Καὶ ὅταν μὲν ὑμνῆσαι βούλῃ τὸν Κύριον, ᾆδε τὰ ἐν τῷ ξδʹ. Ἐὰν δὲ κατηχῆσαι θέλῃς τινὰς περὶ ἀναστάσεως, ᾆδε τὰ ἐν τῷ ξεʹ. Οἰκτιρμοὺς δὲ αἰτῶν παρὰ τοῦ Θεοῦ, ὕμνει αὐτὸν, ψάλλων τὸν ξϛʹ. Ὅτε δὲ βλέπεις τοὺς μὲν ἀσεβεῖς ἐν εἰρήνῃ εὐθηνουμένους καὶ καταθυμίως ζῶντας τοὺς δὲ δικαίους θλιβομένους, ἵνα μὴ σκανδαλισθῇς καὶ παρασαλευθῇς, λέγε καὶ σὺ τὰ ἐν τῷ οβʹ ψαλμῷ. Καὶ ὅταν μὲν ὀργισθῇ ὁ Θεὸς ἐπὶ τὸν λαὸν, ἔχεις εἰς παράκλησιν περὶ τούτου λόγους συνετοὺς τοὺς ἐν τῷ ογʹ· ὅτε δὲ χρεία σοι ἐξομολογήσεώς ἐστι ψάλλε τὸν θʹ, οδʹ καὶ ϟαʹ, καὶ ρδʹ, καὶ ρεʹ, καὶ ρϛʹ, καὶ ρζʹ, καὶ ριʹ, καὶ ριζʹ, καὶ ρλεʹ, καὶ ρλζʹ. Καὶ δυσωπῆσαι μὲν θέλων τὰ τῶν Ἑλλήνων καὶ τὰ τῶν αἱρετικῶν, ὅτι μὴ παρ᾽ αὐτοῖς ἔνι θεογνωσία, ἀλλ᾽ ἐν μόνῃ τῇ καθολικῇ Ἐκκλησίᾳ, δύνασαι νοῶν ᾄδειν καὶ λέγειν τὰ ἐν τῷ οεʹ. Τῶν δὲ ἐχθρῶν προκαταλαβόντων τὰς διεκφυγὰς, καὶ πάνυ θλιβόμενος, κἂν ταραχθῇς, μὴ ἀπελπίσῃς, ἀλλὰ εὔχου· καὶ ἐὰν κράζων εἰσακουσθῇς, εὐχαρίστει τῷ Θεῷ, λέγων τὰ ἐν τῷ οϛʹ. Ἐὰν δὲ ἐπιμένοντες οἱ ἐχθροὶ ἐπεισέλθωσι, καὶ μιάνωσι τὸν οἶκον τοῦ Θεοῦ, τούς τε ἁγίους ἀποκτείνωσι, καὶ τὰ σώματα αὐτῶν ῥίψωσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, ἵνα μὴ συνελκυσθεὶς καταπτήξῃς αὐτῶν τὴν ὠμότητα, σύμπασχε μὲν τοῖς πάσχουσιν, ἐντύγχανε δὲ τῷ Θεῷ, λέγων τὸν οηʹ ψαλμόν.