Ἑτέρα τοίνυν παρὰ τὴν φωνὴν τοῦ ἀρχαγγέλου οὖσα ἡ ὑπόστασις τοῦ Λόγου καὶ Υἱοῦ τοῦ Θεοῦ, ἅμα, ὡς προδιανοιχθείσης τῆς ἀκοῆς τῆς Παρθένου διὰ τῆς ἀρχαγγελικῆς φωνῆς, εἰσῆλθεν εἰς αὐτὴν ἡ θεία τοῦ Υἱοῦ ὑπόστασις. Ὡς αὐτὴ μὲν ἡ Παρθένος οὐκ οἶδεν· οἶδε δὲ ὁ εἰσελθὼν, ὅπως εἰσῆλθε. Διὸ καὶ, ὡς μὴ εἰδυῖα τοῦ μυστηρίου τὴν ἔκβασιν, ἅμα διεταράχθη ἐπὶ τῷ λόγῳ τοῦ ἀγγέλου εἰπόντος, «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ,» καὶ διελογίζετο, ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος· ὅθεν καὶ ὑπολαβὼν ὁ ἀρχάγγελος, εἶπε πρὸς αὐτήν· «Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ. Καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.» Ἀλλὰ γὰρ καὶ πρὸς ταῦτα ἔστη διαποροῦσα ἡ Παρθένος, καὶ ὡς πρὸς τὴν φύσιν ἀποβλέπουσα, καὶ κατὰ τὸν Ἰωσὴφ διαλογιζομένη, ἀνθ᾽ ὧν μεμνηστευμένη αὐτῷ ἦν, ἀνταποκρίνεται πρὸς τὸν ἄγγελον, καί φησι· «Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;» Καὶ ἐπείπερ, φησὶν, ὦ ἄγγελε, ἄνδρα οὐ γινώσκω, σὺ δὲ διὰ τοῦ, ἰδοὺ, δεικτικοῦ προσρήματος, λέγεις, «Ἰδοὺ συλλήψῃ,» ὡς κατὰ χρόνον ἐνεστῶτα· πῶς ἔσται, οὐκ οἶδα.