Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὸν Μαρκελλῖνον περὶ τῆς ἑρμηνείας τῶν ψαλμῶν

Μέγας Αθανάσιος

Πρακτικός οδηγός επιλογής Ψαλμών για τις διάφορες περιστάσεις του βίου

Ειδικές οδηγίες και προτάσεις για τη χρήση συγκεκριμένων Ψαλμών ανάλογα με τις ιδιαίτερες ανάγκες, τις δοκιμασίες, τους πνευματικούς αγώνες και τις εορτές των πιστών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 5 από 7

Καὶ οἱ μὲν ὕμνου ῥήματα λέγουσι μζʹ, ξδʹ. Ὁ δὲ ἀλαλαγμοῦ καὶ περὶ ἀναστάσεως ξεʹ. Καὶ ἕτερος ἀλαλαγμοῦ μόνον ῥήματα λέγει ϟθʹ. Τοιαύτης οὖν τῆς διατάξεως οὔσης τῶν Ψαλμῶν, ἔστι λοιπὸν δυνατὸν τοὺς ἐντυγχάνοντας εὑρεῖν ἐν ἑκάστῳ, καθὰ προεῖπον, τὰ κινήματα καὶ τὴν κατάστασιν τῆς ἰδίας ψυχῆς, οὕτως τε περὶ ἑκάστου τὸν τύπον καὶ τὴν διδασκαλίαν· καὶ τίνα μὲν λέγων ἀρέσκειν δύναται τῷ Κυρίῳ, διὰ ποίων δὲ ῥημάτων ἑαυτὸν διορθοῦσθαι δύναται, καὶ εὐχαριστεῖν τῷ Κυρίῳ, ὑπὲρ τοῦ μὴ εἰς ἀσέβειαν ἐκπίπτειν τὸν παρὰ τοιαῦτα λέγοντα. Οὐ γὰρ μόνον περὶ τῶν ἔργων, ἀλλὰ καὶ περὶ ἀργοῦ ῥήματος ἀποδοῦναι λόγον ἔχομεν τῷ Κριτῇ. Ἄν τε τοίνυν μακαρίσαι τινὰ θελήσῃς, ἔχεις πῶς δεῖ, καὶ ἐπὶ τίνι, καὶ τίνα δεῖ λέγειν, τόν τε αʹ καὶ τὸν λαʹ, καὶ μʹ, καὶ ριαʹ, καὶ ριηʹ, καὶ ρκζʹ· ἄν τε μέμψασθαι τὴν Ἰουδαίων κατὰ τοῦ Σωτῆρος ἐπιβουλὴν, ἔχεις τὴν δευτέραν ᾠδήν. Ἂν δὲ διώκῃ παρὰ τῶν ἰδίων, καὶ πολλοὺς ἔχῃς τοὺς ἐπαναστάντας κατὰ σοῦ, λέγε τὸν γʹ ψαλμόν. Εἰ δὲ οὕτως θλιβόμενος ἐπεκαλέσω τὸν Κύριον, καὶ εἰσακουσθεὶς θέλεις εὐχαριστεῖν, ψάλλε τὸν τέταρτον, καὶ οδʹ, καὶ ριδʹ.

Καὶ ἐὰν, ἔτι τοὺς πονηρευομένους βλέπων ἐνεδρεύειν θέλοντας, ἐνωτίζεσθαί σου θέλῃς τὴν εὐχὴν, ὀρθρίζων τὸ πρωῒ ψάλλε τὸν εʹ. Αἰσθόμενος δὲ ἀπειλῆς τοῦ Κυρίου, ἐὰν διὰ τοῦτο ταραττόμενον σεαυτὸν βλέπῃς, δύνασαι λέγειν τὸν ϛʹ καὶ τὸν λζʹ. Ἐὰν δὲ καὶ βουλεύωνταί τινες κατὰ σοῦ, ὡς ὁ Ἀχιτόφελ κατὰ τοῦ Δαβὶδ, καὶ τοῦτό σοί τις ἀπαγγείλῃ, ψάλλε τὸν ζʹ, καὶ θάῤῥει τῷ ῥυομένῳ σε Θεῷ.

