Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὸν ἐκ γενετῆς τυφλόν

Μέγας Αθανάσιος

Η δεύτερη ανάκριση και η απολογία του πρώην τυφλού

Η νέα κλήση του θεραπευθέντος, ο οποίος αντικρούει τον χαρακτηρισμό του Χριστού ως αμαρτωλού και ελέγχει τους Φαρισαίους για την αντιφατική στάση τους απέναντι στη μωσαϊκή παράδοση και τον Μεσσία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 5

Δέον αὐτοὺς ὁμολογεῖν τὸν Κύριον, προσπίπτειν τε, καὶ προσκυνεῖν τὸν Κτίστην, ἔτι δὲ καὶ τῶν παθῶν τὴν λύσιν ἐπιζητεῖν· ἐκεῖνοι δὲ οὐ μόνον οὐχ ὡμολόγησαν, ἀλλὰ καὶ τοὺς ὁμολογοῦντας ἐμάστιζον. Διὸ καὶ ὁ Κύριος κατακρίνων αὐτοὺς ἔλεγεν· «Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι ἤρατε τὴν κλεῖδα τῆς βασιλείας τῶν οὐρανῶν, καὶ οὔτε ὑμεῖς εἰσέρχεσθε, οὔτε δὲ τοὺς βουλομένους εἰσελθεῖν συγχωρεῖτε.» Τί οὖν οἱ Φαρισαϊκοὶ κριταί; Ὡς εἶδον τοὺς γονεῖς τοῦ ἀναβλέψαντος μηδὲν πρὸς τὸ δοκοῦν αὐτοῖς ἀποκρινομένους, τούτους ἀπωσάμενοι δι᾽ ἑτέρας θύρας, καὶ ἐκ δευτέρου προφωνήσαντες τὸν ἀναβλέψαντα παῖδα· οὐκ ἦν γὰρ παρὼν ὁ παῖς, ὅτε τὴν πεῦσιν προσῆγον οἱ Φαρισαῖοι τοῖς γονεῦσιν αὐτοῦ· πιθανολογοῦντες ἐπηρώτων πάλιν τὸν ἀναβλέψαντα, λέγοντες αὐτῷ Κἂν νῦν ὁμολογεῖς τὴν ἀλήθειαν, καὶ πᾶσι φανερὸν καθιστᾷς, ὅτι οὐκ εἶ σὺ ὁ ἐκ γενετῆς τυφλός· ἤδη γὰρ παρὼν ἔφης γονέων ἐκείνων εἶναι, καὶ ἰδοὺ ἀκηκόαμεν παρ᾽ αὐτῶν, ὅτι οὐκ εἶ αὐτῶν υἱὸς, οὐδὲ ἔσχον ἐκ γενετῆς τυφλὸν τέκνον.

Πῶς οὖν σὺ ἐπιτρίβῃ λέγων, ὅτι Ἄνθρωπός τις λεγόμενος Ἰησοῦς ἐπέχρισε πηλὸν ἐπὶ τοὺς ὀφθαλμούς μου, καὶ ἐνιψάμην, καὶ βλέπω; Ταῦτα ἀκούσας ὁ ἀναβλέψας, καὶ ἐπιγνοὺς αὐτῶν τὴν κακίαν, ἀνταπεκρίνατο πρὸς αὐτοὺς λέγων· Θαυμάζω, εἰ ἀληθεύετε ταῦτα λέγοντες. Οἱ γονεῖς εἶχον ἀρνήσασθαι τὸ ἴδιον τέκνον, καὶ μάλιστα μήτηρ ἄῤῥενα, ἢ πατὴρ μὴ παροξυνθείς; σφόδρα ἄπιστόν μοι φαίνεται τὸ λεγόμενον, καὶ τῶν ἐμῶν ἀκοῶν ἀπρόσδεκτον. Εἰ δὲ τοῦτο γέγονεν, οὐδὲν θαυμαστόν· τοῦτο ἴδιον τῆς ἀνθρωπίνης φύσεως ὑπάρχει, διὸ καὶ συγγνώμης ἀξιωθήσονται, ὡς φόβῳ τοῦτο ποιήσαντες. Ὑμεῖς οἱ γραμματεῖς τὸν Θεὸν ἀρνεῖσθε, καὶ ὡς μηδὲν φαῦλον πράττοντες διάκεισθε. Καὶ περὶ τῶν ἐμῶν γονέων ὁ λόγος· ὃ ὑμεῖς πρὸς τὸν Θεὸν ποιεῖτε, τοῦτο τοὺς γονεῖς πρὸς ἐμὲ ποιεῖν διαβάλλετε. Οὐχὶ περὶ ὑμῶν ὁ Κύριος ἔκραξεν ἐκ πολλῶν τῶν χρόνων διὰ τοῦ προφήτου Ἡσαΐου λέγων· «Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν;» εἰ καὶ ὑμῖν φίλον τὸ ἀρνεῖσθαι, ἀλλ᾽ ὅμως ἐγὼ τοῦτο ποιεῖν οὐκ ἀνέχομαι.

Ὁμολογῶ καὶ τὸν θεραπεύσαντά με, γνωρίζω δὲ καὶ τοὺς γεννήσαντάς με· εἰ γὰρ καὶ ἠρνήσαντό με οἱ γονεῖς μου, καὶ οὕτως οὐ διστάζω. Οἶδα, οἶδα σαφῶς βοῶντα τὸν Δαβίδ· «Ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με, ὁ δὲ Κύριος προσελάβετό μου.» Οἱ δὲ Φαρισαῖοι δριμυχθέντες ἔλεγον αὐτῷ· Τί λέγεις, ματαιόφρον, τῷ Δαβὶδ ἑαυτὸν συγκρίνεις; καὶ τὸν υἱὸν τοῦ τέκτονος Κύριον ὁμολογεῖς, τὸν μὴ ἔχοντα ποῦ τὴν κεφαλὴν κλῖναι; Κείσθω, ὅτι ἀνέβλεψας· τὸν Θεὸν ὑμνολόγει. Τί τούτῳ εὐχαριστεῖς; Οὐκ ἔστιν οὗτος ἐκ τοῦ Θεοῦ· εἰ ἦν ἐκ τοῦ Θεοῦ, οὐκ ἂν ἔλυεν τὸ σάββατον. «Δὸς δόξαν τῷ Θεῷ· ἡμεῖς γὰρ οἴδαμεν, ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν.» Ὁ δὲ ἀναβλέψας, ἀκούσας ὅτι ἁμαρτωλὸν τὸν Κύριον λέγουσι, τὴν ψυχὴν εἰλιγγιάσας, καὶ τὰς ἀκοὰς ἐπισχὼν, ἀνταποκρίνεται πρὸς τοὺς Φαρισαίους λέγων· Τί λέγετε; Ἁμαρτωλός ἐστιν, ὁ τῶν ἐμῶν ὀφθαλμῶν φωτοδότης; Τί τῇ πικρίᾳ μέλι προσμιγνύετε;

Ἐν ταὐτῷ με καὶ δοξάζειν καὶ βλασφημεῖν παρακελεύετε. Τὸ μὲν δοξάσαι τὸν Θεὸν, καλὸν, τὸ δὲ ἁμαρτωλὸν εἰπεῖν, ἐσκοτισμένης διανοίας ἐστὶν ἐπιχείρημα. Εἰ ἁμαρτωλός ἐστιν, δείξατέ μοι ἁμαρτίας ἔμφασιν ἐν αὐτῷ, καὶ πείθωμαι τῇ διδασκαλίᾳ ὑμῶν· ἢ ὑμεῖς ἔμφασιν ἐν αὐτῷ ἁμαρτίας δείξατε, ἢ ἐγὼ θείας ἐν αὐτῷ θαυματουργίας ὑπάρχειν ἐχέγγυα.

