Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὸν ἐκ γενετῆς τυφλόν

Μέγας Αθανάσιος

Η θεραπεία του τυφλού και η τυπολογία του Σιλωάμ

Η συνάντηση με τον εκ γενετής τυφλό, η αναδημιουργική ενέργεια του Χριστού με τον πηλό, και η ερμηνεία της κολυμβήθρας του Σιλωάμ ως τύπου του ιερού βαπτίσματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 5

Τοιγαροῦν ταύτην τῶν γονέων τὴν λοιδορίαν ὁ Δαβὶδ κατανοήσας, καὶ τὴν τοῦ Κυρίου παράδοξον εὐεργεσίαν θείᾳ Γραφῇ παραδιδοὺς, ἐβόα· «Ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με· ὁ δὲ Κύριος προσελάβετό με.» Ταύτην τοίνυν τὴν τοῦ προφήτου Δαβὶδ εὐχάριστον φωνὴν, εὐκαίρως καὶ ὁ ἐκ γενετῆς τυφλὸς ἀναβλέψας, ἐρεῖ μεγαλοφώνως καὶ αὐτός· «Ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με· ὁ δὲ Κύριος προσελάβετό με.» Ἴστε πάντες σαφῶς, πῶς καὶ οὗτος ὑπὸ μὲν τῶν γονέων διεπτύσθη, ὑπὸ δὲ τοῦ Θεοῦ οὐκ ἐγκατελείφθη. Ὅπως δὲ τὸ χρέως ἀποδωσώμεθα, καὶ μικρὸν ἀναψύξωμεν, ἵνα καὶ πάλιν πιστευθῶμεν ὀφειλήματα· φέρε τοίνυν ἐπὶ τὸν ἐκ γενετῆς τυφλὸν εὐκαίρως παραγάγωμεν. Ἤκουες, ἀγαπητὲ, τῇ προτέρᾳ τοῦ εὐαγγελιστοῦ Ἰωάννου βοῶντος· «Καὶ παράγων, φησὶν, ὁ Ἰησοῦς, εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς καθήμενον· καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, λέγοντες· Ῥαββὶ, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;» Ὁ δὲ Κύριος πρὸς αὐτούς· «Οὐδὲ οὗτος ἥμαρτεν, οὐδὲ οἱ γονεῖς αὐτοῦ· ἀλλ᾽ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. Ταῦτα εἰπὼν ὁ Κύριος, ἔπτυσε χαμαὶ, καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ.» Καὶ ἀπέστειλεν αὐτὸν εἰς τὸν Σιλωάμ· καὶ ἀπελθὼν ἐνίψατο· καὶ νιψάμενος ἀνέβλεψε· καὶ ἀναβλέψας ἐπίστευσε τῷ ἀποστείλαντι.

Ἄκουε συνετῶς. Ἐπηρώτησαν τὸν Κύριον οἱ μαθηταὶ, λέγοντες· «Διδάσκαλε, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;» Δικαία τῶν ἀποστόλων ἡ ἐπερώτησις, ἔνθεν δείκνυται, ὅτι ὡς Θεῷ τῷ Κυρίῳ Ἰησοῦ προσίεσαν. Τίς γὰρ οἶδε τὰ κρυπτὰ τῶν ἀνθρώπων, εἰ μὴ ὁ τῶν καρδιῶν ἰχνηλάτης; Διὸ καὶ ὁ Κύριος οὐκ ἀνένευσε πρὸς τὴν ἐπερώτησιν, ἀλλὰ παραυτὰ ἐποίει τὴν ἀπόκρισιν, ἐν ταυτῷ καὶ τῶν ἀποστόλων τὴν ἐπερώτησιν πληροφορῶν, καὶ τὴν αὐτοῦ θεοπιστίαν βεβαιῶν. Ἀποκριθεὶς γὰρ ὁ Κύριος εἶπεν· «Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ· ἀλλ᾽ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ·» τουτέστιν ἡ παροῦσα τούτου τύφλωσις οὐκ ἔστιν ἁμαρτιῶν πρόσκομμα, ἀλλὰ φύσεως σφάλμα.

Ὥσπερ γὰρ φυτὸν πρὸ τοῦ τῆς γῆς ἐκκύψαι, ἐν τῇ ῥίζῃ πολλάκις ἀπὸ περιστάσεως ἀερίου τὴν βλάβην δέχεται, οὕτω καὶ οὗτος ὁ ἐκ γενετῆς τυφλὸς, ἐν τῇ νηδύϊ τὴν πήρωσιν ἐδέξατο· ἢ τοῦ μητρῴου κόλπου ἀνευθέτου ὑπάρχοντος, ἢ τοῦ πατρῴου σπόρου κακοχύμου καταβληθέντος. Ὁ δὲ τὴν σφαλεῖσαν φύσιν διορθώσασθαι δυνάμενος οὐδὲν ἕτερον ἢ τῶν φύσεων δημιουργὸς εὑρεθήσεται. Διὸ καὶ ὁ Κύριος ἀπεφήνατο λέγων· «Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ᾽ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ.» Καὶ ταῦτα εἰπὼν εὐθέως διὰ τοῦ ἔργου γνωρίζει, ὅτι αὐτός ἐστιν ὁ τῶν φύσεων δημιουργὸς, καὶ ὅτι περὶ αὑτοῦ ἔλεγεν· «ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ·» τουτέστιν, ἵνα γνωρισθῶ δι᾽ αὐτοῦ, ὅτι οὐκ εἰμὶ λιτὸς ἄνθρωπος, ἀλλὰ Θεὸς κραταιός. Ἠδύνατο γὰρ ὁ Κύριος τῷ ῥήματι μόνῳ τὸν τυφλὸν ἰάσασθαι, ὁ λόγῳ τοὺς οὐρανοὺς στερεώσας, κατὰ τὸ φάσκον θεῖον ῥητόν· «Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν·» ἠδύνατο οὖν λόγῳ καὶ τοῦτον τὸν ἐκ γενετῆς τυφλὸν θεραπεῦσαι. Ἀλλ᾽ οὐ ποιεῖ τοῦτο, πηλὸν δὲ ἐπιχρίει τοῖς ὀφθαλμοῖς αὐτοῦ, ἵνα πᾶσι φανερὸν καταστήσῃ, ὅτι αὐτός ἐστιν ὁ καὶ τοῦ Ἀδὰμ κεραμεὺς, καὶ διὰ τοῦ ὁμοίου τὸ ὅμοιον ἀποπληρῶν.

Οὐ ξενίζει τὴν περιοδίαν, ἵνα μὴ διασκεδάσῃ τὴν θαυματουργίαν· πηλὸν ἐπὶ πηλὸν ἐπιχρίει, διὰ τοῦ ὁμοίου τὸ ὅμοιον ἀναπληρῶν. Ἔστι δὲ πάντως εἰπεῖν τινα, καὶ ὅτι τούτου χάριν ὁ Κύριος ἔχρισε πηλῷ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ἵνα πᾶσι φανερὸν καταστήσῃ, ὅτι αὐτός ἐστιν ὁ καὶ τὸν Ἀδὰμ χοοπλαστήσας.

Τίνος δὲ ἕνεκεν ἀπέστειλεν αὐτὸν εἰς τὸν Σιλωάμ; Μὴ καὶ τὸν Ἀδὰμ εἰς τὸν Σιλωὰμ ἐχάλασεν; Ἄκουε συνετῶς. Ὅτε τὸν Ἀδὰμ ὁ Κύριος ἐπηλόπλασε, τότε οὐδεὶς τῶν ἀντιλεγόντων Ἰουδαίων παρῆν· ἐπεὶ οὖν οὐδεὶς ἦν ἀντιλέγων, τότε μὲν ὁ Κύριος εὐσυσταλτικώτερον τὸν λογικὸν ἀνδριάντα κατασκευάζει· νυνὶ δὲ ὡς πολλῶν ὄντων τῶν ἀντιλεγόντων, πλατύνει τὴν περιοδίαν, ἵνα κρατύνῃ τὴν ἐξουσίαν, ὅπως καὶ ἄκοντας τοὺς ἀντιλέγοντας ἐπινεῦσαι τῷ θαύματι παρασκευάσῃ. Τούτου οὖν χάριν ἀπέστειλε τὸν πηλοφόρον εἰς τὸν Σιλωὰμ νίψασθαι, οὐχ ὅτι τοῦ Σιλωὰμ ἔχρῃζεν ὁ τοῦ Σιλωὰμ δεσπότης· ἀλλ᾽ ὅπως, τοῦ τυφλοῦ τρέχοντος, οἱ βλέποντες ἀκολουθήσωσι καὶ γενήσηται ὁ μὴ βλέπων τῶν βλεπόντων ὁδηγὸς, αὐτοὶ δὲ οἱ καταδραμόντες μάρτυρες γενήσωνται τοῦ θαύματος. Ὅταν γὰρ καὶ τοῦτο ἐποίησεν ὁ Κύριος, καὶ ἀπέστειλεν αὐτὸν εἰς τὸν Σιλωὰμ, ἄπειρα πλήθη κατέδραμον μαρτυροῦντα τῷ θαύματι. Καὶ ἔτι ἐνήχουν οἱ τῶν Φαρισαίων παῖδες πολυπραγμονοῦντες, καὶ φαντασίαν τὴν θαυματουργίαν βοῶντες. Τί ἔμελλον ποιεῖν, εἰ μὴ ἐπλάτυνε τὴν θαυματουργίαν;

Ἄλλως δὲ πάλιν, εἰ βουληθῇς τὸν Σιλωὰμ εἰς τύπον λαβεῖν τῆς τοῦ βαπτίσματος κολυμβήθρας, οὐκ ἂν ἁμάρτοις· ἐπειδὴ ἐν ἐκείνῃ πάντες ἀπονίπτονται τὸ σκότος τῆς ἀγνωσίας, καὶ λαμβάνουσι τὸ φῶς τῆς εὐσεβείας.