Βλέπων δὲ τὴν πανταχοῦ χάριν τοῦ Σωτῆρος ἐκτεταμένην, καὶ σωθὲν τὸ γένος τῶν ἀνθρώπων, ἐὰν προσφωνεῖν θέλῃς τῷ Κυρίῳ, ψάλλε τὸν ηʹ. Ἀλλὰ πάλιν ᾆσαι θέλεις ἐπιλήνιον, εὐχαριστῶν τῷ Κυρίῳ, ἔχεις αὐτὸν πάλιν τὸν ηʹ καὶ τὸν πγʹ. Ἐπὶ δὲ τῷ κατηργῆσθαι τὸν ἐχθρὸν καὶ σεσῶσθαι τὴν κτίσιν, μὴ καυχώμενος ἐπὶ σαυτῷ, ἀλλὰ εἰδὼς τὸν Υἱὸν τοῦ Θεοῦ τοῦτο κατορθώσαντα, λέγε τὸν εἰς αὐτὸν εἰρημένον θʹ ψαλμόν. Καὶ ἐὰν λίαν σέ τις ταράσσειν ἐθέλῃ, ἔχε σὺ τὴν πεποίθησιν εἰς τὸν Κύριον, καὶ ψάλλε τὸν ιʹ. Ὅταν δὲ τὴν τῶν πολλῶν ὑπερηφανίαν ἴδῃς καὶ πλεονάζουσαν τὴν κακίαν, ὥστε μηδὲν ὅσιον ἐπ᾽ ἀνθρώποις γενέσθαι, κατάφυγε σὺ ἐπὶ τὸν Κύριον, καὶ λέγε τὸν ιαʹ. Ἐγχρονιζούσης δὲ τῆς παρὰ τῶν ἐχθρῶν ἐπιβουλῆς, μὴ ὀλιγώρει ὡς ἐπιλησθεὶς παρὰ τῷ Θεῷ, ἀλλὰ παρακάλει τὸν Κύριον ᾄδων τὸν ιβʹ. Ἐπειδὰν βλασφημούντων τινῶν κατὰ τῆς Προνοίας ἀκούσῃς, μὴ κοινώνει μὲν αὐτῶν τῇ ἀσεβείᾳ, ἐντυγχάνων δὲ τῷ Θεῷ, λέγε τὸν ιγʹ καὶ νβʹ. Καὶ λοιπὸν ἐὰν θέλῃς μαθεῖν ὁποῖός ἐστι τῆς βασιλείας τῶν οὐρανῶν ὁ πολίτης, ψάλλε τὸν ιδʹ.

Προσευχῆς σοι χρεία διὰ τοὺς ἀνθεστηκότας σοι καὶ περιέχοντάς σου τὴν ψυχὴν, ᾆδε τὸν ιϛʹ, καὶ τὸν πεʹ, καὶ τὸν πϛʹ, καὶ τὸν ρμʹ. Ἀλλὰ θέλεις μαθεῖν, πῶς Μωϋσῆς προσηύξατο, ἔχεις τὸν πθʹ. Ἀλλ᾽ ἐσώθης ἀπὸ τῶν ἐχθρῶν σου, καὶ ἐῤῥύσθης ἀπὸ τῶν διωκόντων σε, ᾆδε καὶ σὺ τὸν ιϛʹ ψαλμόν. Θαυμάζεις τὴν τῆς κτίσεως τάξιν, καὶ τὴν εἰς αὐτὴν τῆς Προνοίας χάριν, τοῦ τε νόμου τὰ ἱερὰ προστάγματα, ψάλλε τὸν ιηʹ καὶ τὸν κγʹ. Θλιβομένους δὲ ὁρῶν, παρακάλει τούτους, ἐπευχόμενος καὶ λέγων αὐτοῖς τὰ ἐν τῷ ιθʹ ψαλμῷ ῥήματα. Ὁρᾷς σεαυτὸν ποιμαινόμενον καὶ εὐοδούμενον παρὰ τοῦ Κυρίου, χαίρων ἐπὶ τούτῳ ψάλλε τὸν κβʹ. Οἱ ἐχθροὶ περὶ σὲ, ἀλλὰ σὺ τὴν ψυχὴν ἐπαίρων πρὸς Θεὸν, λέγε τὸν κδʹ, καὶ ὄψει τούτους ἁμαρτάνοντας διακενῆς. Ἐπιμένουσιν οἱ ἐχθροὶ, οὐδὲν ἕτερον ἢ τὰς χεῖρας ἔχοντες αἱμάτων πλήρεις, καὶ ζητοῦντες ἑλκῦσαί σε καὶ ἀπολέσαι, μὴ δῷς ἀνθρώπῳ τὸ κρῖμα (ὕποπτα γὰρ πάντα τὰ ἀνθρώπινα)· ἀλλὰ τὸν Θεὸν ἀξιῶν κριτὴν γενέσθαι (μόνος γὰρ αὐτὸς δίκαιος), λέγε τὰ ἐν τῷ κεʹ, καὶ τὸν λδʹ, καὶ τὸν μβʹ. Ἐὰν δὲ καὶ τραχύτερον ἐπίθωνται, καὶ πλῆθος ὡς παρεμβολαὶ γένωνται οἱ ἐχθροὶ, καταφρονοῦντες ὡς μήπω σου χρισθέντος, καὶ διὰ τοῦτο πολεμεῖν ἐθέλοντες· μὴ πτήξῃς, ἀλλ᾽ ᾆδε τὸν κϛʹ ψαλμόν.

Ἐπειδὴ δὲ ἀσθενής ἐστιν ἡ φύσις τῶν ἀνθρώπων, ἐὰν πάλιν ἀναισχυντῶσιν οἱ ἐπιβουλεύοντες, ἵνα μὴ πρὸς ἐκείνους ἔχῃς τὴν σχολὴν, κράζε πρὸς τὸν Θεὸν, λέγων τὰ ἐν τῷ κζʹ. Καὶ ἐὰν θέλῃς εὐχαριστῶν μαθεῖν πῶς δεῖ προσφέρειν τῷ Κυρίῳ, νοητῶς νοῶν ψάλλε τὸν κηʹ. Καὶ λοιπὸν ἐγκαινίζων τὸν οἶκόν σου τήν τε ψυχὴν τὴν τὸν Κύριον ὑποδεχομένην, καὶ τὸν σωματικὸν οἶκον, ἐν ᾧ σωματικῶς κατοικεῖς, εὐχαρίστει, καὶ λέγε τόν τε κθʹ καὶ τὸν ἐν τοῖς ἀναβαθμοῖς ρκϛʹ.

Ὅταν δὲ σαυτὸν διὰ τὴν ἀλήθειαν μισούμενον καὶ διωκόμενον παρὰ πάντων τῶν τε φίλων καὶ συγγενῶν βλέπῃς, μὴ τούτοις μηδὲ σαυτῷ κατανοῶν ὀλιγωρήσῃς, μηδ᾽, ἂν τοὺς γνωρίμους ἴδῃς ἀποστρεφομένους σε, πτήξῃς, ἀλλ᾽ ἐκστὰς ἀπὸ τούτων, καὶ σκοπῶν τὰ μέλλοντα, ψάλλε τὸν λʹ. Τοὺς δὲ βαπτιζομένους καὶ λυτρουμένους ἀπὸ τῆς φθαρτῆς γενέσεως βλέπων, καὶ θαυμάζων τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ᾆδε εἰς ἐκείνους τὸν λαʹ. Καὶ ὅταν μὲν ψάλλειν μετὰ πολλῶν ἐθέλῃς, τοὺς δικαίους ἄνδρας καὶ τοὺς ὀρθοὺς τῷ βίῳ συναγαγὼν, λέγε καὶ σὺ τὸν λβʹ. Ἐμπεσὼν δὲ εἰς τοὺς ἐχθροὺς, καὶ σοφῶς αὐτοὺς διαφυγὼν, καὶ ἐκκλίνας ἀπὸ τῆς ἐπιβουλῆς αὐτῶν, εἰ θέλεις εὐχαριστῆσαι, συγκαλέσας τοὺς πραεῖς ἄνδρας, ἐπ᾽ αὐτῶν ψάλλε τὸν λγʹ. Καὶ ἐὰν ἴδῃς τῶν παρανομούντων τὴν ἐπὶ τὸ κακὸν φιλονεικίαν, μὴ νόμιζε ἐν αὐτοῖς κατὰ φύσιν τὴν κακίαν εἶναι, οἷα λέγουσιν οἱ αἱρετικοί· ἀλλὰ λέγε τὸν λεʹ, καὶ ὄψει, ὅτι αὐτοὶ τοῦ ἁμαρτάνειν εἰσὶν αἴτιοι. Ἐὰν δὲ πολλὰ πράττοντας ἄνομα τοὺς πονηροὺς βλέπῃς, καὶ ἐπαιρομένους αὐτοὺς κατὰ τῶν μικρῶν, καὶ θέλῃς παραινεῖν τισι μὴ προσέχειν τούτοις, μηδὲ παραζηλοῦν αὐτοὺς, διὰ τὸ ταχέως αὐτοὺς ἀποσβέννυσθαι, λέγε καὶ σαυτῷ καὶ τοῖς ἑτέροις τὸν λϛʹ.

