Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὸ «Ὃς ἂν εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ»

Μέγας Αθανάσιος

Ερμηνεία της ευαγγελικής ρήσης και χριστολογική ορολογία

Ορθόδοξη επεξήγηση του χωρίου με βάση τη διάκριση των δύο φύσεων του Χριστού, όπου ο όρος «Υιός του ανθρώπου» αντιστοιχεί στην ανθρώπινη φύση και το «Πνεύμα» στη θεότητα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 4

Οὐ γὰρ δὴ σύγκρισίν τινα ποιούμενος τῆς εἰς ἑαυτὸν καὶ τῆς εἰς τὸ Πνεῦμα τὸ ἅγιον λεγομένης βλασφημίας, καὶ ὡς μείζονος ὄντος τοῦ Πνεύματος, καὶ διὰ τοῦτο μείζονα τὴν αἰτίαν ἐχούσης τῆς εἰς τὸ Πνεῦμα γινομένης, ταῦτ᾽ εἴρηκε· μὴ γένοιτο!

Φθάσας γὰρ ἐδίδαξεν, ὅτι πάντα ὅσα ἔχει ὁ Πατὴρ τοῦ Υἱοῦ ἐστι, καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα λήψεται, καὶ αὐτὸ δοξάσει τὸν Υἱόν. Καὶ οὐχὶ τὸ Πνεῦμα τὸν Υἱὸν δίδωσιν, ἀλλ᾽ ὁ Υἱὸς παρέχει τὸ Πνεῦμα τοῖς μαθηταῖς, καὶ δι᾽ αὐτῶν τοῖς εἰς αὐτὸν πιστεύουσιν.

Οὐχ οὕτως οὖν εἴρηκεν ὁ Σωτήρ· ἀλλ᾽ ὡς εἰς αὐτὸν ἐπ᾽ ἀμφοτέροις γινομένης τῆς βλασφημίας, καὶ τῆς μὲν ἐλάττονος, τῆς δὲ ὑπερβαλλούσης ταῦτα λελάληκεν ὁ Κύριος. Καὶ γὰρ καὶ αὐτοὶ οἱ Φαρισαῖοι ἀμφότερα ἦσαν λέγοντες· καὶ ἄνθρωπον βλέποντες αὐτὸν ἐλοιδόρουν· «Πόθεν τούτῳ ἡ σοφία αὕτη;» καὶ, «Πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας;» Καὶ τὰ τοῦ Πατρὸς ἔργα θεωροῦντες, οὐ μόνον ἠρνοῦντο τὴν θεότητα αὐτοῦ, ἀλλὰ καὶ ἀντὶ ταύτης ἔλεγον ἐν αὐτῷ εἶναι τὸν Βεελζεβοὺλ, καὶ αὐτοῦ εἶναι τὰ ἔργα. Διὰ τοῦτο, ὡς εἰς αὐτὸν ἀμφοτέρων λεγομένων, καὶ τῆς μὲν ἐλάττονος βλασφημίας οὔσης διὰ τὸ ἀνθρώπινον, τῆς δὲ μείζονος διὰ τὴν θεότητα, ἐπὶ τῇ μείζονι κατ᾽ αὐτῶν τὸ ἄφυκτον τῆς τιμωρίας ἔλεγεν. Ἀμέλει τοὺς μαθητὰς παραθαρσύνων καὶ λέγων, ὅτι «Εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐπεκάλεσαν,» ἑαυτὸν εἶναι τὸν οἰκοδεσπότην ἔλεγε, τὸν καὶ ὑπὸ τῶν Ἰουδαίων οὕτω βλασφημούμενον.

