Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὸ Νῦν ἡ ψυχή μου τετάρακται

Μέγας Αθανάσιος

Η πρόσληψη των ανθρωπίνων παθών και η θεραπεία της φύσεως

Η συγκατάβαση του Θεού Λόγου και η πρόσληψη της ανθρώπινης φύσεως με σκοπό τη μεταστροφή των παθών της σε απάθεια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 3

Τῆς ὁμοιώσεως τοῦ Κυρίου τῆς πρὸς ἡμᾶς ἡ ὠφέλεια μεγάλη, ὅτι καὶ ἡμεῖς ὁμοιούμεθα πρὸς αὐτόν. Εἰ γὰρ μὴ αὐτὸς ὡμοίωτο πρὸς ἀνθρώπους, οὐκ ἠδύναντο οἱ ἄνθρωποι ὁμοιοῦσθαι πρὸς Θεόν. Ἀλλὰ πρὸς Θεὸν ἄνθρωπον γενόμενον ὁμοιοῦνται ἄνθρωποι.

Ἔδει δὲ τὸν εἰς ὁμοίωσιν ἡμῶν καταβαίνοντα, κατὰ τοῦτο μάλιστα ὁμοιωθῆναι, καθ᾽ ὃ μεταβολῆς ἐδεόμεθα. Ἐδεόμεθα δὲ κατὰ τὰ πάθη, ἵνα ταῦτα εἰς ἀπάθειαν μεταστῇ. Μηδεὶς δὴ ἀπιστείτω περὶ τῶν παθῶν οἰόμενος τρέπεσθαι τὴν θεότητα, ἀλλὰ προσγενόμενον αὐτῇ τὸ πάθος ἀπὸ τοῦ σαρκικοῦ καὶ ψυχικοῦ κινήματος ἐνθυμείσθω, καὶ προσγινόμενον καὶ νικώμενον.

Διὰ γὰρ τοῦτο προσγέγονεν, ἵνα νικηθῇ· καὶ ἀπὸ τούτου νενίκηται, ἵνα ἡ πᾶσα ἀνθρώπων φύσις κατὰ τὸ συγγενὲς εὐεργετηθῇ. Ἐκεῖθεν γὰρ ἀρξάμενοι μετασχηματιζόμεθα πάντες ἐκ πασχόντων ἀπαθεῖς, καὶ ἀπὸ νεκρῶν ζῶντες καθιστάμενοι. Μὴ οὖν ταραττέσθω τις εἰς ἀπιστίαν, εἰ λέγει Θεὸς ὢν ὁ Κύριος ἅμα καὶ ἄνθρωπος· Νῦν ἡ ψυχή μου τετάρακται.