Ἀλλὰ δὴ καὶ σὺ, προθέμενος προσέχειν σαυτῷ, ἐὰν βλέπῃς ἐπιτιθέμενον τὸν ἐχθρὸν (τότε γὰρ μᾶλλον ἐπεγείρεται κατὰ τῶν τοιούτων), καὶ θέλῃς ἐπαλείφειν σαυτὸν κατ᾽ αὐτοῦ, ᾆδε τὸν ληʹ ψαλμόν. Καὶ ἐὰν, τῶν ἐχθρῶν ἐπιτιθεμένων, ὑπομένῃς τὰς θλίψεις, καὶ θέλῃς μαθεῖν τὴν ἐκ τῆς ὑπομονῆς ὠφέλειαν, ψάλλε τὸν λθʹ ψαλμόν. Βλέπων δὲ πολλοὺς πένητας καὶ πτωχοὺς, καὶ θέλεις ἐλεεῖσθαι αὐτοὺς, δύνασαι τοὺς μὲν ἤδη ἐλεήσαντας ἀποδέχεσθαι, τοὺς δὲ ἄλλους εἰς τὸ ποιεῖν προτρέπεσθαι, ἐν τῷ λέγειν τὸν μʹ. Εἶτα ἐὰν, πάνυ τὸν πόθον ἔχων εἰς τὸν Θεὸν, ἀκούσῃς τῶν ἐχθρῶν ὀνειδιζόντων, μὴ ταράσσου· ἀλλὰ συνιεὶς τὸν ἐκ τοῦ τοιούτου πόθου ἀθάνατον καρπὸν, παρακάλει σαυτοῦ τὴν ψυχὴν τῇ εἰς Θεὸν ἐλπίδι, καὶ ταύτῃ ἐπικουφίζων καὶ καταπραΰνων τὰς ἐν τῷ βίῳ λύπας αὐτῆς, λέγε τὸν μαʹ ψαλμόν. Συνεχῶς δὲ ἀναμιμνήσκεσθαι θέλων τὰς εὐεργεσίας τοῦ Θεοῦ τὰς γενομένας εἰς τοὺς πατέρας, καὶ περὶ τῆς ἐξόδου τῆς Αἰγύπτου καὶ τῆς ἐν τῇ ἐρήμῳ διαγωγῆς, πῶς τε ὁ μὲν Θεὸς ἀγαθὸς, οἱ δὲ ἄνθρωποι ἀχάριστοι, ἔχεις τὸν μγʹ, καὶ τὸν οζʹ, καὶ πηʹ, καὶ τὸν ρδʹ, καὶ τὸν ρεʹ, καὶ ρϛʹ, καὶ ριγʹ. Καταφυγὼν δὲ πρὸς τὸν Θεὸν καὶ διασωθεὶς ἀπὸ τῶν περὶ σὲ γενομένων θλίψεων, ἐὰν θέλῃς εὐχαριστῆσαι τῷ Θεῷ, καὶ διηγήσασθαι τὴν εἰς σὲ γενομένην φιλανθρωπίαν, ἔχεις τὸν μεʹ.

Ἀλλ᾽ ἥμαρτες, καὶ ἐντραπεὶς μεταγινώσκεις καὶ ἐλεηθῆναι ἀξιοῖς, ἔχεις τοὺς τῆς ἐξομολογήσεως καὶ μετανοίας λόγους ἐν τῷ νʹ. Εἰ δὲ καὶ διεβλήθης πονηρῷ βασιλεῖ, καὶ ὁρᾷς τὸν διάβολον κατακαυχώμενον, ἀναχώρει, καὶ λέγε καὶ σὺ τὰ ἐν τῷ ναʹ. Καὶ ὅτε μὲν διώκῃ, καὶ διαβάλλουσί τινες παραδοῦναί σε θέλοντες, ὡς οἱ Ζιφαῖοι καὶ οἱ ἀλλόφυλοι τὸν Δαβὶδ, μὴ ἀκηδιάσῃς, ἀλλὰ θαῤῥῶν τῷ Κυρίῳ, καὶ ὑμνῶν αὐτὸν, λέγε τὰ ἐν τῷ νγʹ καὶ νεʹ. Ἐὰν δὲ καὶ συνδράμῃ ὁ διώκων, καὶ μὴ γινώσκων εἰσέλθῃ εἰς τὸ σπήλαιον ἐν ᾧ καὶ σὺ κρύπτῃ, μηδ᾽ οὕτως πτήξῃς· ἔχεις γὰρ τοὺς ἐν τοιαύτῃ ἀνάγκῃ χρησμοὺς εἰς παράκλησιν καὶ στηλογραφίας λόγους, τοὺς ἐν τῷ νϛʹ καὶ τοὺς ἐν τῷ ρμαʹ. Ἐὰν δὲ καὶ φυλαχθῆναι τὴν οἰκίαν κελεύσῃ ὁ ἐπιβουλεύων, καὶ διαφύγῃς, ἀνατίθει τῷ Κυρίῳ τὴν χάριν, ὡς ἐν στήλαις γράφων αὐτὴν ἐν τῇ ψυχῇ, μνημόσυνον οὖσαν τοῦ μὴ διεφθάρθαι σε, καὶ λέγε τὰ ἐν τῷ νηʹ ψαλμῷ. Ἐὰν δὲ καὶ ὀνειδίζωσι θλίβοντες οἱ ἐχθροὶ, καὶ φλυαροῦντες διαβάλλωσιν οἱ δοκοῦντες εἶναι φίλοι, καὶ λυπηθῇς ἐν τῇ ἀδολεσχίᾳ σου πρὸς ὀλίγον, ἀλλὰ δύνασαι παρακαλεῖσθαι ὑμνῶν καὶ σὺ τὸν Θεὸν, καὶ λέγων τὰ ἐν τῷ νδʹ ῥήματα.

