Καὶ τοῦτον Υἱὸν Ὑψίστου ἐκάλεσεν ἡ Γραφὴ, οἶον καὶ εἴρηται ἐν τοῖς Ψαλμοῖς, λέγοντος τοῦ Θεοῦ πρὸς πολλούς· «Ἐγὼ εἶπα, Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες.» Ἅπερ τοιαῦτα τὸν τῶν αἱρετικῶν δογμάτων διελέγχοντες νοῦν, καὶ ἐπανορθοῦν προθυμούμενοι διὰ τοῦ παρόντος κηρύγματος, λέγομεν, ὅτι οὐ θεοφόρος ἄνθρωπός ἐστιν ὁ Χριστὸς, ἀλλὰ σαρκοφόρος Θεὸς, ἀνθ᾽ ὧν καὶ Θεὸς ὢν, ἄνθρωπον ἐφόρεσε καθ᾽ ὅλον τὸ πλήρωμα τῆς ἀνθρωπότητος· Θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος, εἷς ὢν κατὰ μίαν ὑπόστασιν, καὶ ἐκ δύο καὶ ἐν δύο ταῖς φύσεσι. Τοῦτον γὰρ τὸν ἄνθρωπον, ὃν καὶ λέγομεν, ὅτι ἐφόρεσε, τοῦτον ὁ Θεὸς καὶ Πατὴρ εὐδοκίᾳ αὐτοῦ, καὶ συνεργείᾳ τοῦ ἁγίου Πνεύματος κατὰ τὴν μίαν αὐτουργίαν τοῦ Υἱοῦ, ἔχρισε Πνεύματι ἁγίῳ, πᾶσαν ἐνέργειαν παρασχὼν αὐτῷ, καὶ δύναμιν Ὑψίστου περιέζωσε, πρὸς τὸ δύνασθαι φέρειν πάσης ἀντικειμένης δυνάμεως προσβολὴν, καὶ ἐνεργεῖν πᾶσαν θεραπείαν ἐν τῷ λαῷ· ἐπείπερ καὶ πειράζεσθαι ὑπὸ τοῦ Σατανᾶ κατεδέξατο, καὶ πᾶσαν ταπείνωσιν καὶ πτωχείαν ὑπέμεινεν ἐν τῇ σαρκὶ αὐτοῦ· καθὼς καὶ περὶ τούτου ὁ μέγας ἱεροκήρυξ βοᾷ λέγων· «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ πέμψας Υἱὸν ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί.»