Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὸ «Ὃς ἂν εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ»

Μέγας Αθανάσιος

Έλεγχος της ιουδαϊκής απιστίας, παραλληλισμός με τους Αρειανούς και επίλογος

Ανάδειξη του παραλογισμού των Φαρισαίων οι οποίοι απέδιδαν τα θεία έργα στον διάβολο, σύγκριση της στάσης τους με την αίρεση των Αρειανών, και τελική δοξολογική προτροπή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 4

Ἀλλ᾽ οὔτε τούτοις ἐπίστευον οἱ Φαρισαῖοι, οὔτε ἂ ἐποίουν τούτων οἱ υἱοὶ, βλέπειν ἐβούλοντο· ὅθεν ἠρέμα πάλιν αὐτοὺς ὁ Κύριος ἐλέγχει λέγων· «Εἰ ἐν Βεελζεβοὺλ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσι; Διὰ τοῦτο αὐτοὶ ὑμῶν κριταὶ ἔσονται· εἰ δὲ ἐν Πνεύματι Θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.» Καὶ ὧδε δὲ «ἐν Πνεύματι Θεοῦ» ἔλεγεν, οὐχ ὡς ἐλάττων ὢν τοῦ Πνεύματος, οὐδὲ ὡς τοῦ Πνεύματος αὐτὰ ἐνεργοῦντος ἐν αὐτῷ, ἀλλ᾽ ἵνα πάλιν δηλώσῃ, ὅτι αὐτὸς, Λόγος ὢν τοῦ Θεοῦ, αὐτὸς διὰ τοῦ Πνεύματος ἐνεργεῖ τὰ πάντα, καὶ διδάξῃ τοὺς ἀκούοντας, ὅτι ὅσῳ τὰ τοῦ Πνεύματος ἔργα τῷ Βεελζεβοὺλ ἀνατιθέασι, τοσούτῳ τὸν χορηγοῦντα τὸ Πνεῦμα δυσφημοῦσι· καὶ γὰρ καὶ τοῦτο λέγων, δείκνυσιν, ὅτι μὴ ἀγνοοῦντες, ἀλλ᾽ ἑκόντες εἰς τὴν τοιαύτην ἀναπόδραστον βλασφημίαν ἑαυτοὺς περιπείρουσι.

Καὶ οὐκ αἰσχύνονται· καίτοι γινώσκοντες τὰ τοιαῦτα ἔργα ὄντα τοῦ Θεοῦ, ὅτι τῷ Βεελζεβοὺλ πνεύματος ἔλεγον γίνεσθαι ταῦτα. Πῶς οὖν, ταῦτα τολμῶντες, ἔτι δύνανται τοὺς Ἕλληνας αἰτιᾶσθαι, πλάττοντας εἴδωλα, καὶ θεοὺς ὀνομάζοντας αὐτά; Ὅμοια γὰρ καὶ τὰ αὐτῶν τῆς ἐκείνων μανίας· ἢ τάχα καὶ μείζονα τὰ τούτων τολμήματα τυγχάνει ὄντα· ὅτι, καίπερ νόμον περὶ τούτου λαβόντες, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἠτίμασαν. Τί δὲ τοιαῦτα βλασφημοῦντες ποιήσουσιν, ὅταν ἀναγινώσκωσι τὸν προφήτην Ἡσαΐαν, καὶ ἀκούσωσι, τὰ σημεῖα τῆς τοῦ Χριστοῦ παρουσίας εἶναι τυφλῶν ἀνάβλεψιν, χωλῶν περίπατον, ἀλάλων λαλιὰν, νεκρῶν ἀνάστασιν, λεπρῶν θεραπείαν, καὶ κωφῶν ἀκοῆς ἄνοιξιν; ἄρα γὰρ καὶ τούτων τίνα θελήσουσιν εἶναι τὸν ποιητήν; Τὸν μὲν γὰρ Θεὸν λέγοντες, ἑαυτοὺς διελέγξουσιν ἀσεβήσαντας εἰς τὸν Κύριον· ἃ γὰρ ὁ προφήτης προβλέπων εἴρηκε, ταῦτα παρὼν αὐτὸς ὁ Κύριος πεποίηκεν· ἐὰν δὲ, ὡς προπετείᾳ προληφθέντες, τολμήσωσιν εἰπεῖν κἀκεῖνα ἐν τῷ Βεελζεβοὺλ γίνεσθαι, φοβοῦμαι μὴ, κατ᾽ ὀλίγον ἐν ἀσεβείᾳ προκόπτοντες, καὶ ἀναγινώσκοντες· «Τίς ἔδωκε στόμα ἀνθρώπῳ; Καὶ τίς ἐποίησε δύσκωφον καὶ κωφὸν, βλέποντα καὶ τυφλόν;» καὶ τὰ ὅμοια τούτοις, μανέντες πάλιν εἴπωσι τοῦ Βεελζεβοὺλ εἶναι καὶ ταύτας τὰς φωνάς.

