Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὸ «Πορευθέντες εἰς τὴν κατέναντι κώμην»

Μέγας Αθανάσιος

Η πνευματική εξουσία των μαθητών και η συνωμοσία κατά του Χριστού

Η χορήγηση της εξουσίας για την άφεση των αμαρτιών στους αποστόλους και η συνακόλουθη αντίδραση των δαιμόνων και των Φαρισαίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 5

ἀμέλει καὶ τότε πάλιν ὁ ἀντίδικος ἡμῶν διάβολος ὁρῶν τὰ κατορθούμενα τῷ τῶν ἀνθρώπων γένει συνήθως ἐφθόνησε. νομίσας γὰρ ἕνα τῶν πάντων εἶναι τὸν κύριον παρασκευάζει τὸν Ἡρώδην ζητῆσαι τὸν τεχθέντα ἀληθινὸν βασιλέα, ὅπως αὐτὸν ἀπολέσῃ. ἴδιον γάρ ἐστι τοῦ παμμιάρου καὶ παγκακίστου τὸ ἀπολλύειν καὶ ἀποκτένειν· τοῦ δὲ Ἰησοῦ ἴδιόν ἐστι τὸ σῴζειν καὶ τὸ περιποιεῖσθαι. φείδεται γὰρ τῶν ἑαυτοῦ κτισμάτων, ἐπειδὴ καὶ «πάντα δι᾽ αὐτοῦ ἐγένετο.» ἐπιζητήσωμεν τοιγαροῦν τὸν ἀληθινὸν βασιλέα, τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν χριστόν. ἐξετάσωμεν ἑαυτούς, εἰ ἐλύθησαν ἡμῶν οἱ δεσμοί. καὶ εἰ λελυμένοι εἰσί, προκόψωμεν ἐπὶ τὰ βελτίω. εἰ δὲ μήπω λέλυνταί σοι οἱ δεσμοί, ἐπίδος σεαυτὸν τοῖς μαθηταῖς τοῦ Ἰησοῦ. θάρσει γάρ· πάρεισι καὶ νῦν οἱ λύοντες ἡμᾶς. ἐξουσίαν ταύτην εἰληφότες παρὰ τοῦ σωτῆρος, ὅτι «ὃ ἐὰν δήσητε ἐπὶ τῆς γῆς ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσητε ἐπὶ τῆς γῆς ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.» καὶ πάλιν· «ἐάν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφέωνται αὐτοῖς.» «μακάριοι» τοιγαροῦν «ὧν ἀφέθησαν αἱ ἁμαρτίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἀνομίαι.» Εἶπον οὖν οἱ κύριοι τοῦ πώλου πρὸς τοὺς μαθητάς· «τί λύετε τὸν πῶλον;» οἱ δὲ ἀποκριθέντες εἶπον, «ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει.» ὁρᾷς τῶν μαθητῶν τὴν σοφὴν ἀπόκρισιν.

ἀκούσαντες γὰρ οἱ ψευδεῖς κύριοι τοῦ πώλου ὅτι ὁ ὄντως καὶ ἀληθὴς κύριος αὐτοῦ χρείαν ἔχει δεύτερον οὐκ ἀποκρίνονται. ἀλλὰ νῶτα δίδωσιν, οὐκέτι πρὸς τὰ λεγόμενα ἀποκρινόμενοι, εὐθὺς γοῦν σπεύδουσι πρὸς τὸν ἄρχοντα ἑαυτῶν τὸν διάβολον ἀπαγγεῖλαι αὐτῷ τὰ συμβεβηκότα. καὶ ὁρᾷς ἐκεῖ θόρυβον καὶ σκέψιν καὶ συμβούλιον κατὰ τοῦ κυρίου γενόμενον. συνάγεται γὰρ ἐκεῖ πᾶσα ἡ ἀντικειμένη δύναμις καὶ γίνεται ἐκκλησία πονηρευομένων, ὅπως πληρωθῇ τὸ εἰρημένον διὰ τοῦ προφήτου λέγοντος· «παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ.» λέγουσι γὰρ πρὸς τὸν διάβολον οἱ ἀλιτήριοι δαίμονες· τί ποιοῦμεν; ὁ πῶλος λέλυται. ἀπῆλθε γὰρ πρὸς τὸν κύριον ἑαυτοῦ· οὐκέτι σου ἐστὶν ὑποχείριος, οὐκέτι αὐτοῦ κυριεύεις. διελογίζετο λοιπὸν ὁ δείλαιος διάβολος τί ποιήσει τῷ Ἰησοῦ. τότε συνάγονται οἱ φαρισαῖοι καὶ οἱ γραμματεῖς εἰς τὴν αὐλὴν τοῦ λεγομένου Καϊαφᾶ καὶ συνεβουλεύσαντο κατὰ τοῦ Ἰησοῦ, ὅπως αὐτὸν ἀπολέσωσιν. ἠγνόησαν γὰρ οἱ ἄθλιοι, ὅτι ὁ τούτου θάνατος ἡμῖν τὴν ἀθανασίαν χαρίζεται καὶ ἡ αὐτοῦ κατάβασις ἡμῖν τὴν ἄνοδον προεξένησεν.