Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὴν γέννησιν τοῦ Χριστοῦ

Μέγας Αθανάσιος

Αγιογραφικές αποδείξεις της θεότητας του Χριστού και αντίκρουση των αρνητών

Παράθεση χωρίων από την Αγία Γραφή για τη θεότητα του τεχθέντος και έλεγχος της βλασφημίας μέσω της ομολογίας των δαιμόνων ενώπιον του Κριτή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 5

Ἀποκριθέντες δὲ οἱ ἀπόστολοι εἶπαν· Οἱ μὲν Ἠλίαν, οἱ δὲ Ἱερεμίαν, ἢ ἕνα τῶν προφητῶν. Εἶπε δὲ ὁ Ἰησοῦς· Ὑμεῖς δὲ τίνα με λέγετε; Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.» Καὶ οὐκ εἶπε· Σὺ εἶ ὁ γενόμενος χάριτι Υἱὸς Θεοῦ, ἀλλὰ, «Σὺ ὁ Χριστὸς,» τρανῇ τῇ φωνῇ, «ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.» Καὶ Μάρκος δὲ ὁ εὐαγγελιστὴς πάλιν τῇ αὐτῇ κέχρηται φωνῇ, συνῳδὰ φθεγγόμενος τῷ μακαρίῳ Πέτρῳ· «Ἀρχὴ τοῦ Εὐαγγελίου Ἰησοῦ Χριστοῦ τοῦ Υἱοῦ τοῦ Θεοῦ.» Ἐν δὲ τῷ κατὰ Ματθαῖον Εὐαγγελίῳ, εἰς τὴν ἀνάστασιν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, φησὶν ὁ ἑκατόνταρχος καὶ οἱ μετ᾽ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα σημεῖα, ἐφοβήθησαν σφόδρα λέγοντες, «Ἀληθῶς Θεοῦ Υἱὸς ἦν οὗτος·» ὁ δὲ ἄγγελος τοῖς ποιμέσιν· «Ἰδοὺ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ, ὅτι ἐτέχθη ὑμῖν σήμερον Σωτὴρ, ὅς ἐστι Χριστὸς Κύριος, ἐν πόλει Δαβίδ.»

Εἰ οὖν τὸ τεχθὲν Κύριος, καὶ Κυριοτόκος ἡ Παρθένος· ὅπου δὲ Κύριος, ἐκεῖ καὶ Θεός· οὐ κεχώρισται Κύριος Θεοῦ ἢ Θεὸς Κυρίου, ὡς λέγει ἐν τῇ Παλαιᾷ· «Καὶ ἔβρεξε Κύριος πῦρ παρὰ Κυρίου·» καὶ πάλιν· «Ἀγαπήσεις Κύριον τὸν Θεόν σου·» καὶ πάλιν· «Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι·» καὶ πάλιν ὁ Ψαλμῳδός· «Κύριος ὁ Θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου·» ὁ αὐτὸς πάλιν· «Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν·» καὶ πάλιν ὁ αὐτός· «Κύριος ὁ Θεὸς τῶν δυνάμεων, τίς ὅμοιός σοι;» Καὶ Παῦλος ἐν τῇ πρὸς Τίτον Ἐπιστολῇ οὕτως γράφει· «Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς· ἵνα, ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης· τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.» Οὗτος ὁ τεχθεὶς ἐκ τῆς ἁγίας Παρθένου, ὅς ἐστι Χριστὸς Κύριος. Τοῦτον τὸν Χριστὸν καὶ Κύριον μακάριος Παῦλος μέγαν Θεὸν αὐτὸν κηρύττει λέγων· «Τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.»

Πάλιν ἐν τῇ πρὸς Ῥωμαίους οὗτος γράφει· «Ηὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ, ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται, ὧν ἡ υἱοθεσία, καὶ ἡ δόξα, καὶ ἡ διαθήκη, καὶ ἡ νομοθεσία, καὶ ἡ λατρεία, καὶ αἱ ἐπαγγελίαι· ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεός.» Καὶ πάλιν ὁ αὐτὸς Παῦλος· «Πᾶς πόρνος, καὶ πλεονέκτης, καὶ μέθυσος, καὶ ἀκάθαρτος, καὶ εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ Κυρίου καὶ Θεοῦ.» Ὥστε ἀποδέδεικται τὸν Κύριον καὶ Θεὸν εἶναι, καὶ Θεὸν τὸν Κύριον. Εἰ δὲ καὶ τούτων οὐκ ἀνάσχῃ, πείσωσί σε οἱ δαίμονες οἱ ἐν τῇ χώρᾳ τῶν Γεργεσηνῶν κράζοντες· «Ἔα, τί ἡμῖν καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς.» Πειθέτωσάν σε οἱ δαίμονες. Εἰ τὴν μαρτυρίαν Πέτρου παραγράφῃ, καὶ εἰς τὴν τοῦ Εὐαγγελίου φωνὴν ἀποστρέφῃ· τὴν κατὰ Μάρκον αἰδέσθητι. Φοβήθητι τὸν ἄγγελον τὸν εἰρηκότα, Σωτῆρα καὶ Χριστὸν καὶ Κύριον τὸν τεχθέντα ἐκ τῆς Παρθένου. Ἐπὶ τούτοις ἀπιστεῖς;

