Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὸν Μαρκελλῖνον περὶ τῆς ἑρμηνείας τῶν ψαλμῶν

Μέγας Αθανάσιος

Η αναλλοίωτη χρήση, η προστατευτική δύναμη των Ψαλμών και τελικές προτροπές

Αναφορά στη δύναμη της αυτούσιας χρήσης των ψαλμικών κειμένων για την προστασία από τους δαίμονες και την επικράτηση στους πνευματικούς αγώνες, με ιστορικά παραδείγματα και καταληκτήριες παραινέσεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 7 από 7

Ἡγοῦμαι γὰρ ἐν τούτοις τοῖς λόγοις τῆς βίβλου τὸν πάντα βίον τῶν ἀνθρώπων, τάς τε τῆς ψυχῆς διαθέσεις, καὶ τὰ τῶν λογισμῶν κινήματα μεμετρῆσθαι καὶ περιέχεσθαι· καὶ μηδὲν πλέον τούτων ἐν ἀνθρώποις εὑρίσκεσθαι. Εἴτε γὰρ μετανοίας ἢ ἐξομολογήσεως χρεία, ἢ θλίψις καὶ πειρασμὸς κατέλαβεν, ἢ ἐδιώχθη τις, καὶ ἢ ἐπιβουλευόμενος ἐῤῥύσθη, εἰ δὲ καὶ περίλυπός τις γέγονεν καὶ ταράττεται, καὶ πάσχει τι τοιοῦτον, οἷον ἐν τοῖς ἔμπροσθεν εἴρηται, ἢ καὶ συνορᾷ ἑαυτὸν μὲν προκόπτοντα, τὸν δὲ ἐχθρὸν καταργούμενον, ἢ καὶ αἰνέσαι καὶ εὐχαριστῆσαι, καὶ εὐλογῆσαι βούλεται τὸν Κύριον, ἔχει τὴν διδασκαλίαν τούτων ἐν τοῖς θείοις ψαλμοῖς. Ἐκλεγέσθω γὰρ τὰ ἐν αὐτοῖς περὶ ἑκάστου τούτων εἰρημένα, καὶ οὕτως ὡς περὶ ἑαυτοῦ γεγραμμένα λέγων, καὶ συνδιατιθέμενος τοῖς γεγραμμένοις, ἀναφέρει τῷ Κυρίῳ.

Μὴ περιβαλλέτω μέντοι τις αὐτὰ τοῖς ἔξωθεν πιθανοῖς ῥήμασι, μηδὲ πειραζέτω τὰς λέξεις μεταποιεῖν ἢ ὅλως ἐναλλάσσειν· ἀλλ᾽ οὕτως ἀτεχνῶς τὰ γεγραμμένα λεγέτω καὶ ψαλλέτω, ὥσπερ εἴρηται, ὑπὲρ τοῦ καὶ τοὺς διακονήσαντας ἀνθρώπους αὐτὰ ἐπιγινώσκοντας τὸ ἑαυτῶν συνεύχεσθαι ἡμῖν· μᾶλλον δὲ ἵνα καὶ τὸ Πνεῦμα τὸ λαλῆσαν ἐν τοῖς ἁγίοις, θεωροῦν τοὺς παρ᾽ αὐτοῦ λόγους ἐνηχηθέντας ἐκείνοις, συναντιλαμβάνηται ἡμῖν. Ὅσῳ γὰρ τῶν ἁγίων ὁ βίος βελτίων τῶν ἄλλων ἐστὶ, τοσούτῳ καὶ τὰ παρ᾽ αὐτῶν ῥήματα τῶν παρ᾽ ἡμῶν συντιθεμένων βελτίονα καὶ ἰσχυρότερα ἄν τις εἴποι δικαίως. Ἐν τούτοις γὰρ εὐηρέστησαν τῷ Θεῷ, καὶ ταῦτα λέγοντες, ὡς εἶπεν ὁ Ἀπόστολος· Κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρὸς, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων, ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν.

Οὐκοῦν καὶ νῦν ταῦτα λέγων ἕκαστος ἔστω θαῤῥῶν, ὅτι δι᾽ αὐτῶν ταχέως ὁ Θεὸς ἐπακούσεται τοῖς δεομένοις· εἴτε γὰρ θλίβεται λέγων ταῦτα, μεγάλην ὄψεται τὴν ἐν αὐτοῖς παράκλησιν· εἴτε πειράζεται καὶ διώκεται ψάλλων οὕτως, δοκιμώτερος ἀναφανήσεται, καὶ σκεπασθήσεται παρὰ τοῦ Κυρίου, τοῦ καὶ τὸν εἰπόντα ταῦτα σκεπάσαντος· ἐν τούτοις τὸν μὲν διάβολον ἀνατρέψει, τοὺς δὲ δαίμονας αὐτοῦ σοβήσει.