Εἰ δὲ οἱ Ἰουδαῖοι λέγοντες. «ἐν Βεελζεβοὺλ,» οὐδένα ἕτερον ἢ τὸν Κύριον ἐλοιδόρουν, δῆλον τοίνυν ἐστὶν, ὡς τὸ λεγόμενον, «Ἡ δὲ τοῦ Πνεύματος βλασφημία,» εἰς αὐτόν ἐστι τὸν Κύριον λεγομένη, καὶ τὸ ῥητὸν ὅλον περὶ ἑαυτοῦ σημαίνων ἔλεγεν ὁ Σωτήρ. Αὐτὸς γάρ ἐστιν ὁ τοῦ παντὸς οἰκοδεσπότης· πάλιν γὰρ ἀσφαλείας ἕνεκα τὸ αὐτὸ εἰπεῖν οὐκ ὀκνητέον. Τὸ διψᾷν, τὸ κοπιᾷν, τὸ κοιμᾶσθαι, τὸ ῥαπίζεσθαι, τὸ ἐσθίειν, ἀνθρώπων ἐστὶν ἴδια· τὰ δὲ ἔργα ἃ ἐποίει ὁ Κύριος, οὐκ ἔτι ἀνθρώπων, ἀλλὰ Θεοῦ ἦν αὐτὰ ποιεῖν. Ὅταν οὖν τινες, καθὰ πρότερον εἶπον, ταῦτα βλέποντες ὡς ἀνθρώπῳ λοιδορῶνται τῷ Κυρίῳ, ἐλάττονος ἂν ἀξιοῖντο τιμωρίας τῶν τὰ τοῦ Θεοῦ ἔργα μεταφερόντων εἰς τὸν διάβολον. Οἱ γὰρ τοιοῦτοι, οὐ μόνον τὰ ἅγια τοῖς κυσὶ ῥίπτουσιν, ἀλλὰ καὶ τὸν Θεὸν τῷ διαβόλῳ συγκρίνουσι, καὶ τὸ φῶς λέγουσιν εἶναι σκότος. Ταύτην γοῦν εἶναι τῶν Φαρισαίων τὴν ἀσύγγνωστον βλασφημίαν ὁ Μάρκος παρετηρήσατο λέγων· «Ὃς δ᾽ ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν, ἀλλ᾽ ἔνοχός ἐστιν αἰωνίου ἁμαρτίας· ὅτι ἔλεγον, Πνεῦμα ἀκάθαρτον ἔχει.» Καὶ ὁ μὲν ἐκ γενετῆς τυφλὸς ἀναβλέψας ἐμαρτύρει· «Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη, ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου.

Εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν·» οἵ τε ὄχλοι, θαυμάζοντες ἐπὶ τοῖς γινομένοις ὑπὸ τοῦ Κυρίου, ἔλεγον· «Ταῦτα τὰ ῥήματα οὐκ ἔστι δαιμονιζομένου· μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ἀνοίγειν;» οἱ δὲ νομιζόμενοι ἁδροὶ τοῦ νόμου, οἱ Φαρισαῖοι, οἱ τὰ κράσπεδα πλατύνοντες, καὶ κομπάζοντες ὡς πλέον τι τῶν ἄλλων γινώσκοντες, οὐδ᾽ οὕτως ᾐσχύνοντο· κατὰ δὲ τὸ γεγραμμένον, ἔθυον οἱ τάλανες δαιμονίῳ καὶ οὐ Θεῷ, λέγοντες δαιμόνιον ἔχειν τὸν Κύριον, καὶ δαιμόνων εἶναι τὰ τοῦ Θεοῦ ἔργα. Ἔπασχον δὲ τοῦτο δι᾽ οὐδὲν ἕτερον, ἢ ἵνα μόνον ἀρνήσωνται τὸν ταῦτα ποιοῦντα Θεὸν εἶναι, καὶ τοῦ Θεοῦ Υἱόν. Εἰ γὰρ τὸ ἐσθίειν καὶ τοῦ σώματος ἡ ὄψις ἐδείκνυεν αὐτὸν καὶ ἄνθρωπον, διὰ τί μὴ ἐκ τῶν ἔργων ἐθεώρουν αὐτὸν εἶναι ἐν τῷ Πατρὶ, καὶ τὸν Πατέρα ἐν αὐτῷ; Ἀλλ᾽ οὐκ ἤθελον· μᾶλλον δὲ αὐτοὶ τὸν Βεελζεβοὺλ εἶχον ἐν ἑαυτοῖς φθεγγόμενον, ὡς ἐκ μὲν τῶν ἀνθρωπίνων ἄνθρωπον αὐτὸν μόνον ὀνομάζειν· ἐκ δὲ τῶν ἔργων, ἃ ἦν ἴδια Θεοῦ, μηκέτι Θεὸν αὐτὸν ὁμολογεῖν, ἀλλὰ τὸν ἐν αὐτοῖς Βεελζεβοὺλ ἀντ᾽ ἐκείνου θεοποιεῖν, ἵνα σὺν αὐτῷ λοιπὸν αἰωνίως ἐν τῷ πυρὶ κολάζωνται.

