Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὸν Μαρκελλῖνον περὶ τῆς ἑρμηνείας τῶν ψαλμῶν

Μέγας Αθανάσιος

Κατάταξη των Ψαλμών ανάλογα με το φιλολογικό είδος και το περιεχόμενο

Λεπτομερής απαρίθμηση και ομαδοποίηση των Ψαλμών σε κατηγορίες βάσει του χαρακτήρα τους, όπως διηγηματικοί, ικετευτικοί, προφητικοί, εξομολογητικοί και αινετικοί.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 7

Εἰ γὰρ δεῖ καὶ πιθανώτερον εἰπεῖν, πᾶσα μὲν ἡ θεία Γραφὴ διδάσκαλός ἐστιν ἀρετῆς καὶ πίστεως ἀληθοῦς· ἡ δέ γε βίβλος τῶν Ψαλμῶν ἔχει καὶ τὴν εἰκόνα πως τῆς διαγωγῆς τῶν ψυχῶν. Ὡς γὰρ ὁ εἰσερχόμενος πρὸς βασιλέα τυποῦται καὶ τῷ σχήματι καὶ τοῖς ῥήμασιν, ἵνα μὴ, παρὰ ταῦτα λέγων, ὡς ἀπαίδευτος ἐκβληθῇ· οὕτως ἡ θεία βίβλος τὸν ἐπ᾽ ἀρετῇ τρέχοντα καὶ βουλόμενον κατανοῆσαι τὴν τοῦ Σωτῆρος ἐν σώματι πολιτείαν ὑπομιμνήσκει πρῶτον διὰ τῆς ἀναγνώσεως τὰ κινήματα τῆς ψυχῆς, καὶ οὕτω λοιπὸν τυποῖ καὶ διδάσκει τοὺς ἐντυγχάνοντας τοῖς τοιούτοις λόγοις. Εἰσὶ μὲν οὖν, ἵνα τοῦτο πρῶτόν τις τῆς βίβλου παρατηρήσηται, οἱ μὲν ἐν διηγήματι λεγόμενοι, οἱ δὲ ἐν παραινέσει, οἱ δὲ ἐν προφητείᾳ, οἱ δὲ ὡς ἐν εὐχῇ, οἱ δὲ ἐν ἐξομολογήσει.

Καὶ εἰσὶ μὲν οἱ ἐν διηγήματι ιηʹ, μγʹ, μηʹ, μθʹ, οβʹ, οϛʹ, οζʹ, πηʹ, ρϛʹ, ριγʹ, ρκϛʹ, ρλϛʹ. Οἱ δὲ ὡς ἐν εὐχῇ, ιϛʹ, ξζʹ, πθʹ, ραʹ ρλαʹ, ρμαʹ. Οἱ δὲ ὡς ἐν ἐντυχίᾳ καὶ εὐχῇ καὶ δεήσει εʹ, ϛʹ, ζʹ, ιαʹ, ιβʹ, ιεʹ, κδʹ, κζʹ, λʹ, λδʹ, λζʹ, μβʹ, νγʹ, νδʹ, νεʹ, νϛʹ, νηʹ, νθʹ, ξʹ, ξγʹ, πβʹ, πεʹ, πζʹ, ρλζʹ, ρλθʹ, ρμβʹ.

Καὶ ὁ μὲν ὡς ἐν ἐντυχίᾳ καὶ εὐχαριστίᾳ ρληʹ. Οἱ δὲ ὡς ἐν ἐντυχίᾳ μόνῃ γʹ, κεʹ, ξηʹ, ξθʹ, οʹ, ογʹ, οηʹ, οθʹ, ρηʹ, ρκβʹ, ρκθʹ, ρλʹ. Καὶ οἱ μὲν ἐν ἐξομολογήσει θʹ, οδʹ, ϟαʹ, ρδʹ, ρεʹ, ρϛʹ, ρζʹ, ριʹ, ριζʹ, ρλεʹ, ρλζʹ.

Οἱ δὲ συμπεπλεγμένην ἔχοντες ἐξομολόγησιν καὶ διήγησιν θʹ, οδʹ, ρεʹ, ρϛʹ, ριζʹ, ρλζʹ. Ὁ δὲ συμπεπλεγμένην ἔχων ἐξομολόγησιν καὶ διήγησιν μετὰ αἰνέσεως ριʹ. Καὶ ὁ μὲν ἐν παραινέσει ἐστὶ λϛʹ. Οἱ δὲ ἐν προφητείᾳ κʹ, καʹ, μδʹ, μϛʹ, οεʹ.

Καὶ ἀπαγγελτικὸς μὲν μετὰ προφητείας ρθʹ. Προτρεπτικοὶ δὲ καὶ ὡς παρακελευόμενοί εἰσι κηʹ, λβʹ, πʹ, ϟδʹ, ϟεʹ, ϟϛʹ, ϟζʹ, ρβʹ, ργʹ, ριγʹ· Προτρεπτικὸς δὲ μετὰ ᾄσματος ἐλέχθη ρμθʹ. Καὶ οἱ μὲν διαγράφοντες τὸν ἐνάρετον βίον εἰσὶ ρδʹ, ριαʹ, ριηʹ, ρκδʹ, ρλβʹ.

Οἱ δὲ αἶνον ἀπαγγέλλοντες οὗτοί εἰσιν ϟʹ, ριβʹ, ριϛʹ, ρλδʹ, ρμδʹ, ρμεʹ, ρμϛʹ, ρμηʹ, ρνʹ Καὶ οἱ μὲν εὐχαριστικοί εἰσιν ηʹ, θʹ, ιζʹ, λγʹ, μεʹ, ξβʹ, οϛʹ, πδʹ, ριδʹ, ριεʹ, ρκʹ, ρκαʹ, ρκγʹ, ρκεʹ, ρκηʹ, ρμγʹ.

Οἱ δὲ μακαρισμὸν ἀναφωνοῦντές εἰσιν αʹ, λαʹ, μʹ, ριηʹ, ρκζʹ. Καὶ ἄλλος ἐπιδεικτικὸς προθυμίας μετ᾽ ᾠδῆς ρζʹ. Καὶ ὁ μὲν προτρεπτικὸς εἰς ἀνδρίαν ἐστὶ πʹ. Οἱ δὲ κατηγορικοὶ τῶν ἀσεβῶν καὶ παρανόμων εἰσὶ βʹ, ιγʹ, λεʹ, ναʹ, νβʹ.

Καὶ ὁ μὲν ἐπικλήσεώς ἐστι δʹ. Οἱ δὲ ἐπευκτικὰ ἀπαγγέλλουσιν, ὡς ιθʹ καὶ ξγʹ Καὶ οἱ μὲν καυχήσεως τῆς ἐν Κυρίῳ ἀπαγγέλλοντες λόγους εἰσὶ κβʹ καὶ κϛʹ, ληʹ, λθʹ, μαʹ, ξαʹ, οεʹ, πγʹ, ϟϛʹ, ϟηʹ, ρναʹ. Οἱ δὲ ἐντρεπτικοί εἰσι νζʹ, παʹ.