Καὶ πρὸς μὲν ὑποκρινομένους καὶ ἐν προσώπῳ καυχωμένους λέγε πρὸς ἐντροπὴν ἐκείνων τὸν νζʹ ψαλμόν· πρὸς δὲ τοὺς ὁρμῶντας ἀγρίως κατὰ σοῦ, καὶ θέλοντας λαβεῖν σου τὴν ψυχὴν, ἀντίθες σὺ τὴν πρὸς τὸν Θεόν σου ὑποταγὴν, καὶ θάῤῥει. Ὅσῳ γὰρ ἐκεῖνοι μαίνονται, τοσούτῳ μᾶλλον ὑποτάσσου σὺ τῷ Κυρίῳ, καὶ λέγε τὰ ἐν τῷ ξαʹ. Καὶ ἐὰν μὲν διωκόμενος εἰς ἐρημίαν ἀπέλθῃς, μὴ φοβηθῇς ὡς μόνος ὢν ἐκεῖ, ἔχων δὲ τὸν Θεὸν ἐκεῖ καὶ πρὸς αὐτὸν ὀρθρίζων ψάλλε τὸν ξβʹ. Ἐκφοβούντων δὲ τῶν ἐχθρῶν καὶ μὴ παυομένων τοῦ ἐνεδρεύειν, ἀλλὰ καὶ ἐξερευνώντων πᾶν κατὰ σοῦ, κἂν πλῆθος ὦσι, μὴ ὑπενδῷς· βέλη γὰρ νηπίων ἔσονται τούτων αἱ πληγαὶ, ψάλλοντός σου τὸν ξγʹ, καὶ τὸν ξδʹ, καὶ ξθʹ, καὶ οʹ.

Καὶ ὅταν μὲν ὑμνῆσαι βούλῃ τὸν Κύριον, ᾆδε τὰ ἐν τῷ ξδʹ. Ἐὰν δὲ κατηχῆσαι θέλῃς τινὰς περὶ ἀναστάσεως, ᾆδε τὰ ἐν τῷ ξεʹ. Οἰκτιρμοὺς δὲ αἰτῶν παρὰ τοῦ Θεοῦ, ὕμνει αὐτὸν, ψάλλων τὸν ξϛʹ. Ὅτε δὲ βλέπεις τοὺς μὲν ἀσεβεῖς ἐν εἰρήνῃ εὐθηνουμένους καὶ καταθυμίως ζῶντας τοὺς δὲ δικαίους θλιβομένους, ἵνα μὴ σκανδαλισθῇς καὶ παρασαλευθῇς, λέγε καὶ σὺ τὰ ἐν τῷ οβʹ ψαλμῷ. Καὶ ὅταν μὲν ὀργισθῇ ὁ Θεὸς ἐπὶ τὸν λαὸν, ἔχεις εἰς παράκλησιν περὶ τούτου λόγους συνετοὺς τοὺς ἐν τῷ ογʹ· ὅτε δὲ χρεία σοι ἐξομολογήσεώς ἐστι ψάλλε τὸν θʹ, οδʹ καὶ ϟαʹ, καὶ ρδʹ, καὶ ρεʹ, καὶ ρϛʹ, καὶ ρζʹ, καὶ ριʹ, καὶ ριζʹ, καὶ ρλεʹ, καὶ ρλζʹ. Καὶ δυσωπῆσαι μὲν θέλων τὰ τῶν Ἑλλήνων καὶ τὰ τῶν αἱρετικῶν, ὅτι μὴ παρ᾽ αὐτοῖς ἔνι θεογνωσία, ἀλλ᾽ ἐν μόνῃ τῇ καθολικῇ Ἐκκλησίᾳ, δύνασαι νοῶν ᾄδειν καὶ λέγειν τὰ ἐν τῷ οεʹ. Τῶν δὲ ἐχθρῶν προκαταλαβόντων τὰς διεκφυγὰς, καὶ πάνυ θλιβόμενος, κἂν ταραχθῇς, μὴ ἀπελπίσῃς, ἀλλὰ εὔχου· καὶ ἐὰν κράζων εἰσακουσθῇς, εὐχαρίστει τῷ Θεῷ, λέγων τὰ ἐν τῷ οϛʹ. Ἐὰν δὲ ἐπιμένοντες οἱ ἐχθροὶ ἐπεισέλθωσι, καὶ μιάνωσι τὸν οἶκον τοῦ Θεοῦ, τούς τε ἁγίους ἀποκτείνωσι, καὶ τὰ σώματα αὐτῶν ῥίψωσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, ἵνα μὴ συνελκυσθεὶς καταπτήξῃς αὐτῶν τὴν ὠμότητα, σύμπασχε μὲν τοῖς πάσχουσιν, ἐντύγχανε δὲ τῷ Θεῷ, λέγων τὸν οηʹ ψαλμόν.

