Ἔργον
Μέγας Αθανάσιος – Εἰς τὴν ὑπαπαντὴν τοῦ κυρίου
Οι προφητείες του Συμεών προς τη Θεοτόκο
Η προαναγγελία του σημείου του αντιλεγομένου, η εμφάνιση των αιρέσεων, η ρομφαία της Παναγίας και η αποκάλυψη των διαλογισμών μέσω του Πάθους.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Οι προφητείες του Συμεών προς τη Θεοτόκο
Η προαναγγελία του σημείου του αντιλεγομένου, η εμφάνιση των αιρέσεων, η ρομφαία της Παναγίας και η αποκάλυψη των διαλογισμών μέσω του Πάθους.
Ὁ δὲ Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ, «θαυμάζοντες, φησὶν, ἦσαν ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ.» Ἐθαύμαζον δὲ, μήπω τελείαν, οἶμαι, λαβόντες πληροφορίαν τῆς τούτου θεότητος· καίτοι ἀρκούντων τῶν κατὰ τὴν γέννησιν θαυμάτων· ἐκείνων, φημὶ, τῶν κατὰ τοὺς μάγους καὶ τοὺς ποιμένας· ἔτι τε τῆς διαφόρου τῶν ἀγγέλων ἐπιστασίας, καὶ τοῦ πάντων θαυμάτων ἐπέκεινα θαύματος, τῆς παρθενίας ἡ φυλακὴ καὶ συντήρησις πρὸς τελείαν τούτου πληροφορίαν καὶ συγκατάθεσιν. Ἀλλ᾽ ὅμως, πρὸς τὸν ὄγκον ἀποσκοποῦντες τοῦ θαύματος, καὶ τὴν οἰκείαν εὐλάβειαν χαλινοῦσαν τοὺς λογισμοὺς ἔχοντες (μέγα γὰρ καὶ κατ᾽ ἀλήθειαν ὂν τὸ σεσαρκῶσθαι Θεὸν ὑπελάμβανον), ἔτι τὸν νοῦν κλονούμενον εἶχον καὶ ἀμφιβάλλοντα. Ὅθεν ἐν βραχέσι τὴν κατὰ τὸ βρέφος θεολογίαν ὁ πρέσβυς στοιχειωσάμενος, πρὸς ἐκείνους λοιπὸν τὰς τῶν λόγων ἡνίας μεταχειρίζεται, εὐλογῶν τε τούτους καὶ μακαρίζων τῆς περὶ τὴν οἰκονομίαν διακονίας· προλέγων τε καὶ τὰ περὶ τὸν σταυρὸν ἄριστά τε καὶ τελεώτατα. «Εὐλόγησε γὰρ, φησὶν, αὐτοὺς Συμεὼν, καὶ εἶπε πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν. τῷ Ἰσραὴλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον.»
Ἀντιλέξει γὰρ καὶ ἀμφιβαλεῖ περὶ τούτου καὶ τοῦ κατ᾽ αὐτὸν δόγματος Σίμων πρὸς τὸν Μαρκίωνα, καὶ Ἄρειος πρὸς τὸν Σαβέλλιον, καὶ Εὐτυχὴς πρὸς τὸν Νεστόριον, καὶ ἀμφότεροι πρὸς τὴν Ἐκκλησίαν· οἱ μὲν τὴν θεότητα μόνην, οἱ δὲ τὴν σάρκα τούτῳ προσνέμοντες· οἱ μὲν κτιστὸν εἰσάγοντες, καὶ τῆς πατρικῆς οὐσίας ἀλλότριον, οἱ δὲ Λόγον ἀνυπόστατόν τινα καὶ κενὸν οὐσίας, καὶ μηδὲν τοῦ κατὰ προφορὰν χεομένου διεναλλάττοντα· οἱ μὲν φαντασίαν αὐτοῦ τὴν διὰ σαρκὸς παρουσίαν ὑποτιθέμενοι, οἱ δὲ μηδὲ ἀνειληφέναι σάρκα καθόλου διατεινόμενοι· ἢ ἀνειληφέναι μὲν, ἄψυχον δὲ ταύτην καὶ ἀνενέργητον, ἢ ψυχὴν μὲν ἔχουσαν, ἄνουν δὲ ταύτην καὶ ἄλογον· καὶ ἁπαξαπλῶς ἄλλοι ἄλλως ἀμφιβαλοῦσι καὶ ἀντιλέξουσιν, ἕκαστος κατὰ τὸ δοκοῦν αὐτῷ τὰ περὶ αὐτοῦ συμπεραίνοντες. «Περὶ γὰρ τῆς αἱρέσεως ταύτης,» πρὸς τὸν Παῦλον οἱ Ἰουδαῖοί φασι, «γνωστὸν ἡμῖν ἐστιν, ὅτι πανταχοῦ ἀντιλέγεται.» Ἀντιλέγεται μὲν, ἀλλ᾽ οὐ βάλλεται· πολεμεῖται, ἀλλ᾽ οὐ νικᾶται· τοξεύεται, ἀλλ᾽ οὐ τιτρώσκεται· πολιορκεῖται, ἀλλ᾽ οὐκ ἀνδραποδίζεται· τὸ μέγιστον, πίπτει, ἀλλ᾽ οὐ συντρίβεται· μᾶλλον δὲ καὶ ἀνατρέπει.
