Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὸ «Πορευθέντες εἰς τὴν κατέναντι κώμην»

Μέγας Αθανάσιος

Ο πώλος ως σύμβολο του ανθρωπίνου γένους και η πτώση των δαιμόνων

Συνδυαστική ιστορική και πνευματική κατανόηση της λύσης του πώλου, η οποία συμβολίζει την απελευθέρωση της ανθρωπότητας από την κυριαρχία των δαιμόνων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 5

Πορευθέντες οὖν οἱ μαθηταὶ ἔλυσαν τὸν πῶλον. μαθητῶν γὰρ ἔργον ἐστὶ τὸ λῦσαι τὸν πῶλον τοῦτον καὶ μαθητῶν δυναμένων ποιεῖν τὰ ὑπὸ τοῦ διδασκάλου λεγόμενα. πολλοὶ γὰρ δοκοῦντες εἶναι τοῦ Ἰησοῦ μαθηταί, οὐχ ὅπως τὰ ὑπ᾽ αὐτοῦ λεγόμενα ποιῶσιν, ἀλλὰ καὶ ἐπιβουλεύουσι τῷ διδασκάλῳ ὡς ὁ τρισάθλιος καὶ προδότης Ἰούδας. πηλίκος δέ ἐστιν ὁ πῶλος οὗτος, ἀγαπητοί, ὡς μὴ ἕνα κύριον ἔχειν ἀλλὰ πολλούς; εἶπον γὰρ πρὸς τοὺς μαθητὰς οἱ κύριοι τοῦ πώλου· «τί λύετε τὸν πῶλον;» ἆρα εἰ ἦν αἰσθητὸς ὁ πῶλος οὗτος, οὐκ ἤρκει ἕνα κύριον αὐτῷ παρακαθέζεσθαι; νῦν δὲ πολλοὶ αὐτοῦ εἰσι κύριοι κατὰ τὸ εὐαγγέλιον. «εἶπον» γάρ φησιν «οἱ κύριοι αὐτοῦ πρὸς τοὺς μαθητάς· τί λύετε τὸν πῶλον;» ἴσως γὰρ ἐροῦσι πρὸς αὐτούς· οὐχ ὁρᾶτε πόσοι αὐτῷ παρακαθεζόμεθα; πῶς δεδεμένος ἐστίν; πῶς ἐσχήκαμεν αὐτὸν ἔκδοτον; τί ἀποσπᾶτε ἀφ᾽ ἡμῶν τὴν ἐργασίαν ἡμῶν; τί λύετε τὴν προσδοκίαν ἡμῶν; ἔτι οὗτος ἡμῖν ὑπολέλειπται καὶ τούτου ἡμᾶς ἀποστῆσαι βούλεσθε; ἐὰν οὗτος λυθῇ ἀπὸ τῶν δεσμῶν, ἡμεῖς ἀντ᾽ αὐτοῦ δεσμευόμεθα· τούτου γὰρ ἐλευθερουμένου ἡμεῖς καταδικαζόμεθα. ἐφοβοῦντο τοιγαροῦν οἱ ἀλιτήριοι δαίμονες ὁρῶντες λυόμενον τὸν πῶλον. ἐταράσσοντο ἐν ἑαυταῖς αἱ ἀντικείμεναι δυνάμεις, αἵτινες ᾐχμαλώτευσαν ἡμᾶς.

ἀλλ᾽ ὅτε ἐπεδήμησεν ὁ κύριος καὶ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ χριστὸς καὶ ἐπέγνωσαν αὐτοῦ τὴν παρουσίαν, ἐφοβήθησαν ἀκούσαντες· «ὑπάγετε εἰς τὸ σκότος τὸ ἐξώτερον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.» ἐφοβήθησαν ἀκούσαντες. «ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.» ἐφοβήθησαν ἀκούσαντες· «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.» ἐφοβήθησαν μὴ οὗτός ἐστιν ὁ καὶ τὸ σκότος καταλάμπων. ἤκουσαν γὰρ τοῦ προφήτου λέγοντος· «Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, ἴδετε φῶς μέγα.» πάντες οὖν περὶ τοῦ πώλου κεχήνασι, πάντες περὶ αὐτὸν κάθηνται· οὐδεὶς αὐτοῦ ἀφίσταται. οὕτω τηλικοῦτός ἐστιν οὗτος ὁ πῶλος, ὡς πάντας αὐτοῦ τοὺς κυρίους τηρεῖν αὐτόν. ἆρα, εἰ ἦν αἰσθητὸς οὗτος, οἱ κύριοι αὐτοῦ παρεκαθέζοντο αὐτῷ καὶ ὀνάριον αἰσθητὸν πολλῶν κυρίων γίνεται κτῆμα καὶ πάντες οἱ κεκτημένοι αὐτῷ παρακαθέζονται; οὐδεὶς αὐτῶν πραγματεύεται; οὐδεὶς αὐτῶν ἐν ἀγορᾷ βαδίζει; ἄλλο ἔργον οὐκ ἔχουσιν, ἀλλὰ πάντες αὐτῶν ὁμοῦ περὶ αὐτὸ ἠσχόληνται; ἢ ὀνάριον αἰσθητὸν ἐπὶ ἀμφόδου δέδεται· ἔπαυλιν οὐκ ἔχει· φάτνην οὐκ ἔχει· εἰς ἀγορὰν οὐκ ἀπέρχεται· ἀλλὰ πῶλος αἰσθητὸς ἐπὶ ἀμφόδου δέδεται καὶ πάντες οἱ κύριοι αὐτοῦ αὐτῷ παρακαθέζονται τηροῦντες αὐτόν;

ταῦτα λέγων οὐκ ἀναιρῶ τὴν ἱστορίαν· οὐ γὰρ ἀναιροῦμεν τὸ γράμμα διὰ τὸ πνεῦμα, ἀλλὰ σῴζομεν τὴν τοῦ πνεύματος δύναμιν διὰ τοῦ γράμματος.

Ἀληθῶς ἐπὶ ὀναρίου αἰσθητοῦ ὁ κύριος ἐπεκαθέσθη εἰσερχόμενος ἀπὸ Βηθανίας εἰς Ἱεροσόλυμα. οὕτω γὰρ καὶ Ζαχαρίας προφητεύει λέγων· «εἴπατε τῇ θυγατρὶ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου.» τῆς οὖν ἱστορίας ἀληθευούσης ζητῶ τὰ ἐν αὐτῇ καταχωρισθέντα πράγματα· ζητοῦμεν τὸν ἐναποκείμενον ἡμῖν θησαυρόν, ζητοῦμεν τοῦ πνεύματος τὴν δύναμιν. οὐ γὰρ ψιλῇ ἱστορίᾳ προσέχομεν· Ἰουδαίων γὰρ ἡ τοιαύτη ἀπόνοια. ἀμέλει ὁ κύριος καὶ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ χριστὸς διελέγχων αὐτῶν τὴν ἄνοιαν ἔφησεν· «ἐρευνᾶτε τὰς γραφάς, ὅτι ἐν αὐταῖς δοκεῖτε ζωὴν αἰώνιον ἔχειν,» ἀλλ᾽ Ἰουδαῖοι μὲν ψιλῷ τῷ γράμματι προσέχοντες ἐλιμοκτονήθησαν. εἰδότες οὖν, ἀγαπητοί, ὅτι «τὸ μὲν γράμμα ἀποκτενεῖ, τὸ δὲ πνεῦμα ζῳοποιεῖ,» οὐ μόνον τῇ ἱστορίᾳ τῶν γραφῶν ἐξακολουθοῦμεν, οὐδὲ ὡς Ἰουδαῖοι ψιλῷ τῷ γράμματι προσέχομεν, ἀλλ᾽ ὡς γέγραπται ‘ἐρευνᾶν τὰς γραφὰς’ ὀφείλομεν, ἵν᾽ οὕτω τὴν ἐκ τούτων μαρτυρίαν περὶ τοῦ Ἰησοῦ καταλαβεῖν δυνηθῶμεν. γελάσουσι γὰρ καὶ Ἕλληνες καθ᾽ ἡμῶν λέγοντες, ὅτι ὁ θεὸς τῶν Χριστιανῶν, ὁ καλούμενος Χριστός, εἰς ὀνάριον ἐπεκαθέσθη. καὶ ἡμεῖς μὲν οὐκ ἀμφιβάλλομεν οὐδὲ ἀρνούμεθα αὐτοῦ τὴν ἐν σώματι παρουσίαν. διὰ γὰρ τοῦτο ἐπεδήμησεν, ἵνα τὸ ἀπολωλὸς ζητήσας εὕρῃ καὶ τὸ πλανώμενον ἐπιστρέψῃ.