Καὶ αὐτὴ δὲ ἡ τοῦ ἀναγνώσματος παρατήρησις τοιαύτην ἔμφασίν τινα παρέχειν μοι δοκεῖ, καὶ δεικνύειν εἰς αὐτὸν φθάνειν ἀμφοτέρας τὰς βλασφημίας, καὶ περὶ ἑαυτοῦ εἰρηκέναι τὸ, «Υἱὸς ἀνθρώπου,» καὶ τὸ, «Πνεῦμα·» ἵν᾽ ἐκ τούτου μὲν τὸ σωματικὸν ἑαυτοῦ δείξῃ, ἐκ δὲ τοῦ πνεύματος τὴν πνευματικὴν ἑαυτοῦ καὶ νοητὴν καὶ ἀληθεστάτην θεότητα δηλώσῃ. Καὶ γὰρ τὸ μὲν λαβεῖν δυνάμενον συγγνώμην ἐπὶ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου συνέταξεν, ἵνα τὸ σωματικὸν ἑαυτοῦ σημάνῃ· τὴν δὲ ἀσύγγνωστον βλασφημίαν εἰς τὸ Πνεῦμα φθάνειν δεδήλωκεν· ἵνα, πρὸς ἀντιδιαστολὴν τοῦ σωματικοῦ τοῦτο λέγων, τὴν ἑαυτοῦ θεότητα δείξῃ. Τοῦτον δὲ τὸν χαρακτῆρα καὶ ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ ἑώρακα· ὁπηνίκα, περὶ τῆς τοῦ σώματος βρώσεως διαλεγόμενος, καὶ διὰ τοῦτο πολλοὺς ἑωρακὼς τοὺς σκανδαλισθέντας, φησὶν ὁ Κύριος· «Τοῦτο ὑμᾶς σκανδαλίζει; Ἐὰν οὖν θεωρῆτε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα, ὅπου ἦν τὸ πρότερον; Τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν· ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. Τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμῖν, πνεῦμά ἐστι καὶ ζωή.» Καὶ ἐνταῦθα γὰρ ἀμφότερα περὶ ἑαυτοῦ εἴρηκε, σάρκα καὶ πνεῦμα· καὶ τὸ πνεῦμα πρὸς τὸ κατὰ σάρκα διέστειλεν, ἵνα μὴ μόνον τὸ φαινόμενον, ἀλλὰ καὶ τὸ ἀόρατον αὐτοῦ πιστεύσαντες μάθωσιν, ὅτι καὶ ἃ λέγει οὐκ ἔστι σαρκικὰ, ἀλλὰ πνευματικά. Πόσοις γὰρ ἤρκει τὸ σῶμα πρὸς βρῶσιν, ἵνα καὶ τοῦ κόσμου παντὸς τοῦτο τροφὴ γένηται;