Τοῦτο γὰρ τῆς καθαρᾶς πίστεως ἡμῶν τὸ ἐξαίρετον, καὶ παντὸς ἐπέκεινα θαύματος· ὅτι οὐ μόνον αὕτη, καίτοι πανταχόθεν σφοδρῶς περιστοιχιζομένη ταῖς ἐκ τῶν αἱρέσεων συστροφαῖς τε καὶ λαίλαψιν, ἄσειστος διατελεῖ καὶ ἀτίνακτος· ἀλλ᾽ ὅτι καὶ διὰ τῶν ἐναντίων τὰ ἐναντία σοφῶς κατεργάζεται, λαμπρὰ κατὰ τῶν ἐφεδρευόντων διανιστῶσα τρόπαια.
Τοιοῦτος μὲν οὖν, φησὶν, ὦ μακαρία Παρθένε, ὃν ἐκ γαστρός σου προήνεγκας· θραύων μὲν ῥᾳδίως καὶ ταράσσων τοὺς ἑαυτοὺς τῆς ἀληθείας ἀποσπαράξαντας· ἀνιστῶν δὲ καὶ τῷ Πατρὶ προσάγων, ὅσοι ἂν πρόσθωνται τούτῳ, καὶ τὰ τούτου φυλάξωσι δικαιώματα.
Οὐ μὴν δὲ, ἐπειδὴ τοιοῦτον ἔσχες Υἱὸν, καὶ τοιαύτης λέλογχας εὐκλείας, ὡς πάσης ἄρδην ἐπέκεινα γνωρισθῆναι γηγενοῦς φύσεως, ἀπείραστός τις ἔσῃ καὶ ἀπαθὴς, καὶ οἱονεὶ πρὸς τὰς θλίψεις ἀνάλωτος· ἀλλὰ «καὶ σοῦ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία·» μὴ γάρ σε, φησὶ, τὸ μεγαλεῖον τοῦ θαύματος πρὸς ὄγκον ἐπάρῃ φυσήματος. Εἰ γὰρ καὶ ὑπὲρ φύσιν ἐκύησας, ἀλλὰ θλίψιν ἕξεις ταῖς κατὰ φύσιν γεννώσαις ἐφάμιλλον· μᾶλλον δὲ πολλῷ μεγίστην καὶ ὑπερβάλλουσαν, ὅσον ἐκεῖναι μὲν χωρὶς θαυμάτων τὰς περὶ τὰ τέκνα θλίψεις ὑπέμειναν· σὺ δὲ μετὰ τοσαύτην πληθὺν τεραστίων, μετὰ τὰς ἀπλέτους ἐκείνας τῶν προφητικῶν ῥημάτων ἐκβάσεις, μετὰ τὴν περιβόητον τῆς παρθενίας φυλακὴν καὶ συντήρησιν, ὢ τοῦ θαύματος! «καὶ σοῦ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία.» Τίνος; «
σοῦ, φησὶν, αὐτῆς,» τῆς τὸν Γαβριὴλ εὐμοιρησάσης εὐαγγελιστὴν, καὶ τοῦ τόκου σημάντορα· «σοῦ,» τῆς τὴν δύναμιν τοῦ Ὑψίστου ἐπισκιάζουσαν, καὶ αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον, ἐπιφοιτῶν τε καὶ περιιπτάμενόν σε, σχούσης ἀριδηλότατα· «σοῦ αὐτῆς,» ἣν