Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὸν εὐαγγελισμὸν τῆς θεοτόκου

Μέγας Αθανάσιος

Χριστολογικές προϋποθέσεις της ενανθρωπήσεως

Πραγμάτευση του αγιασμού της Θεοτόκου και διασαφήνιση της δογματικής αναγκαιότητας για την πρόσληψη λογικής και νοερής ψυχής, τονίζοντας την ασύγχυτη και αδιαίρετη ένωση των δύο φύσεων του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 4

Ἐπῆλθε τοίνυν τὸ Πνεῦμα τὸ ἅγιον ἐπὶ τὴν Παρθένον, καὶ ἡγίασεν αὐτὴν, ὡς καὶ ἐν Ψαλμοῖς φησι τὸ Πνεῦμα· «Ἡγιάσατο σκήνωμα αὐτοῦ ὁ Ὕψιστος,» καὶ ἐπεσκίασεν ἡ δύναμις τοῦ Ὑψίστου, δυναμώσασα αὐτὴν, καὶ σκιᾶς θείας ἐμφανείας ἐμποιήσασα, ἵνα ἔνθεν τυπουμένη ἰδεῖν δύνηται, καθ᾽ ὅσον δύναται ἰδεῖν, τὸν ἐν αὐτῇ κυοφορούμενον ἀνείδεον Θεόν. Μηδὲ γὰρ ὑποληπτέον, ὅτι καθ᾽ ἁπλῆν τῆς φύσεως ἰδιότητα ἰδεῖν ἠδύνατο τὸν ἐν αὐτῇ ἐνσκηνώσαντα Θεὸν ἡ Παρθένος (τοῦτο γὰρ οὔτε αὐτὴ ἡ ἔμψυχος, λογική τε καὶ νοερὰ σάρκωσις ἰδεῖν ἠδύνατο)· ἀλλὰ κατὰ τὸ δυνατὸν, ὡς ἐπισκιαζούσης αὐτῆς τῆς τοῦ Ὑψίστου δυνάμεως, καὶ οἷον σκιὰς ἐμποιούσης πρὸς τὸ ἰδεῖν τὸν ἐνσκηνοῦντα Θεόν. Καὶ ὥσπερ ἡμεῖς αὐτοὶ ψυχὴν ἐνσκηνοῦσαν ἐν τῇ σαρκὶ ἡμῶν ἔχοντες, οὐχ ὡς ἔστιν ἡ ψυχὴ ἰδεῖν αὐτὴν δυνάμεθα, ἀλλ᾽ οἷον σκιὰς αὐτῆς καὶ τύπους ἀπὸ τῶν δυνάμεων αὐτῆς καὶ τῶν ἐνεργειῶν· τοιοῦτο ἥ τε Παρθένος, καὶ αὐτὴ ἡ λογικὴ καὶ νοερὰ ψυχὴ ἰδεῖν ἠδύνατο, καὶ νῦν δὲ δύναται ἐκ τῶν ἐνδιδομένων αὐτῇ δυνάμεων καὶ ἐνεργειῶν. Καὶ κατὰ τοῦτον μᾶλλον ἀναλογεῖ λόγον, ὅτι ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, καὶ κατ᾽ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν.

Κατ᾽ εἰκόνα γὰρ καὶ ὁμοίωσιν τῆς τοιαύτης σαρκώσεως καὶ ἐνανθρωπήσεως ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· ἵνα, ἐν αὑτῷ φέρων τὸ κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν, μὴ ἀμφίβολον ἔχῃ τὰ ἐπὶ τῆς τοιαύτης σαρκώσεως καὶ ἐνανθρωπήσεως· σαρκώσεως γὰρ καὶ ἐνανθρωπήσεως· καί γε καὶ συνεκφράσει προσηγορίαν κηρύττομεν, καὶ οὐ μόνον σάρκωσιν καταγγέλλομεν, ἀλλὰ καὶ ἐνανθρώπησιν· ἵνα μὴ δοκῇ τοῖς ἀθέοις αἱρετικοῖς ἄψυχον καὶ ἄνουν καὶ ἄλογον σάρκωσιν δογματίζειν ἡμᾶς, ἀλλὰ διὰ τοῦ λέγειν σάρκωσιν καὶ ἐνανθρώπησιν, τήν τε σάρκα πιστεύειν ἡμᾶς, τήν τε ψυχὴν λογικήν τε καὶ νοερὰν διασημαίνοντας. Διὸ καὶ τοὺς λέγοντας μίαν φύσιν τοῦ Θεοῦ Λόγου σεσαρκωμένην, καὶ μὴ ἐπιφέροντας ἐψυχωμένην, λογικήν τε καὶ νοερὰν, οὐ πάνυ ἀποδεχόμεθα, πλὴν ἐπιλυομένους καὶ ἐν δόγμασιν ἀνατιθέντας τὴν ἑρμηνείαν τῆς ῥήσεως· Τὸ γὰρ καὶ πρώην ἀπλάστως ἐῤῥήθη ὑπό τινων, ἀλλ᾽ ἐκακουργήθη ὕστερον, πονηρευομένων τῶν αἱρετικῶν κατὰ τὴν ῥῆσιν.

Ἁγιασθεῖσα τοίνυν τῇ ἐπελεύσει τοῦ ἁγίου Πνεύματος ἡ Παρθένος, καὶ δυναμωθεῖσα ἐκ τῆς τοῦ Ὑψίστου δυνάμεως, κυοφορεῖ τὸν κατὰ τὴν ἐξιδιάζουσαν αὐτοῦ ὑπόστασιν Υἱὸν τοῦ Θεοῦ, κατὰ τὴν μίαν αὐτοῦ τῆς θεότητος φύσιν· καὶ τίκτει τοῦτον σαρκωθέντα καὶ ἐνανθρωπήσαντα κατὰ τὴν τῶν δύο φύσεων ἰδιότητα· ἐκ δύο καὶ ἐν δύο δογματιζόμενον ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως· οὐ θεοφόρον ἄνθρωπον, ἀλλὰ σαρκοφόρον Θεόν. Μὴ γὰρ, ὡς πάλιν εἰπεῖν, οὕτω ταῦτα νοήσαντες οἱ αἱρετικοὶ, ἀλλ᾽ οἷον εἴρηται, κατ᾽ ἐνέργειαν Πνεύματος καὶ δυνάμεως Ὑψίστου γενομένην τὴν ἐν Παρθένῳ κυοφορίαν, θεοφόρον ἄνθρωπον τὸν ἐκ τῆς Παρθένου ἐδογμάτισαν· πεφορημένην θείαν δύναμιν καὶ ἐνέργειαν τοῦ Πνεύματος, ἐνεργήσαντα ἐναντίον Φαραὼ καὶ πάντων τῶν υἱῶν Ἰσραήλ. Ὅθεν καὶ προσλαμβάνουσι τὰς παρὰ τοῦ κορυφαίου φωνὰς, δημηγοροῦντος ἐν ταῖς Πράξεσι περὶ Χριστοῦ, καὶ αὐτοῦ μὲν ὀρθῶς λέγοντος, οὗτοι δὲ στρεβλῶς καὶ πονηρῶς ἐκλαμβάνοντες, ἀνθ᾽ ὧν καί φησιν· «Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲτ, ὃν ἔχρισεν ὁ Θεὸς Πνεύματι ἁγίῳ·» τοιοῦτον λέγοντες, ὅτι ἐν γαστρὶ τῆς Παρθένου ἔπλασεν ὁ Θεὸς ἄνθρωπον ἄνευ σπορᾶς, ἐνεργείᾳ τοῦ Πνεύματος, καὶ ἔχρισεν αὐτὸν δύναμιν Ὑψίστου, ὡς καὶ ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους αὐτοῦ, γέγραπται.

Καὶ τοῦτον Υἱὸν Ὑψίστου ἐκάλεσεν ἡ Γραφὴ, οἶον καὶ εἴρηται ἐν τοῖς Ψαλμοῖς, λέγοντος τοῦ Θεοῦ πρὸς πολλούς· «Ἐγὼ εἶπα, Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες.» Ἅπερ τοιαῦτα τὸν τῶν αἱρετικῶν δογμάτων διελέγχοντες νοῦν, καὶ ἐπανορθοῦν προθυμούμενοι διὰ τοῦ παρόντος κηρύγματος, λέγομεν, ὅτι οὐ θεοφόρος ἄνθρωπός ἐστιν ὁ Χριστὸς, ἀλλὰ σαρκοφόρος Θεὸς, ἀνθ᾽ ὧν καὶ Θεὸς ὢν, ἄνθρωπον ἐφόρεσε καθ᾽ ὅλον τὸ πλήρωμα τῆς ἀνθρωπότητος· Θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος, εἷς ὢν κατὰ μίαν ὑπόστασιν, καὶ ἐκ δύο καὶ ἐν δύο ταῖς φύσεσι. Τοῦτον γὰρ τὸν ἄνθρωπον, ὃν καὶ λέγομεν, ὅτι ἐφόρεσε, τοῦτον ὁ Θεὸς καὶ Πατὴρ εὐδοκίᾳ αὐτοῦ, καὶ συνεργείᾳ τοῦ ἁγίου Πνεύματος κατὰ τὴν μίαν αὐτουργίαν τοῦ Υἱοῦ, ἔχρισε Πνεύματι ἁγίῳ, πᾶσαν ἐνέργειαν παρασχὼν αὐτῷ, καὶ δύναμιν Ὑψίστου περιέζωσε, πρὸς τὸ δύνασθαι φέρειν πάσης ἀντικειμένης δυνάμεως προσβολὴν, καὶ ἐνεργεῖν πᾶσαν θεραπείαν ἐν τῷ λαῷ· ἐπείπερ καὶ πειράζεσθαι ὑπὸ τοῦ Σατανᾶ κατεδέξατο, καὶ πᾶσαν ταπείνωσιν καὶ πτωχείαν ὑπέμεινεν ἐν τῇ σαρκὶ αὐτοῦ· καθὼς καὶ περὶ τούτου ὁ μέγας ἱεροκήρυξ βοᾷ λέγων· «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ πέμψας Υἱὸν ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί.»