Ἐν ἑορτῇ δὲ, θέλων ᾆσαι τῷ Κυρίῳ, συγκαλέσας τοὺς τοῦ Θεοῦ δούλους, ψάλλε τὰ ἐν τῷ πʹ καὶ ϟδʹ. Τῶν δὲ ἐχθρῶν πάλιν ἐπισυναχθέντων πάντων πανταχόθεν, καὶ ἀπειλούντων κατὰ τοῦ οἴκου τοῦ Θεοῦ, συνθήκας τε ποιούντων κατὰ τῆς εὐσεβείας, ἵνα μὴ ἀθυμήσῃς διὰ τὸ πλῆθος καὶ τὴν δυναστείαν αὑτῶν, ἔχεις ὥσπερ ἄγκυραν ἐλπίδος τὰ ἐν τῷ πβʹ ῥήματα. Καὶ ἐὰν, βλέπων τὸν οἶκον τοῦ Θεοῦ καὶ τὰ αἰώνια αὐτοῦ σκηνώματα, τὸν πόθον ἔχῃς εἰς αὐτὰ, ὡς εἶχεν ὁ Ἀπόστολος, λέγε καὶ σὺ τὸν πγʹ ψαλμόν.

Παυσαμένης δέ ποτε τῆς ὀργῆς, καὶ τῆς αἰχμαλωσίας λυθείσης, ἐὰν θέλῃς εὐχαριστῆσαι, ἔχεις εἰς τὸ λέγειν τὰ ἐν τῷ πδʹ καὶ ρκεʹ. Καὶ τὴν μὲν διαφορὰν τῆς καθολικῆς Ἐκκλησίας πρὸς τὰ σχίσματα ἐὰν θέλῃς γινώσκειν, καὶ ἐντρέπειν ἐκείνους, δύνασαι λέγειν τὰ ἐν τῷ πϛʹ γεγραμμένα. Παραθαρσῦναι θέλων σεαυτὸν καὶ τοὺς ἑτέρους εἰς θεοσέβειαν, καὶ ὡς εἰς τὸν Θεὸν ἐλπὶς οὔτε καταισχύνει, ἀλλὰ καὶ ἄφοβον τὴν ψυχὴν κατασκευάζει, αἴνει τὸν Θεὸν, λέγων τὰ ἐν τῷ ϟʹ. Ψάλαι θέλεις τῷ Σαββάτῳ; ἔχεις τὸν ϟαʹ.

Εὐχαριστῆσαι θέλεις τῇ Κυριακῇ; ἔχεις τὸν κγʹ. ᾎσαι θέλεις δευτέρᾳ Σαββάτων; λέγε τὰ ἐν τῷ μζʹ. Αἰνέσαι βούλει τῇ Παρασκευῇ; ἔχεις τὸν αἶνον ἐν τῷ ϟβʹ. Τότε γὰρ, γενομένου τοῦ σταυροῦ, ὁ οἶκος τοῦ Θεοῦ ᾠκοδομήθη, καίτοι τῶν ἐχθρῶν ἐπιχειρησάντων κωλῦσαι· καὶ διὰ τοῦτο ἐπινίκιον ᾄδειν τῷ Θεῷ πρέπει τότε τὰ εἰρημένα ἐν τῷ ϟβʹ. Ἐὰν δὲ καὶ, αἰχμαλωσίας γενομένης, καθαιρεθῇ ὁ οἶκος, καὶ πάλιν οἰκοδομηθῇ, ᾆδε τὰ ἐν τῷ ϟεʹ. Τῆς δὲ γῆς κατάστασιν λαβούσης ἀπὸ τῶν πολεμούντων, καὶ λοιπὸν ἠρεμούσης, καὶ βασιλεύσαντος τοῦ Κυρίου, ἐὰν θέλῃς ᾆσαι περὶ τούτου, ἔχεις τὸν ϟϛʹ. Θέλεις τῇ τετράδι τοῦ Σαββάτου ψάλλειν; ἔχεις τὸν ϟγʹ· τότε γὰρ παραδοθεὶς ὁ Κύριος ἐκδικεῖν ἤρξατο τὴν κατὰ τοῦ θανάτου δίκην, καὶ θριαμβεύειν αὐτὸν παῤῥησίᾳ.

Ὅτ᾽ ἂν οὖν, ἀναγινώσκων τὸ Εὐαγγέλιον, ἴδῃς τῇ τετράδι τοῦ Σαββάτου συμβούλιον λαβόντας τοὺς Ἰουδαίους κατὰ τοῦ Κυρίου, ὁρῶν αὐτὸν τότε παῤῥησιαζόμενον ἐν τῇ κατὰ τοῦ διαβόλου ὑπὲρ ὑμῶν ἐκδικίᾳ, ψάλλε τὰ ἐν αὐτῷ τῷ ϟγʹ. Πάλιν βλέπων τὴν εἰς πάντα πρόνοιαν τοῦ Κυρίου καὶ τὴν κυριότητα αὐτοῦ, καὶ θέλων κατηχῆσαί τινας εἰς τὴν αὐτοῦ πίστιν καὶ ὑπακοὴν, πείθων αὐτοὺς πρῶτον ἐξομολογεῖσθαι, ψάλλε τὸν ϟθʹ. Καὶ ἐὰν, μαθὼν αὐτοῦ τὴν κριτικὴν δύναμιν, καὶ ὅτι ἐλέῳ τὴν κρίσιν κεράσας κρίνει ὁ Κύριος, θελήσῃς αὐτῷ προσελθεῖν, ἔχεις εἰς τοῦτο λόγους τοὺς ἐν τῷ ρʹ.

Ἀσθενοῦς δὲ ἡμῶν τῆς φύσεως οὔσης, ἐὰν διὰ τὰς συνοχὰς τοῦ βίου ὡς πτωχὸς γενόμενος ἀκηδιάσῃς ποτὲ, καὶ θέλῃς παρακληθῆναι, ἔχεις τὸν ραʹ ψαλμόν. Καὶ ἐπειδὴ πρέπει διὰ πάντων καὶ ἐν πᾶσιν εὐχαριστεῖν ἡμᾶς τῷ Θεῷ, ὅτε θέλεις εὐλογεῖν αὐτὸν, ἔχεις εἰς τοῦτο προτρέπεσθαι σαυτοῦ τὴν ψυχὴν, καὶ λέγειν τὸν ρβʹ καὶ ργʹ. Αἰνεῖν θέλεις τὸν Θεὸν, καὶ εἰδέναι πῶς καὶ ἐπὶ τίνι δεῖ αἰνεῖν, καὶ τίνας πρέπει λέγειν τὸν αἶνον; ἔχεις τὸν ρδʹ, καὶ τὸν ρϛʹ, καὶ ρλδʹ, καὶ ρμεʹ, καὶ τὸν ρμϛʹ, καὶ τὸν ρμζʹ, καὶ τὸν ρμηʹ, καὶ τὸν ρνʹ. Ἔχεις πίστιν, ὡς εἶπεν ὁ Κύριος, καὶ πιστεύεις οἷς εὐχόμενος λαλεῖς; λέγε τὸν ριεʹ. Ἀλλὰ ἀναβαίνοντα σαυτὸν αἴσθῃ ταῖς πράξεσιν, ὥστε λέγειν· Τὰ μὲν ὀπίσω ἐπιλανθάνομαι, τοῖς δὲ ἔμπροσθεν ἐπεκτείνομαι; ἔχεις καθ᾽ ἑκάστην προκοπὴν εἰς τὸ λέγειν τὰς ιεʹ τῶν ἀναβαθμῶν ᾠδάς. ᾘχμαλωτεύθης ὑπὸ ἀλλοτρίων λογισμῶν, καὶ ᾔσθου σεαυτὸν ἀπαγόμενον, καὶ μετέγνως, παῦσαι τοῦ λοιποῦ, καὶ μείνας ἐφ᾽ οἷς ἁμαρτάνοντα σεαυτὸν κατέλαβες, κάθου, καὶ κλαῦσον καὶ σὺ, ὡς πεποίηκεν ὁ τότε λαὸς, λέγων τὰ ἐν τῷ ρλϛʹ. Τοὺς δὲ πειρασμοὺς ἡγούμενος εἶναί σου δοκιμὴν, μετὰ τοὺς πειρασμοὺς ἐὰν εὐχαριστῆσαι θελήσῃς, ἔχεις τὸν ρληʹ ψαλμόν.