μάγοι μετὰ τοῦ ἀστέρος δι᾽ ἀστέρος ὁδηγηθέντες προσεκύνησαν, καὶ ποιμένες μετὰ ἀγγέλων τῷ θείῳ βρέφει συνεμακάρισαν, καὶ συνύμνησαν· «σοῦ αὐτῆς,» ἣν Ἰακὼβ φοιτῶσαν ὡς οὐρανοὺς ἑώρακε κλίμακα· καὶ Μωϋσῆς ὁ θεόπτης βάτον πυράφλεκτον, καὶ λυχνίαν, καὶ στάμνον, καὶ πλάκα, καὶ τράπεζαν· καὶ Ἀαρὼν ῥάβδον ἀνίκμως βλαστήσασαν· «σοῦ αὐτῆς,» ὦ πανάφθορε καὶ πανάμωμε, ἣν Δαυῒδ μὲν κιβωτὸν καλεῖ ἁγιάσματος, Σολομὼν δὲ κλίνην χρυσῆν, καὶ θρόνον, καὶ κοιλάδα κρίνων· ἀρετῶν, οἶμαι, τῶν θείων, καὶ παράδεισον θεοφύτευτον. Καὶ «σοῦ» δὲ «αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία· σοῦ» τῆς ἐκλελεγμένης καὶ πρὸ γεννήσεως, τῆς προωρισμένης ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν· «σοῦ αὐτῆς,» ἣν ὁ Πατὴρ ἐξελέξατο, καὶ ὁ Υἱὸς ἐνεσκήνωσε, καὶ τὸ Πνεῦμα τὸ ἅγιον θεοπρεπῶς ἐπεσκίασε· καὶ πᾶσα ἡ κτίσις Θεοῦ Μητέρα καὶ Θεοτόκον κηρύττει κυριώτατά τε καὶ ἀληθέστατα. «Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία.» Διὰ τί, φησὶν, ἐμοῦ, γέρον θαυμασιώτατε; μὴ γὰρ ἐγὼ Θεοῦ Υἱὸν ἐμαυτὴν ἀνεκήρυξα; Μὴ γὰρ ἐγὼ περὶ τοῦ ναοῦ προεφήτευσα; ἢ τὸν Λάζαρον ἤγειρα; ἢ τὸν παράλυτον ἐθεράπευσα;
ἢ τὸν ἐκ γενετῆς τυφλὸν ὠμμάτωσα; Τίνος χάριν τὴν ἐμὴν ψυχὴν ἡ ῥομφαία διαδραμεῖται; Ὅτι τὸ Σάββατον ἔλυσα; Ὅτι τὸν νόμον παρέβην; Ἰδοὺ δι᾽ ἐκεῖνον τόν τε Υἱὸν περιέτεμον, τήν τε Ἱερουσαλὴμ ἔφθασα, καὶ τῷ ναῷ πάρειμι, καὶ τοὺς νεοττοὺς τῶν τρυγόνων, δεῖγμα μικρᾶς τε καὶ πενεστάτης ὄντας θυσίας, τῇ θείᾳ τραπέζῃ προσανατίθημι. Τί τοίνυν ἐστὶν ἢ μικρὸν ἢ μεῖζον, ὃ τοῦ νόμου παρέλυσα, ἵνα ῥομφαία τὴν ψυχὴν ἐμὴν διελεύσηται; Φράσον τὸ τάχος, μήπως ὡς ὑπερβεβηκότα, καὶ πολλῷ τῷ βίῳ καταγηράσαντα ὑποπτεύσωμεν.
Οὒ, φησὶν ὁ θεῖος ἐκεῖνος πρεσβύτης, καὶ τῆς προφητικῆς ἀνάπλεως χάριτος· δι᾽ οὐδὲν τούτων· ἔξω γὰρ τούτων πάντων ἦσθα καὶ ὑπερέκεινα· ἀλλ᾽ «ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.» Αἰνίγματι, φησὶ, λέγεις ὅμοιον· οὔπω σαφῶς τὴν αἰτίαν τοῦ πάθους ἐνέφηνας. Εἰπεῖν σε δεῖ φανερώτερον· ἔτι γὰρ ἀφανές πως καὶ ὑπόσκιον τὸ λαλούμενον. Ἐγώ σοι, φησὶν, ὦ Χριστοῦ κτῆμα, καὶ χρῆμα, καὶ σκήνωμα, τῶν ζητουμένων ἅπαν ἐπιλύσω τὸ ἄπορον. Ἀλλ᾽ ὅρα μή σε τὸ πάθος νικῆσαν μικρόψυχόν τινα δείξῃ καὶ ἀφιλόσοφον· ὅπερ ἐπὶ σοῦ λέγειν μᾶλλον οὐ θέμις ἢ ἐπὶ ἡλίου τὸ ἀφεγγὲς καὶ ἀθέρμαντον.
Προδιδόμενον ὄψει τοῦτον, ὃν θεοπρεπῶς ἀπεγέννησας, καὶ δεσμούμενον, ἐπτυσμένον καὶ ῥαπιζόμενον, φραγγελούμενον καὶ κολαφιζόμενον, καλάμῳ τυπτόμενον, ἀκάνθαις στεφανούμενον, χλαῖναν ἐνδιδυσκόμενον, ὑπὸ Φαρισαίων συκοφαντούμενον, ὑπὸ Σαδδουκαίων ὀνειδιζόμενον, ὑπὸ Πιλάτου κρινόμενον, ὑπὸ στρατιωτῶν χλευαζόμενον, τῇ σπείρᾳ γονυπετούμενον τὸν Βαραββᾶν ὄψει προτιμώμενον τούτου καὶ προκρινόμενον· τέλος σταυρῷ προσπηγνύμενον, ὄξος μετὰ χολῆς ποτιζόμενον, λόγχῃ νυττόμενον, τάφῳ περικλειόμενον, πλάνον ὀνομαζόμενον, σφραγῖσι καταδεσμούμενον, φρουρούμενον φύλαξι. Καὶ ἁπαξαπλῶς, πᾶν ἀλγεινὸν καὶ ἀτιμίας ἐμφαντικὸν ἐπ᾽ αὐτῷ κατόψει πραττόμενον μεθ᾽ ὑπερβολῆς· διὰ ταῦτα, σοῦ τὴν ψυχὴν διελεύσεται ῥομφαία· διὰ ταῦτα κλαύσεις καὶ κόψῃ, καὶ οἷα μήτηρ θρηνήσεις ἐπὶ Υἱῷ, τὸν τῶν κακούργων ὑπομένοντι θάνατον· μάλιστα τοὺς ἀποῤῥήτους ἐκείνους καθ᾽ ἑαυτὴν ἀνελίττουσα λογισμούς· οἷον, τὸ τοῦ Γαβριὴλ εὐαγγέλιον, τὴν ἄσπορον σύλληψιν, τὸν τόκον τὸν ἄφθορον, τὴν ἄσυλον παρθενίαν, τὸ ἀμόλυντον τῆς ἁγνείας, τὸ μηδὲν παθεῖν ἐν τῷ τόκῳ φυσικοῦ νόμου καὶ μητρικῆς ἀκολουθίας, διὰ τοῦ καὶ πρὸ τόκου καὶ μετὰ τόκον παρθένον ὡσαύτως καὶ εἶναι καὶ μεῖναι παναληθέστατα. «Ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.»
