Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὴν νηστείαν καὶ τὸ πάθος τοῦ Χριστοῦ

Μέγας Αθανάσιος

Η νηστεία του Κυρίου και η ακύρωση του χρέους των αμαρτιών

Εξήγηση των αιτίων της νηστείας του Χριστού μετά το βάπτισμα και αναφορά στην εξάλειψη του προπατορικού χρέους επί του σταυρού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 3

... τὴν παρακοὴν ... ἀπιόντα. οὐδὲ δι᾽ ἑ[αυ]τὸν ἐβαπτίσθη, ἀλλὰ [δι]ὰ τὸν ῥυπωθέντα τῇ [ἁ]μαρτίᾳ. Ἐνήστευσεν οὖν ὁ κύριος 〈καὶ σωτὴρ〉 ἡμῶν Ἰησοῦς 〈ὁ〉 χριστὸς μετὰ τὸ βάπτισμα. ἀλλ᾽ ὅμως καὶ τοῦτο ἐν παρεκβάσει ζητήσωμεν. διὰ τί μὲν ἡμεῖς πρὸ τοῦ βαπτίσματος νηστεύομεν; ὁ δὲ δεσπότης Χριστὸς μετὰ τὸ βάπτισμα ἐνήστευσε. διὰ τί; ὅτι ἡμεῖς μὲν ὀγκώμενοι ταῖς ἁμαρτίαις καὶ πεφορτισμένοι τὴν ψυχικὴν γαστέρα ἀναγκαίως πρὸ τοῦ βαπτίσματος τὴν νηστείαν ὡς θεοδώρητον ἀντίδοτον δεχώμεθα, ἵνα «καθαρ〈ίσ〉αντες ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος» εἰς ὄρεξιν ἔλθωμεν ἐπουρανίου ἄρτου. ὁ δὲ δεσπότης Χριστὸς ὡς ἁμαρτίας ἐλεύθερος μετὰ τὸ βάπτισμα νηστεύει τύπον δωρούμενος οὐχ ἁμαρτίας ὀδυρώμενος. εἰ γὰρ ἄρα καὶ ἁμαρτίᾳ ἐκλήθη ὁ δεσπότης ἡμῶν Χριστός, ἀλλ᾽ ὅμως οὐκ αὐτὸς ῥερύπωται, ἀλλὰ τὰς ἁμαρτίας τὰς ἡμετέρας ἀνεδέξατο, ὁ δὲ ἀνάδοχος πᾶν ὁτιοῦν οὐχ ὡς αὐθέντης, ἀλλ᾽ ὡς μεσίτης εὐθύνεται.

Ὅθεν ὡς τοῦ Ἀδὰμ τὸ χρέως ἀναδεξάμενος καὶ τοῦτο ἀποτίσας καὶ τὸ χειρόγραφον ἡμῶν τῶν ἁμαρτημάτων ἐν τῷ σταυρῷ, τῷ σπόγγῳ τῆς φιλανθρωπίας, ἀπήλειψε καὶ οὐκ ἐχάραξε. διὰ τί δὲ ἀπήλειψε καὶ οὐκ ἐχάραξε; διὰ τί, ἄκουε· εἰ ἐχάραξε καὶ οὐκ ἀπήλειψεν, ἤμελλεν φέρειν κἂν μικρὸν λείψανον τοῦ προτέρου χρέους. ὅθεν τοῦτο θεωρήσας καὶ ὁ μακάριος Παῦλος ἐβόα λέγων· «τὸ χειρόγραφον ἡμῶν τῶν ἁμαρτημάτων ἦρεν ἐκ μέσου Χριστὸς τῷ σταυρῷ αὐτὸ προσηλώσας.» διὰ τί δὲ ‘τῷ σταυρῷ αὐτὸ προσήλωσεν,’ ἵνα πᾶς πορευόμενος μάθῃ τὴν τούτου ἀκυρωσίαν.