Χαλίνωσον τὴν ὁρμὴν τῆς βλασφημίας σου, καὶ ὁμολόγησον τὴν τοῦ ἀγγέλου φωνὴν τὴν ἐν τῷ Εὐαγγελίῳ λεχθεῖσαν, Ἐμμανουὴλ, τουτέστι Μεθ᾽ ἡμῶν ὁ Θεός. Πρὸ τῆς συλλήψεως Θεὸς καλεῖται· καὶ ἐν τῷ συλληφθῆναι αὐτὸν οἰκονομικῶς οὐ κατὰ φύσιν ἐν τῇ γαστρὶ τῆς Παρθένου ἀρνῇ αὐτὸν Θεὸν εἶναι; Εἰ δὲ ὁμολογῇς αὐτὸν Θεὸν εἶναι ἐν τῇ γαστρὶ τῆς Παρθένου, ὅπερ καὶ ἔστιν, καὶ ἡνῶσθαι αὐτὸν τὸν Θεὸν Λόγον τῇ ἐνσάρκῳ οἰκονομίᾳ, τί φεύγεις Θεοτόκον λέγειν τὴν Παρθένον; Εἰ Θεοτόκος οὐκ ἔστι, οὐδὲ Παρθένος μετὰ τόκον. Ἐγὼ δὲ λέγω, ἐν τῇ συλλήψει τῆς παρθενικῆς μήτρας ὢν, ἐν τοῖς τοῦ Πατρὸς κόλποις ἐκάθητο μὴ περιγραφόμενος. Ἁπλῆ γὰρ καὶ ἀσύνθετος ἡ φύσις ἡ θεία μὴ περιγραφομένη. Ἄτρεπτος ἡ φύσις, καὶ ἀναλλοίωτος ἡ οὐσία. Καὶ τοῦτον τὸν ἐν τοῖς κόλποις τοῦ Πατρὸς ὄντα, τοῦτον ἔτεκε νῦν τῇ οἰκονομίᾳ ἡ Παρθένος. Ὡς ἠθέλησεν εἰσῆλθεν· ὡς ηὐδόκησε, συνελήφθη ἐν τῇ γαστρὶ τῆς Παρθένου· ὡς ἐβουλήθη, προῆλθε τεχθείς. Σὺ τί περιεργάζῃ αὐτοῦ τὴν γέννησιν; Ἢ ὡς Θεὸν φοβήθητι, ἢ ὡς δεσπότην αἰδέσθητι, ἢ ὡς κτιστὴν καὶ δημιουργὸν εὐλαβήθητι, ἢ ὡς Κύριον τρόμησον, ἢ ὡς κριτὴν φρίξον. Ἐντρέψουσί σε οἱ δαίμονες οἱ τοὺς χοίρους ἀπελάσαντες, καὶ τὴν ἀγέλην τῷ βυθίῳ θανάτῳ ἀποπνίξαντες.

Ἐκεῖνοι ἐπιγνόντες τὸν δεσπότην λέγουσι· «Τί ἡμῖν καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς.» Ἐκεῖνοι τὸν κίνδυνον καὶ τὴν ἀπειλὴν τῆς βασάνου φεύγουσι, καὶ σὺ καθ᾽ ἑαυτοῦ τὴν κρίσιν τῆς βασάνου ἐφέλκῃ. Ἐκεῖνοι ἔγνωσαν τὸν ἐκ Μαρίας τεχθέντα Κύριον καὶ κριτὴν τοῦ παντὸς κόσμου, καὶ ἰδόντες αὐτὸν πρὸ τῆς κρίσεως ἐτρόμησαν· καὶ σὺ ταύτην τὴν κρίσιν πρὸ ὀφθαλμῶν ἔχων καταφρονεῖς, καὶ οὐκ ἐκπλήττῃ; Καὶ πάλιν ταῦτα λέγω, καὶ λέγων οὐ παύσομαι, καθαρὰν ἐκλευκαίνων ὑμῖν τοῦ λόγου τὴν ὑπόθεσιν· ὥστε ἐν γνώσει ἀσφαλείας ἀσάλευτον ἔχειν τὴν πίστιν καὶ τὴν κρηπῖδα τῆς πίστεως τὴν ὁμολογίαν βεβαίαν κατέχειν.