Ἀποκαλυφθήσεται γὰρ Πέτρου μὲν ὁ πυρὸς τέως θερμότερος ζῆλος, χλιαρός τις καὶ οἷον ὑπόψυχρος διὰ τῆς ἀρνήσεως· Ἰωάννου δὲ καὶ Ἰακώβου καὶ τῶν λοιπῶν διὰ τῆς φυγῆς, ἣν, ἀφέντες αὐτὸν, ἅπαντες ἔφυγον, πάντων ὥσπερ τῶν μεγίστων θαυμάτων ἐπιλαθόμενοι. Καὶ αὖ πάλιν ἐκ τοῦ ἐναντίου ἀποκαλυφθήσεται Πιλᾶτος μὲν εἰς τὸν μετάμελον ἥκων διὰ τῆς τῶν χειρῶν ἀποσμήξεως· ἡ δὲ τούτου σύνευνος ὡς ἐπίστευσε, διὰ τῆς νυκτερινῆς ὄψεως· ὁ ἑκατόνταρχος διὰ τῶν σημείων· Ἰωσὴφ καὶ Νικόδημος διὰ τῆς κηδείας· Ἰούδας διὰ τοῦ βρόχου· Ἰουδαῖοι διὰ τὸ δοῦναι τοῖς φύλαξι τὰ ἀργύρια. Καὶ ἁπαξαπλῶς, μάχη τις ἔσται καὶ στάσις λογισμῶν τε καὶ διαλογισμῶν ἐναντίων· τῶν μὲν τὰ τῆς θεότητος διαλογιζομένων, τῶν δὲ τὰ τῆς ἀνθρωπότητος.
Θαυμάσουσι μὲν γὰρ, φησὶ, πάσχοντα τοῦτον ὁρῶντες, καὶ ἀγωνιῶντα, καὶ θρόμβους ἱδρώτων ἐκπέμποντα· ἔτι τε δειλιῶντα, καὶ τὴν τοῦ πάθους παραίτησιν προσευχόμενον· τήν τε τῶν νεκρῶν ἐννοοῦντες ἀνάστασιν καὶ τὴν τῶν τυφλῶν ὀμμάτωσιν· τήν τε τῶν λεπρῶν ἀποκάθαρσιν, καὶ τὴν τῶν πονηρῶν πνευμάτων ἐκδίωξιν· καὶ τὴν ἄλλην ἅπασαν τῶν ὑπ᾽ αὐτοῦ τελεσθέντων σημείων πληθύν· θαυμάσουσι, καὶ τὸν νοῦν ὧδε κἀκεῖσε κλονούμενον ἕξουσι, ἀσύμφωνα ταῦτα τοῖς πρώτοις ὁρῶντες, καὶ ἀκατάλληλα· θαυμάσουσι δὲ πάλιν οἱ τὸν σεισμὸν ὁρῶντες, καὶ τὴν ἐν ἡμέρᾳ νύκτα, τόν τε τοῦ διαπετάσματος διχασμὸν, καὶ τὴν τῶν πετρῶν διάῤῥηξιν· ἔτι τε τῶν μνημάτων τὴν ἀνακάλυψιν, καὶ τὴν τῶν νεκρῶν ἐξανάστασιν· θαυμάσουσι καὶ ἐκστήσονται τῇ καρδίᾳ, καὶ πρὸς ἀπορίας βυθὸν καταντήσουσιν, ἄνθρωπον μὲν τὸν κρεμάμενον βλέποντες, Θεὸν δὲ τὸν ἐνεργοῦντα ταῦτα καὶ συμπεραίνοντα. Οὕτως ἀποκαλυφθήσονται ἐκ πολλῶν καρδιῶν διαλογισμοὶ, τῶν μὲν ταῦτα, τῶν δὲ ἐκεῖνα διαλογιζομένων. Ἀλλ᾽ ὅμως ἡ μάχη αὕτη τῶν λογισμῶν, καὶ ἡ στάσις, καὶ ἡ φύρσις, καὶ ἡ ἀντίθεσις, ὁμονοίας καὶ συμφωνίας, καὶ εἰρήνης τῆς ἀνωτάτω τῇ Ἐκκλησίᾳ χρηματίσει παραίτιος· δι᾽ ἑκατέρων γὰρ ὃ ἦν Χριστὸς κηρυχθήσεται, καὶ Θεὸς ὁ αὐτὸς καὶ ἄνθρωπος γνωρισθήσεται, αὐτεξουσίως θέλων καὶ ἐνεργῶν ὁ αὐτὸς, τὰ μὲν τῇ θεότητι, τὰ δὲ τῇ ἀνθρωπότητι.
Ταῦτα μὲν οὖν εἶπεν ἂν, οἶμαι, ὁ θεῖος ὄντως καὶ Ἀβραμιαῖος ἐκεῖνος πρεσβύτης, εἴ τις αὐτὸν διήρετο περὶ τούτων.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.