Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὸν Μαρκελλῖνον περὶ τῆς ἑρμηνείας τῶν ψαλμῶν

Μέγας Αθανάσιος

Η σκοπιμότητα της ψαλμωδίας και η εναρμόνιση της ψυχής

Ερμηνεία του ρόλου της μελωδίας όχι ως αισθητικής τέρψης, αλλά ως μέσου θεραπείας των παθών, αποκατάστασης της εσωτερικής αρμονίας και μετατροπής του ανθρώπου σε πνευματικό όργανο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 6 από 7

Τοιοῦτος μὲν οὖν ἐστι καὶ ὁ χαρακτὴρ εἰς ὠφέλειαν τοῖς ἀνθρώποις ἐκ τῆς βίβλου τῶν Ψαλμῶν, ἐχούσης αὐτῆς ἰδίους ψαλμοὺς, καὶ ἐν τοῖς λοιποῖς δὲ περὶ τῆς ἐν σώματι παρουσίας τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ πυκνοτέρας τὰς προφητείας, καθὰ προεῖπον. Διὰ τί δὲ μετὰ μέλους καὶ ᾠδῆς ψάλλονται οἱ τοιοῦτοι λόγοι, ἀναγκαῖον μηδὲ τοῦτο παρελθεῖν.

Τινὲς μὲν γὰρ τῶν παρ᾽ ἡμῖν ἀκεραίων, καίτοι πιστευόντων εἶναι θεόπνευστα τὰ ῥήματα, ὅμως νομίζουσι διὰ τὸ εὔφωνον καὶ τέρψεως ἕνεκεν τῆς ἀκοῆς μελῳδεῖσθαι τοὺς ψαλμούς. Οὐκ ἔστι δὲ οὕτως· οὐ γὰρ τὸ ἡδὺ καὶ πιθανὸν ἐζήτησεν ἡ Γραφή· ἀλλὰ καὶ τοῦτο ὠφελείας ἕνεκεν τῆς ψυχῆς τετύπωται διὰ πάντα μὲν, μάλιστα δὲ διὰ δύο ταῦτα· πρῶτον μὲν, ὅτι ἔπρεπε τὴν θείαν Γραφὴν μὴ μόνον τῇ συνεχείᾳ, ἀλλὰ καὶ τῇ κατὰ πλάτος φωνῇ τὸν Θεὸν ὑμνεῖν.

Κατὰ συνέχειαν μὲν οὖν εἴρηται, οἷά ἐστι τὰ τοῦ νόμου καὶ τῶν προφητῶν, καὶ τὰ ἱστορούμενα πάντα, μετὰ τῆς Καινῆς Διαθήκης· κατὰ πλάτος δὲ λέγεται, οἷά ἐστι τὰ τῶν ψαλμῶν καὶ ᾠδῶν καὶ ᾀσμάτων ῥήματα· καὶ οὕτως γὰρ σωθήσεται τὸ ἐξ ὅλης ἰσχύος καὶ δυνάμεως ἀγαπᾷν τὸν Θεὸν τοὺς ἀνθρώπους.

Δεύτερον δὲ, ὅτι, ὥσπερ ἁρμονία τοὺς αὐλοὺς συντιθεῖσα μίαν τὴν συμφωνίαν ἀποτελεῖ, οὕτως, ἐπειδὴ καὶ ἐν τῇ ψυχῇ διάφορα κινήματα φαίνεται, καὶ ἔστιν ἐν αὐτῇ τὸ λογίζεσθαι, καὶ τὸ ἐπιθυμεῖν, καὶ τὸ θυμοειδὲς, ἐκ δὲ τῆς τούτων κινήσεως καὶ ἡ τῶν μελῶν γίνεται τοῦ σώματος ἐνέργεια, βούλεται ὁ λόγος μὴ ἀσύμφωνον εἶναι τὸν ἄνθρωπον ἑαυτῷ, μηδὲ διίστασθαι πρὸς ἑαυτόν· ὥστε λογίζεσθαι μὲν τὰ βέλτιστα, πράττειν δὲ τῷ θυμῷ τὰ φαῦλα, ὡς ὁ Πιλᾶτος λέγων μέν· Οὐδεμίαν αἰτίαν εὑρίσκω εἰς αὐτόν· συντρέχων δὲ τῇ γνώμῃ τῶν Ἰουδαίων· ἢ ἐπιθυμεῖν μὲν τὰ φαῦλα, μὴ δύνασθαι δὲ πράττειν, ὡς οἱ κατὰ Σουσάννης πρεσβύτεροι· ἢ πάλιν μὴ μοιχεύειν μὲν, κλέπτειν δέ· ἢ μὴ κλέπτειν μὲν, φονεύειν δέ· ἢ μὴ φονεύειν μὲν, βλασφημεῖν δέ.