Ταῦτα λέγων εἰ μὲν ἥμαρτεν, ἑαυτὸν ἐντρέψει καὶ παύσεται· εἰ δὲ μὴ ἥμαρτεν, ὄψεται ἑαυτὸν χαίροντα, ὅτι τοῖς μὲν ἔμπροσθεν ἐπεκτείνεται, καὶ ἀγωνιζόμενος μὲν ἰσχύσει ψάλλων οὕτως, οὐ σαλευθήσεται δὲ εἰς τὸν αἰῶνα ἀπὸ τῆς ἀληθείας, ἀλλὰ καὶ τοὺς ἀπατῶντας καὶ πλανᾷν ἐπιχειροῦντας ἐλέγξει· καὶ τούτου οὐκ ἄνθρωπος ἐγγυητὴς, ἀλλ᾽ αὐτὴ ἡ θεία γίνεται Γραφή. Ὁ γὰρ Θεὸς ἐνετείλατο τῷ Μωϋσῇ γράψαι τὴν μεγάλην ᾨδὴν, καὶ διδάξαι τὸν λαόν· τόν τε καθιστάμενον ἄρχοντα κελεύει γράψαι τὸ Δευτερονόμιον, ἔχειν τε τοῦτο μετὰ χεῖρας, καὶ μελετᾷν ἀεὶ τὰ ἐν αὐτῷ ῥήματα, ὡς ἀρκούντων τῶν ἐν αὐτοῖς λόγων πρός τε ὑπόμνησιν ἀρετῆς, καὶ βοήθειαν φέρειν τοῖς γνησίως αὐτοὺς μελετῶσιν.

Ἀμέλει ὁπηνίκα εἰς τὴν γῆν εἰσῆλθεν ὁ τοῦ Ναυῆ, βλέπων τὰς τῶν ἐχθρῶν διατάξεις, καὶ τοὺς βασιλεῖς τῶν Ἀμοῤῥαίων πάντας συνελθόντας εἰς πόλεμον, αὐτὸς ἀνθ᾽ ὅπλων καὶ ξιφῶν τὸ Δευτερονόμιον ἀναγνοὺς εἰς τὰ ὦτα πάντων, τά τε ῥήματα τοῦ νόμου ὑπομνήσας, καὶ τούτοις τὸν λαὸν καθοπλίσας, περιγέγονε τῶν πολεμίων. Ὁ δὲ βασιλεὺς Ἰωσίας, εὑρεθέντος τοῦ βιβλίου, καὶ ἀναγνωσθέντος εἰς τὰς πάντων ἀκοὰς, οὐκέτι τοὺς ἐχθροὺς ἐφοβεῖτο. Καὶ εἴ ποτε δὲ πόλεμος ἦν τῷ λαῷ, ἡ κιβωτὸς ἔχουσα τὰ πυξία τοῦ νόμου προώδευε πάντων, καὶ ἠρκεῖτο τούτοις ἀντὶ πάσης παρατάξεως εἰς βοήθειαν, εἰ μή τις ἦν παρὰ τοῖς βαστάζουσι καὶ ἐν τοῖς λαοῖς προκρατήσασα ἁμαρτία καὶ ὑπόκρισις. Πίστεως γὰρ καὶ γνησίας διαθέσεως χρεία, ἵνα ὁ νόμος εἰς τὰ κατ᾽ εὐχὴν συνεργάζηται.

Ἐγὼ γοῦν, ἔλεγεν ὁ γέρων, ἤκουσα καὶ παρὰ φρονίμων ἀνδρῶν, ὡς ἄρα τὸ παλαιὸν ἐν τῷ Ἰσραὴλ, μόνον ἀναγινώσκοντες τὰς Γραφὰς, ἐδίωκον δαίμονας, καὶ ἠλέξουν τὰς παρ᾽ αὐτῶν τοῖς ἀνθρώποις γινομένας ἐπιβουλάς. Ὅθεν καὶ καταγνώσεως πάσης ἀξίους εἶναι ἔλεγε τοὺς ταῦτα μὲν ἀφιέντας, συντιθέντας δὲ ἑαυτοῖς ἔξωθεν πιθανὰ ῥήματα, καὶ ἐν τούτοις ἐξορκιστὰς ἑαυτοὺς ὀνομάζοντας. Μᾶλλον γὰρ παίζουσι, καὶ παρέχουσιν ἑαυτοὺς ἐκείνοις εἰς τὸ χλευάζεσθαι· οἷα πεπόνθασιν Ἰουδαῖοι οἱ Σκευᾶ υἱοὶ, ἐπιχειρήσαντες καὶ αὐτοὶ τὸν τρόπον τοῦτον ἐξορκίζειν. Ταῦτα μὲν γὰρ ