Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὸν Μαρκελλῖνον περὶ τῆς ἑρμηνείας τῶν ψαλμῶν

Μέγας Αθανάσιος

Χριστολογικές προφητείες και το εσχατολογικό μήνυμα των Ψαλμών

Συστηματική παρουσίαση των ψαλμικών προρρήσεων περί της ελεύσεως, της ενανθρωπήσεως, του πάθους, του σταυρού, της αναλήψεως του Κυρίου, καθώς και της επερχόμενης κρίσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 7

Ἱερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις, ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό· ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαὶ, αἱ φυλαὶ Κυρίου, μαρτύριον τῷ Ἰσραήλ. Τά τε τῶν Προφητῶν σχεδὸν ἐν ἑκάστῳ σημαίνει. Περὶ τῆς τοῦ Σωτῆρος ἐπιδημίας, καὶ ὅτι μὲν Θεὸς ὢν ἐπιδημήσει, οὕτως φησὶν ἐν μὲν τῷ τεσσαρακοστῷ ἐννάτῳ ψαλμῷ· Ὁ Κύριος ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται· ἐν δὲ τῷ ἑκατοστῷ ἑπτακαιδεκάτῳ· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου Κυρίου· Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν.

Ὅτι δὲ οὗτός ἐστιν ὁ τοῦ Πατρὸς Λόγος, οὕτως ἐν τῷ ἑκατοστῷ ἕκτῳ ψάλλει· Ἀπέστειλε τὸν Λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν. Ὁ γὰρ ἐρχόμενος Θεὸς αὐτός ἐστι καὶ Λόγος ἀποστελλόμενος. Τοῦτον δὲ τὸν Λόγον εἰδὼς ὄντα τὸν Υἱὸν τοῦ Θεοῦ, ᾄδει φωνὴν τοῦ Πατρὸς ἐν τῷ τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ· Ἐξηρεύξατο ἡ καρδία μου Λόγον ἀγαθόν· καὶ πάλιν ἐν τῷ ἑκατοστῷ ἐννάτῳ· Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐξεγέννησά σε. Τί γὰρ ἂν ἄλλο τις εἴποι γέννημα τοῦ Πάτρος ἢ τὸν Λόγον καὶ τὴν Σοφίαν αὐτοῦ; Τοῦτον εἰδυῖα ὄντα, ᾧ εἶπεν ὁ Πατήρ· Γενηθήτω φῶς, καὶ στερέωμα, καὶ τὰ πάντα, καὶ αὕτη ἡ βίβλος περιέχει λέγουσα· Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.

Καὶ Χριστὸν δὲ αὐτὸν ἐρχόμενον οὐκ ἠγνόησεν· ἀλλὰ καὶ μάλιστα περὶ τούτου λέγει ἐν τῷ τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Καὶ ἵνα μὴ κατὰ φαντασίαν τις ἔρχεσθαι αὐτὸν (εἶναι) νομίσῃ, σημαίνει αὐτὸν ἄνθρωπον γενησόμενον, καὶ τοῦτον εἶναι δι᾽ οὗ τὰ πάντα γέγονε, λέγων ἐν τῷ ὀγδοηκοστῷ ἕκτῳ· Μήτηρ Σιὼν ἐρεῖ· Ἄνθρωπος, καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ Ὕψιστος.

Τοῦτο γὰρ ἴσον ἐστὶ τῷ εἰπεῖν· Καὶ Θεὸς ἦν ὁ Λόγος· πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ ὁ Λόγος σὰρξ ἐγένετο. Διὰ τοῦτο καὶ τὸ, ἐκ Παρθένου, γινώσκων οὐκ ἐσιώπησεν, ἀλλ᾽ εὐθὺς ἔμφασίν τινα δίδωσιν ἐν τῷ τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ, λέγων· Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου, ὅτι ἐπεθύμησεν ὁ βασιλεὺς τοῦ κάλλους σου.

Τοῦτο γὰρ πάλιν ὅμοιόν ἐστι τοῦ λεγομένου παρὰ τοῦ Γαβριήλ· Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Καὶ γὰρ εἰρηκὼς αὐτὸν Χριστὸν, εὐθὺς καὶ τὴν ἀνθρωπίνην γένεσιν ἐκ τῆς Παρθένου ἐδήλωσε, λέγων· Ἄκουσον, θύγατερ. Ἰδὲ ὁ μὲν Γαβριὴλ ἐξ ὀνόματος καλεῖ Μαρίαν, ξένος ὢν αὐτῆς κατὰ τὴν γένεσιν· ὁ δὲ Δαβὶδ ἐκ τοῦ σπέρματος αὑτοῦ τυγχάνουσαν αὐτὴν εἰκότως θυγατέρα προσφωνεῖ ταύτην.