Ἀλλὰ διὰ τοῦτο τῆς εἰς οὐρανοὺς ἀναβάσεως ἐμνημόνευσε τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, ἵνα τῆς σωματικῆς ἐννοίας αὐτοὺς ἀφελκύσῃ, καὶ λοιπὸν τὴν εἰρημένην σάρκα βρῶσιν ἄνωθεν οὐράνιον, καὶ πνευματικὴν τροφὴν παρ᾽ αὐτοῦ διδομένην μάθωσιν. «Ἃ γὰρ λελάληκα, φησὶν, ὑμῖν, πνεῦμά ἐστι καὶ ζωή·» ἴσον τῷ εἰπεῖν· Τὸ μὲν δεικνύμενον καὶ διδόμενον ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας ἐστὶν ἡ σὰρξ ἣν ἐγὼ φορῶ· ἀλλ᾽ αὕτη ὑμῖν καὶ τὸ ταύτης αἷμα παρ᾽ ἐμοῦ πνευματικῶς δοθήσεται τροφή· ὥστε πνευματικῶς ἐν ἑκάστῳ ταύτην ἀναδίδοσθαι, καὶ γίνεσθαι πᾶσι φυλακτήριον εἰς ἀνάστασιν ζωῆς αἰωνίου. Οὕτω καὶ τὴν Σαμαρεῖτιν ἀφέλκων ὁ Κύριος ἀπὸ τῶν αἰσθητῶν, Πνεῦμα εἴρηκε τὸν Θεὸν, ὑπὲρ τοῦ μηκέτι σωματικῶς αὐτὴν, ἀλλὰ πνευματικῶς διανοεῖσθαι περὶ τοῦ Θεοῦ· οὕτω καὶ ὁ προφήτης θεωρῶν τὸν Λόγον τὸν γενόμενον σάρκα εἴρηκε· «Πνεῦμα προσώπου ἡμῶν Χριστὸς Κύριος·» ἵνα μὴ ἐκ τοῦ φαινομένου νομίσῃ τις ἄνθρωπον ψιλὸν εἶναι τὸν Κύριον, ἀλλὰ καὶ Πνεῦμα ἀκούων, γινώσκῃ Θεὸν εἶναι τὸν ἐν σώματι ὄντα.

Ἑκάτερον οὖν δῆλον ἂν εἴη λοιπὸν, ὅτι ὁ τὸν Κύριον ὁρῶν τὰ περὶ ἑαυτοῦ διαλεγόμενον, ἐὰν μὲν τὰ σωματικὰ αὐτοῦ μόνον βλέπων, καὶ μὴ πιστεύων λέγοι· «Πόθεν τούτῳ ἡ σοφία αὕτη;» ἁμαρτάνει μὲν, καὶ ὡς εἰς Υἱὸν ἀνθρώπου βλασφημεῖ· ἀλλ᾽ ὁ ὁρῶν αὐτοῦ τὰ ἔργα τὰ Πνεύματι ἁγίῳ γινόμενα, καὶ λέγων τὸν τοιαῦτα ποιοῦντα μὴ εἶναι Θεὸν καὶ τοῦ Θεοῦ Υἱὸν, ἀλλὰ τῷ Βεελζεβοὺλ αὐτὰ ἐπιγράφων, φανερῶς βλασφημεῖ, ἀρνούμενος αὐτοῦ τὴν θεότητα.

Καὶ γὰρ καὶ ἐν τῷ εὐαγγελικῷ ῥητῷ, καθὰ πολλάκις εἴρηται, λέγων, «Υἱὸν ἀνθρώπου,» τὸ κατὰ σάρκα καὶ ἀνθρώπινον αὐτοῦ δείκνυσιν· ἵνα, «τὸ Πνεῦμα» λέγων, δηλώσῃ αὐτοῦ εἶναι τὸ ἅγιον Πνεῦμα, ἐν ᾧ τὰ πάντα εἰργάζετο. Ὅθεν τὰ μὲν ἔργα ποιῶν ἔλεγεν· «Εἰ ἐμοὶ μὴ πιστεύετε, κἂν τοῖς ἔργοις μου πιστεύετε, ἵνα γνῶτε, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.» Μέλλων δὲ ἑαυτὸν σωματικῶς προσφέρειν ὑπὲρ ἡμῶν, ὁπηνίκα δι᾽ αὐτὸ τοῦτο ἀνέβη εἰς Ἱερουσαλὴμ, ἔλεγε τοῖς μαθηταῖς αὐτοῦ· «Καθεύδετε τὸ λοιπὸν, καὶ ἀναπαύεσθε· ἰδοὺ γὰρ ἤγγικεν ἡ ὥρα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν·» τὰ μὲν γὰρ ἔργα Θεὸν ἀληθινὸν αὐτὸν ἐποίει πιστεύεσθαι· ὁ δὲ θάνατος ἐδείκνυεν αὐτὸν ἀληθῶς ἔχοντα σῶμα. Διὸ εἰκότως Υἱὸν ἀνθρώπου ἔλεγε τὸν παραδιδόμενον· ὁ Λόγος γὰρ, ἀθάνατος καὶ ἄψαυστός ἐστι, καὶ αὐτοζωὴ τυγχάνει ὤν.