Καταλιμπάνω τὰ κατ᾽ ἐμαυτὸν, καὶ λοιπὸν ἐκ τῶν ἄλλων ποιοῦμαι τὴν ἐπερώτησιν· Ἁμαρτωλός ἐστιν, ὥς φατε; Οὐχ οὗτος τὸν υἱὸν τῆς χήρας ἐκκομιζόμενον νεκρὸν λόγῳ ἀνέστησεν; Ἁμαρτωλοῦ ἀνθρώπου, ἢ Θεοῦ Λόγου ἦν τὸ ἔργον; Οὐχὶ τῶν δέκα λεπρῶν ὑφ᾽ ἓν τὴν καταστιχθεῖσαν ὑπὸ τοῦ πάθους παρδαλιαίαν δορὰν ῥήματι ἐκκαθαίρων, εἰς τὴν ἀνθρωπόμορφον μονοειδῆ μετήνεγκε θέαν; Ἁμαρτωλοῦ ἀνθρώπου, ἢ Θεοῦ Λόγου τὸ ἔργον; Οὐχὶ τὸν ὑπὸ λεγεῶνος τῶν δαιμόνων παρενοχλούμενον ἄνθρωπον, τὸν μήτε κρατηθῆναι δυνάμενον, μήτε οἶκον εἰσδεχόμενον, ἀλλ᾽ ἐν τοῖς μνήμασιν αὐλιζόμενον, βασιλικῶς τῆς τυραννίδος ἀπέλυσεν; Ἁμαρτωλοῦ ἀνθρώπου, ἢ Θεοῦ Λόγου τὸ ἔργον; Ἀγνωμονέστερόν με τῶν δαιμόνων θέλετε εἶναι; Οἱ γὰρ δαίμονες, καὶ μαστιζόμενοι ὑπ᾽ αὐτοῦ, Υἱὸν Θεοῦ αὐτὸν ἀποκαλοῦσιν· κἀγὼ ὁ θεραπευθεὶς παρ᾽ αὐτοῦ ἁμαρτωλὸν αὐτὸν προσφωνήσω;

Ὡς Θεὸς ἐργάζεται, καὶ ὡς ἁμαρτωλὸς φημίζεται; «Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα· ἓν δὲ οἶδα, ὅτι τυφλὸς ὢν, ἄρτι βλέπω.» Τοῦτο δὲ Θεοῦ, καὶ οὐχ ἁμαρτωλοῦ τὸ ἔργον. Ταῦτα ἀκούσαντες οἱ Φαρισαῖοι, ὡς εἶδον ἑαυτοὺς ἐπιπολὺ τῆς αἰσχύνης ἐμπλέους, ἀπεκρίναντο πρὸς τὸν ἀναβλέψαντα, λέγοντες· Ἔδει μέν σε ὡς κατάδικον μαστιχθῆναι, καὶ κατὰ τοὺς νόμους τιμωρηθῆναι· ἀλλ᾽ ἵνα μὴ παρὰ τῶν ματαιοφρόνων ὡς βάσκανοι διαβληθῶμεν, συμπεριφερώμεθά σου τῇ ἕξει· διὸ δὴ πρὸς τὴν ἐπερώτησιν ἀποκρίθητι τί σοι ἐποίησεν ἐκεῖνος; πῶς ἀνέβλεψας; Λέγε, τί πέπονθας;

Ὁ δὲ ἀναβλέψας, ἐπιθαῤῥήσας, προέκοπτε γὰρ τῇ πίστει, ἀνταπεκρίνετο λέγων· Πάλιν ἐρωτᾶτέ με, πῶς ἀνέβλεψα; Καθ᾽ ἑαυτῶν πράττετε, καὶ οὐκ οἴδατε. Ὅσον θέλετε τὸ θαῦμα σβέσαι, τοσοῦτον πλειόνως αὐτὸ φαιδρύνεται. Πάλιν ἐρωτᾶτέ με, πῶς ἀνέβλεψα, ἤδη τρίτον ὑμῖν εἶπον, καὶ οὐκ ἐπιστεύσατέ μοι. «Τί πάλιν θέλετε ἀκούειν; Μὴ καὶ ὑμεῖς θέλετε μαθηταὶ αὐτοῦ γενέσθαι;» Οὐχὶ διὰ τοῦτο μετὰ ἀκριβείας τὴν περιοδίαν ἐρευνᾶτε; Εἰ τοῦτο βούλεσθε, τὸ λοιπὸν προσέλθετε πρὸς αὐτὸν ἀνενδοιάστως, καὶ φωτίσθητε· γνωρίσατε αὐτὸν ἀναμφιβόλως· οὐκ ἀποστρέφεται τὸν μετὰ πίστεως προσιόντα αὐτῷ.