Ἵν᾽ οὖν μὴ τοιαύτη τις ἐν ἡμῖν ταραχὴ γίνηται, θέλει τὴν ψυχὴν ὁ λόγος ἔχουσαν Χριστοῦ νοῦν, ὡς εἶπεν ὁ Ἀπόστολος, τούτῳ καθηγεμόνι χρήσασθαι, καὶ ἐν τούτῳ τῶν μὲν ἐν αὐτῇ παθητικῶν κρατεῖν, τῶν δὲ τοῦ σώματος μελῶν ἄρχειν, εἰς τὸ ὑπακούειν τῷ λόγῳ· ἵνα, ὡς ἐν ἁρμονίᾳ τὸ πλῆκτρον, οὕτως αὐτὸς ὁ ἄνθρωπος ψαλτήριον γενόμενος, καὶ τῷ πνεύματι προσέχων ὁλοκλήρως, καὶ πᾶσι τοῖς μέλεσι καὶ τοῖς κινήμασιν ὑπακούῃ, καὶ δουλεύῃ τῷ βουλήματι τοῦ Θεοῦ. Τῆς δὲ τοιαύτης τῶν λογισμῶν ἀταραξίας καὶ ἀκύμονος καταστάσεως εἰκὼν καὶ τύπος ἐστὶν ἡ τῶν Ψαλμῶν ἐμμελὴς ἀνάγνωσις. Ὥσπερ γὰρ τὰ τῆς ψυχῆς νοήματα γνωρίζομεν καὶ σημαίνομεν δι᾽ ὧν προφέρομεν λόγων, οὕτως, τῆς πνευματικῆς ἐν ψυχῇ ἁρμονίας τὴν ἐκ τῶν λόγων μελῳδίαν σύμβολον εἶναι θέλων ὁ Κύριος, τετύπωκεν ἐμμελῶς τὰς ᾠδὰς ψάλλεσθαι, καὶ τοὺς ψαλμοὺς μετ᾽ ᾠδῆς ἀναγινώσκεσθαι. Καὶ τοῦτ᾽ ἔστιν ἡ ἐπιθυμία τῆς ψυχῆς, τὸ καλῶς αὐτὴν διακεῖσθαι, ὡς γέγραπται· Εὐθυμεῖ τις ἐν ὑμῖν; ψαλλέτω. Οὕτως τὸ μὲν ἐν αὐτῇ ταραχῶδες καὶ τραχὺ καὶ ἄτακτον ἐξομαλίζεται· τὸ δὲ λυποῦν θεραπεύεται, ψαλλόντων ἡμῶν· Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; Καὶ τὸ μὲν ἐσφαλμένον ἐπιγνώσεται λέγουσα· Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες· τὸ δὲ φοβηθὲν ἐπιῤῥώσει τῇ ἐλπίδι ἐν τῷ λέγειν· Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος.