ᾯ γὰρ τὴν τοῦ ἀναβλέπειν χάριν διδόασι, τούτῳ καὶ τὴν τοῦ μὴ βλέπειν αἰτίαν αὐτοὺς ἀνάγκη διδόναι· ἀμφότερα γὰρ τὸν αὐτὸν ποιεῖν εἴρηκεν ὁ Λόγος. Πάντως δὲ τοῦτο λέγοντες, φρονήσουσί ποτε καὶ δημιουργὸν εἶναι τὸν Βεελζεβοὺλ τῆς ἀνθρωπίνης φύσεως· τοῦ γὰρ ποιοῦντός ἐστιν ἔχειν καὶ τὴν τῶν γινομένων ἐξουσίαν.

Τοῦ γὰρ Μωϋσέως εἰρηκότος· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν·» καὶ, «ἐν εἰκόνι Θεοῦ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον·» καὶ Δανιὴλ παῤῥησιάζεται τῷ Δαρείῳ λέγων· «Οὐ σέβομαι εἴδωλα χειροποίητα, ἀλλὰ ζῶντα Θεὸν τὸν κτίσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ ἔχοντα πάσης σαρκὸς κυρείαν·» εἰ μὴ ἄρα πάλιν μεταβαλλόμενοι λέγοιεν τὸ μὲν μὴ βλέπειν καὶ χωλεύειν, καὶ τὰ ἄλλα πάθη ἐξ ἐπιτιμίας τοῦ δημιουργοῦ γίνεσθαι· τὴν δὲ λύσιν τούτων καὶ τὴν εἰς τοὺς πάσχοντας εὐεργεσίαν τὸν Βεελζεβοὺλ ἐργάζεσθαι. Ἀλλὰ τοῦτο κἂν ἐξετάζειν, λίαν εὔηθές ἐστι. Μαινομένων γὰρ καὶ πλέον παρεξεστηκότων ἐστὶν ἡ τοιαύτη μετὰ ἀσεβείας μωρολογία· ὅτι μηδὲ τὰ κρείττονα κατὰ σύγκρισιν τῷ Θεῷ, ἀλλὰ τῷ Βεελζεβοὺλ διδόασιν οἱ παράφρονες. Καὶ γὰρ οὐ μέλει τούτοις λυμαίνεσθαι τῶν θείων Γραφῶν τὰ δόγματα, ἵνα μόνον ἀρνήσωνται τὴν τοῦ Χριστοῦ παρουσίαν.

Ἔδει δὲ τοὺς πονηροὺς ἢ μηδὲ ἐκ τῶν σωματικῶν ἐξουθενεῖν αὐτοὺς ὡς ἄνθρωπον τὸν Κύριον, ἢ δηλονότι καὶ ἐκ τῶν ἔργων Θεὸν αὐτὸν ὁμολογεῖν ἀληθινόν. Ἀλλὰ πάντα διεστραμμένως ἔπραττον· ἄνθρωπον μὲν βλέποντες, ὡς ἀνθρώπῳ ἐλοιδοροῦντο· ἔργα δὲ θεϊκὰ θεωροῦντες, ἠρνοῦντο τὴν θεότητα, καὶ προσέτρεχον τῷ διαβόλῳ, οἰόμενοι, ὅτι, ταῦτα τολμῶντες, διαδράναι δυνήσονται, ὥστε μὴ κριθῆναι παρ᾽ αὐτοῦ τοῦ ὑβριζομένου παρ᾽ αὐτῶν Λόγου. Οἱ μὲν οὖν ἐπαοιδοὶ, καὶ μάγοι, καὶ φαρμακοὶ τοῦ Φαραὼ, καίτοι πλεῖστα ἐπιχειρήσαντες, ὅμως βλέποντες τὰ διὰ Μωσέως σημεῖα, καθυφῆκαν, καὶ νῶτα δεδώκασι, λέγοντες δάκτυλον εἶναι Θεοῦ τὸν ταῦτα ποιοῦντα· οἱ δὲ Φαρισαῖοι καὶ οἱ γραμματεῖς, ὅλην τὴν χεῖρα τοῦ Θεοῦ βλέποντες ἐργαζομένην, καὶ πλείονα καὶ μείζονα θεωροῦντες ἐκείνων τὰ δι᾽ αὐτοῦ τοῦ Σωτῆρος γινόμενα, τὸν Βεελζεβοὺλ ἔλεγον ταῦτα ποιεῖν, ὃν καὶ οἱ μάγοι, καίτοι ἴδιον αὐτῶν ὄντα, ὅμως ὡμολόγουν μὴ δύνασθαι μηδὲ τὰ τούτων ἐλάττονα ποιεῖν. Τίς οὖν ὑπερβολὴ τῆς τούτων μανίας εἰπεῖν; ἢ τίς, ὡς εἴρηκεν ὁ προφήτης, ὁμοιῶσαί τι ταῖς τούτων ἀσεβείαις δυνήσεται;