Ταῦτα ἀκούσαντες οἱ Φαρισαῖοι, ἐλοιδόρησαν τὸν ἀναβλέψαντα, λέγοντες αὐτῷ· «Σὺ εἶ μαθητὴς ἐκείνου· ἡμεῖς γὰρ τοῦ Μωσέως ἐσμὲν μαθηταί. Ἡμεῖς οἴδαμεν, ὅτι Μωσῇ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν, πόθεν ἐστί. Σὺ εἶ μαθητὴς ἐκείνου.» Ὁ δὲ ἀναβλέψας, ὑπομειδιάσας, ἀπεκρίνατο λέγων· Ἐγώ εἰμι μαθητὴς ἐκείνου; καλῶς ἐλέξατε λοιδορήσαντές με. Ὢ ὕβρεως ἐνδόξου! Ἐδοξάσατέ με μᾶλλον, καὶ οὐκ οἴδατε. Τοῦ Μωσέως ἐστὲ μαθηταί; Καὶ τί δυνάμεως ἀπεδείξασθε ἔργον; Ὑμεῖς μὲν τοῦ Μωσέως ἐστὲ μαθηταί· οἱ δὲ ἀπόστολοι τοῦ ἐμοῦ ἰατροῦ εἰσι μαθηταί. Ἐπιδείξατε καὶ ὑμεῖς οἱ τοῦ Μωσέως μαθηταί τί ποτε κατὰ τῶν μαθητῶν τοῦ ἐμοῦ ἰατροῦ. Εἴ τί ποτε δυνάμεως ἔχετε, οὐ λέγω νεκροὺς, τοὺς καθεύδοντας διυπνίσατε, ὡς οἱ ἀπόστολοι τοὺς τεθνεῶτας.

Εἰ δύνασθε τοῖς ἀποστόλοις ἐξισοῦσθαι, οὐ λέγω ἐπὶ ὕδατος, ἐπὶ γῆς βαδίσατε, ὡς ὁ Πέτρος ἐπὶ θαλάσσης. Εἴ τι δυνάμεως ἔχετε, τοῖς ἀποστόλοις ἁμιλλᾶσθε, οὐ λέγω πνεύματα, τὰ ὄρνεα σοβήσατε, ὡς οἱ ἀπόστολοι τοὺς δαίμονας. Εἴπατέ μοι· Τοῦ Μωσέως ἐστὲ μαθηταί; Εἰ Μωσέως ἐστὲ μαθηταὶ, ἐπειθαρχεῖτε ἂν τῷ Μωσῇ λέγοντι περὶ αὐτοῦ· «Ὅτι προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ. Αὐτοῦ ἀκούσεσθε κατὰ πάντα, ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς. Ἔσται δὲ, πᾶσα ψυχὴ ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται.» Βλέπετε μὴ ἐξολοθρευθήσεσθε, καὶ εἰς πάντα τὰ ἔθνη διασπαρήσεσθε, ὡς τοῦ προφητευθέντος τὴν δύναμιν μὴ γνωρίζοντες. Οὐκ οἴδατε τίς ἐστιν ὁ τῶν ἐμῶν ὀφθαλμῶν περιοδευτής; Οὐκ οἴδατε, ἐπειδὴ πρὸς φόνον αὐτὸν ζητεῖτε. Οἴδατε δὲ καὶ τίς ἐστι, καὶ πόθεν ἐστίν. Ὅτε γὰρ παρὰ Ἡρώδου ἠρωτᾶσθε, ποῦ ὁ Χριστὸς γεννᾶται, εὐθυβόλως καὶ τὸν τόπον καὶ τὸν τρόπον ἀνηγγείλατε λέγοντες, ὅτι ἐν Βηθλεὲμ γεννᾶται.

Ὅτε πρὸς φονοκτονίαν ἐπιζητεῖται, γνωρίζετε· ὅτε δὲ πρὸς θαυματουργίαν ἐνδείκνυται, οὐ γνωρίζετε. Ἔστι δὲ πάντως εἰπεῖν τινα, Καὶ πόθεν ἡμῖν ἡ γνῶσις, ὅτι ὁ ἀναβλέψας τυφλὸς τοσαύτην δικαιολογίαν εἶχε ποιήσασθαι πρὸς τοὺς Φαρισαϊκοὺς κριτάς;