Οἱ μὲν οὖν μὴ τοῦτον τὸν τρόπον ἀναγινώσκοντες τὰς θείας ᾠδὰς οὐ συνετῶς ψάλλουσιν, ἀλλ᾽ ἑαυτοὺς μὲν τέρπουσιν, ἔχουσι δὲ μέμψιν, ὅτι Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ· οἱ δὲ κατὰ τὸν προειρημένον τρόπον ψάλλοντες, ὥστε τὴν μελῳδίαν τῶν ῥημάτων ἐκ τοῦ ῥυθμοῦ τῆς ψυχῆς καὶ τῆς πρὸς τὸ πνεῦμα συμφωνίας προσφέρεσθαι, οἱ τοιοῦτοι ψάλλουσι μὲν τῇ γλώσσῃ, ψάλλοντες δὲ καὶ τῷ νοῒ, οὐ μόνον ἑαυτοὺς, ἀλλὰ καὶ τοὺς θέλοντας ἀκούειν αὐτῶν μεγάλως ὠφελοῦσιν. Ὁ γοῦν μακάριος Δαβὶδ, οὕτως καταψάλλων τοῦ Σαοὺλ, αὐτὸς εὐηρέστει τῷ Θεῷ, καὶ τὸν τάραχον καὶ τὸ μανικὸν πάθος τοῦ Σαοὺλ ἀπήλαυνε, καὶ γαληνιᾷν τὴν ψυχὴν αὐτοῦ παρεσκεύαζεν. Οὕτως οἱ ἱερεῖς ψάλλοντες, εἰς ἀταραξίαν τὰς ψυχὰς τῶν λαῶν καὶ εἰς ὁμόνοιαν αὐτὰς τῶν ἐν οὐρανοῖς χορευόντων προσεκαλοῦντο. Τὸ ἄρα μετὰ μέλους λέγεσθαι τοὺς ψαλμοὺς οὐκ ἔστιν εὐφωνίας σπουδὴ, ἀλλὰ τεκμήριον τῆς ἁρμονίας τῶν ἐν τῇ ψυχῇ λογισμῶν. Καὶ ἡ ἐμμελὴς δὲ ἀνάγνωσις σύμβολόν ἐστι τῆς εὐρύθμου καὶ ἀχειμάστου καταστάσεως τῆς διανοίας.

Καὶ γὰρ τὸ αἰνεῖν τὸν Θεὸν ἐν κυμβάλοις εὐήχοις καὶ κιθάρᾳ καὶ δεκαχόρδῳ ψαλτηρίῳ, σύμβολον πάλιν ἦν καὶ σημαντικὸν τοῦ συγκεῖσθαι μὲν νομίμως τὰ μέλη τοῦ σώματος ὡς χορδὰς, τοὺς δὲ λογισμοὺς τῆς ψυχῆς ὡς κύμβαλα γίνεσθαι, καὶ λοιπὸν τῇ ἠχῇ καὶ τῷ νεύματι τοῦ πνεύματος ταῦτα πάντα κινεῖσθαι καὶ ζῇν· ὥστε, κατὰ τὸ γεγραμμένον, τῷ πνεύματι τὸν ἄνθρωπον ζῇν μὲν, καὶ τὰς πράξεις τοῦ σώματος θανατοῦν. Οὕτως γὰρ καὶ καλῶς ψάλλων ῥυθμίζει τὴν ψυχὴν αὐτοῦ, καὶ ὥσπερ ἐξ ἀνισότητος εἰς ἰσότητα ἄγει· ὥστε ἐν τῷ κατὰ φύσιν αὐτὴν ἑστηκυῖαν μὴ πτοεῖσθαι ὑπό τινος, ἀλλὰ καὶ μᾶλλον εὐφαντάσιον γίνεσθαι, καὶ πλέον αὐτὴν λαμβάνειν πόθον τῶν μελλόντων ἀγαθῶν.

Τῇ γὰρ τῶν ῥημάτων μελῳδίᾳ συνδιατιθεμένη ἐπιλανθάνεται τῶν παθῶν, καὶ χαίρουσα βλέπει πρὸς τὸν νοῦν τὸν ἐν Χριστῷ, λογιζομένη τὰ βέλτιστα. Δεῖ τοίνυν, ὦ τέκνον, τῶν ἐντυγχανόντων ἕκαστον ταύτῃ τῇ βίβλῳ ἐντυγχάνειν μὲν ἅπασι γνησίως τοῖς ἐν αὐτῇ θεοπνεύστοις οὖσι, λαμβάνειν δὲ λοιπὸν ἀπ᾽ αὐτῶν ὡς ἐκ παραδείσου καρπῶν ὠφελείας, πρὸς ὃ τὴν χρείαν ἑαυτὸν ἔχοντα συνορᾷ.