Συνέχῃ πάλιν ἀπὸ ἐχθρῶν, καὶ ῥυσθῆναι θέλεις; λέγε τὰ ἐν τῷ ρλθʹ. Δεηθῆναι δὲ καὶ προσεύξασθαι θέλεις; ψάλλε τὸν εʹ καὶ ρμβʹ. Ἐχθρὸς τύραννος ἐπανέστη τῷ λαῷ καί σοι, ὥσπερ Γολιὰθ τῷ Δαβὶδ, μὴ πτήξῃς· ἀλλὰ πίστευε καὶ σὺ, ὡς ὁ Δαβὶδ, καὶ λέγε τὰ ἐν τῷ ρμγʹ. Εἶτα θαυμάζων τὰς εἰς πάντας τοῦ Θεοῦ εὐεργεσίας, καὶ μνημονεύων τῆς τε εἰς σὲ καὶ εἰς πάντας γενομένης ἀγαθότητος αὐτοῦ, ἐὰν θέλῃς διὰ ταῦτα εὐλογεῖν τὸν Θεὸν, λέγε τὰ τοῦ Δαβὶδ ῥήματα, ἅπερ καὶ αὐτὸς εἶπεν ἐν τῷ ρμδʹ ψαλμῷ. ᾎσαι θέλεις τῷ Κυρίῳ; ἔχεις εἰς τὸ λέγειν τὸν ϟβʹ καὶ ϟζʹ. Ἐὰν μικρὸς ὢν προκριθῇς εἰς ἀρχήν τινα τῶν ἀδελφῶν σου, μὴ ἐπαίρου κατ᾽ αὐτῶν· ἀλλὰ τῷ ἐκλεξαμένῳ Κυρίῳ διδοὺς δόξαν, ψάλλε καὶ σὺ τὸν ρναʹ ἴδιον ὄντα τοῦ Δαβίδ. Ἀλλὰ θέλεις ψάλλειν ἐπακοὴν ἔχοντας τὸ Ἀλληλούϊα, ἔχεις τὸν ρδʹ, ρεʹ, ρϛʹ, ριαʹ, ριβʹ, ριγʹ, ριδʹ, ριεʹ, ριϛʹ, ριζʹ ριηʹ, ρλδʹ, ρλεʹ, ρμεʹ, ρμϛʹ, ρμζʹ, ρμηʹ, ρμθʹ, ρνʹ.

Ὅτε δὲ θέλῃς κατ᾽ ἰδίαν τὰ περὶ τοῦ Σωτῆρος ψάλλειν, ἐν ἑκάστῳ μὲν σχεδὸν εὑρίσκεις ψαλμῷ τὰ τοιαῦτα· ἔχεις δὲ μάλιστα τὸν μὲν μδʹ καὶ τὸν ρθʹ δηλοῦντας τὴν ἐκ τοῦ Πατρὸς αὐτοῦ γνησίαν γέννησιν καὶ τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν· τὸν δὲ καʹ καὶ ξηʹ προλέγοντας περὶ τοῦ θείου σταυροῦ, καὶ ὅσην δι᾽ ἡμᾶς ἐπιβουλὴν ἀνεδέξατο, καὶ πόσα πέπονθε· καὶ τὸν μὲν βʹ καὶ ρηʹ σημαίνοντας τήν τε τῶν Ἰουδαίων ἐπιβουλὴν καὶ πονηρίαν, καὶ τὴν Ἰούδα τοῦ Ἰσκαριώτου προδοσίαν· τόν τε κʹ, καὶ μθʹ, καὶ οαʹ (καὶ) δηλοῦντας τήν τε βασιλείαν αὐτοῦ καὶ κριτικὴν δύναμιν, καὶ τὴν εἰς ἡμᾶς αὐτοῦ πάλιν ἔνσαρκον παρουσίαν, καὶ τὴν κλῆσιν τῶν ἐθνῶν. Καὶ ὁ μὲν ιεʹ δείκνυσιν αὐτοῦ τὴν ἐκ νεκρῶν ἀνάστασιν· ὁ δὲ κγʹ καὶ μϛʹ ἀπαγγέλλουσι τὴν εἰς οὐρανοὺς ἄνοδον αὐτοῦ· τὸν δὲ ϟβʹ, καὶ ϟεʹ, καὶ ϟζʹ, καὶ ϟηʹ ἀναγινώσκων, θεωρῆσαι δυνήσῃ τὰς εἰς ἡμᾶς τοῦ Σωτῆρος διὰ τῶν παθημάτων αὐτοῦ γενομένας εὐεργεσίας.