Αὕτη δὲ πάλιν τοῦ Σωτῆρός ἐστιν ἡ χάρις· ἄνθρωπος γὰρ δι᾽ ἡμᾶς γενόμενος, τὸ μὲν σῶμα τὸ ἴδιον ὑπὲρ ἡμῶν προσήνεγκεν εἰς θάνατον, ἵνα πάντας ἀπαλλάξῃ τοῦ θανάτου· τὴν δὲ οὐράνιον καὶ εὐάρεστον ἑαυτοῦ πολιτείαν δεῖξαι θέλων ἡμῖν, ἐν ἑαυτῷ ταύτην ἐτύπωσεν, ὑπὲρ τοῦ μηκέτι τινὰς εὐχερῶς ἀπατᾶσθαι παρὰ τοῦ ἐχθροῦ, ἔχοντας ἐνέχυρον πρὸς ἀσφάλειαν, τὴν παρ᾽ αὐτοῦ γενομένην ὑπὲρ ἡμῶν κατὰ τοῦ διαβόλου νίκην. Διὰ τοῦτο γοῦν οὐ μόνον ἐδίδαξεν, ἀλλὰ καὶ πεποίηκεν ἃ ἐδίδαξεν, ἵνα ἕκαστος ἀκούῃ μὲν αὐτοῦ λαλοῦντος, ὡς ἐν εἰκόνι δὲ βλέπων λαμβάνῃ παρ᾽ αὐτοῦ τὸ παράδειγμα τοῦ ποιεῖν, ἀκούων· Μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Τελειοτέραν δὲ καὶ εἰς ἀρετὴν διδασκαλίαν οὐκ ἄν τις εὕροι, ἧς ὁ Κύριος ἐτύπωσεν ἐν ἑαυτῷ. Εἴτε γὰρ ἀνεξικακίαν, εἴτε φιλανθρωπίαν, εἴτε ἀγαθότητα, εἴτε ἀνδρίαν, εἴτε ἐλεημοσύνην, εἴτε δικαιοσύνην, πάντα ἐν αὐτῷ τις εὑρήσει γενόμενα, ὥστε μηδὲν εἰς ἀρετὴν λείπειν τῷ κατανοοῦντι τὸν ἀνθρώπινον βίον τοῦτον. Τοῦτο γὰρ ὁ Παῦλος εἰδὼς ἔλεγε· Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Οἱ μὲν παρ᾽ Ἕλλησι νομοθέται ἄχρι τοῦ λέγειν ἔχουσι τὴν χάριν· ὁ δὲ Κύριος, ὡς ἀληθῶς Κύριος ὢν τοῦ παντὸς, καὶ κηδόμενος ὧν εἰργάσατο, οὐ μόνον νομοθετεῖ, ἀλλὰ καὶ τύπον ἑαυτὸν δέδωκεν, εἰς τὸ εἰδέναι τοὺς βουλομένους τὴν τοῦ ποιεῖν δύναμιν.