Ἐδικαίωσαν γὰρ ἐξ ἑαυτῶν καὶ Σοδομίτας· καὶ νενικήκασι μὲν τὴν Ἑλλήνων ἀγνωσίαν, ὑπερβάλλουσι δὲ καὶ τῶν μάγων τοῦ Φαραὼ τὴν ἀλογίαν, καὶ πρὸς μόνους τοὺς Ἀρειομανίτας ἔχουσι τὴν σύγκρισιν, ἀλλήλοις εἰς τὴν αὐτὴν ἀσέβειαν συμπίπτοντες. Ἰουδαῖοι μὲν γὰρ βλέποντες διὰ τοῦ Υἱοῦ τὰ τοῦ Πατρὸς ἔργα, τῷ Βεελζεβοὺλ ἀνατιθέασιν αὐτά· Ἀρειανοὶ δὲ, καὶ αὐτοὶ τὰ αὐτὰ βλέποντες ἔργα, τοῖς κτίσμασι συναριθμοῦσι τὸν ταῦτα ποιοῦντα Κύριον, φάσκοντες ἐξ οὐκ ὄντων αὐτὸν εἶναι· καὶ, οὐκ ἦν, πρὶν γένηται· Καὶ οἱ μὲν Φαρισαῖοι θεωροῦντες τὸν Κύριον ἐν σώματι διεγόγγυζον λέγοντες· «Διὰ τί σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν;» οἱ δὲ Χριστομάχοι, βλέποντες αὐτὸν πάσχοντα καὶ κοιμώμενον, βλασφημοῦσι λέγοντες· Ὁ ταῦτα ὑπομένων οὐ δύναται Θεὸς ἀληθινὸς καὶ ὁμοούσιος εἶναι τοῦ Πατρός. Καὶ ὅλως ἄν τις ἐξετάζειν ἐκ παραλλήλου βούλοιτο τὰς ἀμφοτέρων κακονοίας, εὑρήσει, καθὰ προεῖπον, εἰς τὴν κοιλάδα τῆς ἁλυκῆς παροινίας συμπίπτοντας αὐτοὺς ἀλλήλοις.

Διὰ τοῦτο γὰρ κἀκείνοις καὶ τούτοις ἀσύγγνωστον ἔσεσθαι τὴν ἐπὶ τοῖς τοιούτοις τιμωρίαν ὁ Κύριος ἀπεφήνατο λέγων· «Ὃς δ᾽ ἂν εἴπῃ κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τῷ αἰῶνι τούτῳ, οὔτε ἐν τῷ μέλλοντι.» Καὶ εἰκότως γε· ὁ γὰρ ἀρνούμενος τὸν Υἱὸν, τίνα παρακαλῶν, ἱλασμὸν δυνήσεται ἔχειν; ἢ ποίαν ζωὴν, ἢ ἀνάπαυσιν προσδοκήσει, ὁ ἀπωσάμενος τὸν λέγοντα· «Ἐγώ εἰμι ἡ ζωή;» καὶ, «Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς;» Τούτων δὲ οὕτω διδόντων δίκας, δῆλον ἂν εἴη, ὡς οἱ εὐσεβοῦντες εἰς τὸν Χριστὸν, καὶ τὸ κατὰ σάρκα καὶ τὸ κατὰ Πνεῦμα προσκυνοῦντες αὐτοῦ, καὶ μήτε Υἱὸν Θεοῦ αὐτὸν ἀγνοοῦντες, μήτε ὅτι καὶ Υἱὸς ἀνθρώπου γέγονεν ἀρνούμενοι· ἀλλὰ καὶ πιστεύοντες, ὅτι «Ἐν ἀρχῇ ἦν ὁ Λόγος,» καὶ, «ὁ Λόγος σὰρξ ἐγένετο,» βασιλεύσουσιν αἰωνίως ἐν τοῖς οὐρανοῖς κατὰ τὰς ἁγίας ἐπαγγελίας αὐτοῦ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ λέγοντος· «Ἀπελεύσονται μὲν ἐκεῖνοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.» Ταῦτά σοι συντόμως, ἐξ ὧν ἔμαθον, ἔγραψα.

Σὺ δὲ μὴ ὡς τελείαν διδασκαλίαν, ἀλλὰ μόνην ἀφορμὴν ταῦτα παρ᾽ ἐμοῦ λάμβανε· καὶ λοιπὸν σαυτῷ τὴν ἀκριβεστέραν διάνοιαν ἔκ τε τοῦ εὐαγγελικοῦ ῥητοῦ καὶ τῶν Ψαλμῶν ἀναλαμβάνων, δέσμευε τὰ τῆς ἀληθείας δράγματα· ἵνα καὶ, σοῦ ταῦτα φέροντος, εἴπωσιν οἱ λέγοντες· «Ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα αὐτῶν,» ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.