί ἐξιχνιάζῃ αὐτοῦ τὴν βούλησιν; Ἄκουε παρὰ Παύλου, μᾶλλον δὲ καταγινώσκου ὑπ᾽ αὐτοῦ· »Τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκε;» Μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἐρευνῶν καὶ ἐξιχνιάζων αὐτοῦ τὴν γέννησιν, τοῦ προφήτου λέγοντος· «Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;» Ὁ προφήτης φεύγει τὴν γενεὰν αὐτοῦ διηγήσασθαι, καὶ σὺ τὴν φύσιν περιεργάζῃ καὶ πολυπραγμονεῖς; Ὁ δὲ εὐαγγελιστὴς Λουκᾶς τὴν κάτω γέννησιν αὐτοῦ διηγούμενος οὕτω λέγει· «Ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες, καὶ φυλάσσοντες φυλακὰς ἐπὶ τὴν ποίμνην αὐτῶν· καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη αὐτοῖς, καὶ δόξα Κυρίου περιέλαμψεν αὐτοὺς, καὶ ἐφοβήθησαν φόβον μέγαν. Καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος· Μὴ φοβεῖσθε· ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ· ὅτι ἐτέχθη ὑμῖν σήμερον Σωτὴρ, ὅς ἐστι Χριστὸς Κύριος ἐν πόλει Δαυΐδ.» Ὁ ἄγγελος Χριστὸν καὶ Κύριον λέγει, εὐαγγελιζόμενος τοὺς ποιμένας, τὸν τεχθέντα ἐκ τῆς Παρθένου. Εἰ οὖν Κύριος ὁ τεχθεὶς, πῶς οὐ Κυριοτόκος ἡ Παρθένος; Ἐγὼ δὲ λέγω καὶ Χριστοτόκον, καὶ Κυριοτόκον, καὶ Σωτηριοτόκον, καὶ Θεοτόκον τὴν ἁγίαν Παρθένον κατὰ τὴν φωνὴν τοῦ ἀγγέλου τοῦ εὐαγγελισαμένου τοὺς ποιμένας καὶ τὴν Παρθένον. Εἰ ἄγγελοι Σωτῆρα, καὶ Χριστὸν, καὶ Κύριον, καὶ Θεὸν κηρύττουσιν, ἡμεῖς τί ἀποκρουόμεθα αὐτῶν τὴν μαρτυρίαν;
εἰσῆλθεν ἐν τῇ Παρθένῳ ἄσαρκος, ἐκυοφορήθη σωματικῶς καὶ καθὼς ηὐδόκησεν. Ἐξῆλθε διὰ τῆς μητρικῆς φύσεως οἰκονομικῶς, οὐ μέντοι μετὰ τὸ τεχθῆναι ἡνώθη ὁ Θεὸς Λόγος τῇ οἰκονομίᾳ. Προῆλθεν ἀτρέπτως τῇ φύσει γενόμενος ὃ οὐκ ἦν, μείνας ὃ ἦν. Οὐκ ἀλλοιωθεὶς τῇ οὐσίᾳ, ἑαυτὸν ἐκένωσε, τουτέστι καθὼς ἠβουλήθη· οὐχ ὑφ᾽ ἑτέρου κενωθεὶς, μορφὴν δούλου ἔλαβεν· οὐ κενωθεὶς τῆς θεότητος, κατὰ τὸν μακάριον Παῦλον τὸν λέγοντα· «Ὃς, ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλὰ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών.» Ἐκένωσεν ἑαυτὸν, γενόμενος ὃ οὐκ ἦν· καὶ πάλιν αὐτὸ λέγω, μείνας ὃ ἦν, Θεὸς γὰρ ἦν ὁ Λόγος οὗτος· ὡς παιδίον γενόμενος, ὡς υἱὸς δοξάζεται.
Εἰσῆλθεν ἀσώματος, ἐνεδύσατο σῶμα καθὼς ἠθέλησε, καὶ κατεπόθη τὸ θνητὸν ὑπὸ τῆς ζωῆς. Εἰπὲ οὖν Θεοτόκον τὴν Παρθένον, καὶ μὴ λέγε Θεοδόχον· μᾶλλον δὲ λέγε Θεοδόχον καὶ Θεοτόκον. Εἰ Θεοδόχος ἐστὶ καὶ Θεοτόκος· σάρκα οὐκ ἂν ἔλαβεν ἐξ αὐτῆς ὁ Θεὸς Λόγος; ἀλλὰ ἐκεῖ βιάζεταί με ὁ Εὐαγγελιστὴς βοῶν μεγάλῃ τῇ φωνῇ· «Ὁ Λόγος σὰρξ ἐγένετο.» Ἐν δὲ τῷ ἄλλῳ εὐαγγελιστῇ οὕτω λέγει· «Ἠρώτα ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ, λέγων· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώπου;
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.