οὕτω γὰρ καὶ διὰ τοῦ προφήτου βοᾷ λέγων· «ἐπιστρέψατε, υἱοὶ ἐπιστρέφοντες, κἀγὼ ἰάσομαι τὰ συντρίμματα ὑμῶν.» πράγματα οὖν ἐστι τὰ σημαινόμενα ἐν ταῖς θείαις γραφαῖς, ἀγαπητοί. μέγας ἐστὶν οὗτος ὁ πῶλος, ὃς καὶ ἀλλαχοῦ λέγεται «υἱὸς νεώτερος.» καὶ γὰρ ὁ πῶλος ὄνος ἐστὶ νέος. καὶ ἡμεῖς οὖν ἐσμὲν ὁ πῶλος. ἐὰν δὲ λέγω ‘ἡμεῖς’, πᾶσα ἡ ἀνθρωπότης ἐστίν. ὅντινα ἄνθρωπον οἱ αἰχμαλωτεύσαντες πρὸ τούτου κύριοι, αὐτοὶ ἔδησαν δεσμοῖς ἀλύτοις καὶ ἕκαστος αὐτῶν δεσμὸν ἐπὶ δεσμὸν κατέδησαν. καὶ σφοδρῶς αὐτὸν ἠσφαλίσαντο καὶ ὡς οἶμαι, ὅτι καὶ τοὺς πόδας αὐτοῦ κατέδησαν μὴ συγχωροῦντες αὐτῷ διαβῆναι ἐπὶ τὰ βελτίω. ἀλλ᾽ ὁ φιλάνθρωπος τοῦ θεοῦ υἱὸς ὁ διὰ τοῦτο ἐπιδημήσας κελεύει τοῖς μαθηταῖς αὐτοῦ εἰπὼν πρὸς αὐτούς· «πορεύεσθε εἰς τὴν κατέναντι κώμην καὶ εὑρήσετε πῶλον δεδεμένον· λύσαντες ἀγάγετέ μοι.» Πολλὰ οὖν παρέσχεν ἡμῖν ἀγαθὰ ὁ κύριος, ἀγαπητοί. οὐ μόνον γὰρ τοὺς δεσμοὺς ἡμῶν, τοὺς ἀπὸ τῆς ἁμαρτίας, ἔλυσεν. ἀλλὰ καὶ «ἐξουσίαν ἡμῖν ἔδωκε πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.» ἦν γὰρ ὁ διάβολος καὶ «οἱ κοσμοκράτορες τοῦ σκότους τούτου» λαβόντες ἡμᾶς αἰχμαλώτους καὶ δήσαντες ἡμᾶς προκόπτειν οὐκ ἐπέτρεπον καὶ δεσμοῖς ἀλύτοις δήσαντες οὐ συνεχώρουν βαδίζειν τῇ ὁδῷ τῇ ἀγαθῇ οὐδ᾽ οὕτως ἡμῶν ἀφίσταντο.

ἀλλὰ καὶ δεδεμένους ἡμᾶς ἐσχηκότες πάλιν περιεκάθηντο, ὠμοί τινες ὄντες καὶ ἄγριοι δεσπόται. ἀλλ᾽ ὁ κύριος καὶ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ χριστὸς ἐπεδήμησε «κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν.» ἀμέλει ἀποστέλλει τοὺς μαθητὰς ἑαυτοῦ καὶ λύουσι τὸν πῶλον. εἶτα λύσας αὐτὸν καὶ φάτνην οἰκοδομεῖ αὐτῷ καὶ νομὴν αὐτῷ ἑτοιμάζει. τοῦτο γὰρ καὶ ὁ προφήτης βουλόμενος δεῖξαι φησί· «κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει. εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με, τὴν ψυχήν μου ἐπέστρεψε.» καὶ πάλιν· «ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.» στραφέντες οὖν λοιπὸν εὐαισθητότεροι γενώμεθα καὶ ἀναγνωρίσωμεν ἑαυτῶν τὸν εὐεργέτην καὶ τὰ ὑπ᾽ αὐτοῦ δεδομένα ἡμῖν ἀγαθὰ προθύμως δεξώμεθα. οὕτω γὰρ εὐχαριστοῦντες δυνάμεθα λέγειν σὺν τῷ Δαυίδ· «ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξεναντίας τῶν θλιβόντων με.» τοιοῦτον γάρ ἐστι καὶ τό· «ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ.» καὶ τάχα διὰ τοῦτον τὸν πῶλον ὁ Ἰησοῦς ἐπὶ φάτνης ἀνακλίνεται. ἆρα γὰρ τόπον οὐκ εἶχεν ὁ Ἰωσήφ; ἀνὴρ εὐγενὴς ὑπάρχων, ἀνὴρ ἀπὸ γένους βασιλικοῦ καταγόμενος, υἱὸς Δαυὶδ χρηματίζων καὶ τόπον οὐκ εἶχεν εἰ μὴ τὸ κατάλυμα, ἄλλος οὐχ ὑπῆρχε τόπος; ἢ δηλονότι πράγματα θεῖα ἦν τὰ οἰκονομούμενα.