Ἄνθρωπον δὲ αὐτὸν εἰρηκυῖα γενησόμενον, ἀκολούθως καὶ παθητὸν αὐτὸν σαρκὶ σημαίνει. Τήν τε ἐπιβουλὴν παρὰ τῶν Ἰουδαίων ὁρῶσα γινομένην, ψάλλει ἐν μὲν τῷ δευτέρῳ ψαλμῷ· Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ· ἐν δὲ τῷ εἰκοστῷ καὶ πρώτῳ τὴν ποιότητα τοῦ θανάτου ἐκ προσώπου τοῦ Σωτῆρός φησιν· Εἰς χοῦν θανάτου κατήγαγές με· ὅτι ἐκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχον με. Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. Αὐτοὶ δὲ κατενόησαν, καὶ ἐπεῖδόν με· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Τὸ δὲ τὰς χεῖρας καὶ τοὺς πόδας ὀρύττεσθαι, τί ἕτερον ἢ σταυρὸν λέγων σημαίνει; Πάντα ταῦτα διδάσκουσα προστίθησιν, ὅτι μὴ δι᾽ ἑαυτὸν, δι᾽ ἡμᾶς δὲ ταῦτα πάσχει ὁ Κύριος. Καί φησιν ἐκ προσώπου πάλιν αὐτοῦ ἐν μὲν τῷ πζʹ· Ἐπ᾽ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου· ἐν δὲ τῷ ἑξηκοστῷ ὀγδόῳ· Ἃ οὐχ ἥρπασα, τότε ἀπετίννυον.

Οὐ γὰρ ὑπεύθυνος ὢν ἀπέθνησκεν, ἀλλ᾽ ὑπὲρ ἡμῶν ἔπασχε, καὶ τὸν καθ᾽ ἡμῶν θυμὸν διὰ τὴν παράβασιν ἐφ᾽ ἑαυτὸν ἐβάσταζε, λέγοντα διὰ τοῦ Ἡσαΐου· Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβε· καὶ λεγόντων μὲν ἡμῶν ἐν τῷ ἑκατοστῷ τριακοστῷ ἑβδόμῳ ψαλμῷ· Κύριος ἀνταποδώσει ὑπὲρ ἐμοῦ· λέγοντος δὲ καὶ τοῦ Πνεύματος ἐν ἑβδομηκοστῷ πρώτῳ· Καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων, καὶ ταπεινώσει συκοφάντην, ὅτι ἐῤῥύσατο, πτωχὸν ἐκ χειρὸς δυνάστου, καὶ πένητα, ᾧ οὐχ ὑπῆρχε βοηθός.

Διὰ τοῦτο καὶ τὴν εἰς οὐρανοὺς σωματικὴν αὐτοῦ ἄνοδον προμηνύει, καὶ λέγει ἐν μὲν εἰκοστῷ καὶ τρίτῳ· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης· ἐν δὲ τῷ τεσσαρακοστῷ· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.

Τὴν μὲν κάθισιν ἀναγγέλλει, καί φησιν ἐν μὲν τῷ ἑκατοστῷ ἐννάτῳ· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· ἐν δὲ τῷ ἐννάτῳ καὶ τὴν γενομένην ἀπώλειαν τοῦ διαβόλου βοᾷ· Ἐκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην· ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής. Καὶ γὰρ ὅτι τὴν κρίσιν πᾶσαν ἔλαβε παρὰ τοῦ Πατρὸς, οὐκ ἔκρυψεν, ἀλλὰ καὶ κριτὴν πάντων αὐτὸν ἐρχόμενον προμηνύει ἐν μὲν οαʹ· Ὁ Θεὸς, τὸ κρῖμά σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως, κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ, καὶ τοὺς πτωχούς σου ἐν κρίσει· ἐν δὲ τῷ μθʹ φησί· Προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν, τοῦ διακρῖναι τὸν λαὸν αὑτοῦ. Καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ· ὅτι ὁ Θεὸς κριτής ἐστι· καὶ ἐν τῷ παʹ· Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν· ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ. Καὶ μὴν καὶ τὴν κλῆσιν τῶν ἐθνῶν ἔστιν ἀπ᾽ αὐτῆς μαθεῖν ἐπὶ πολλῶν μὲν, μάλιστα δὲ ἀπὸ τοῦ μϛʹ· Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως· ἐν δὲ τῷ οαʹ· Ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες, καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι· βασιλεῖς Θαρσεῖς καὶ αἱ νῆσοι δῶρα προσοίσουσι· βασιλεῖς Ἀράβων καὶ Σαβὰ δῶρα προσάξουσι· καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς, πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ.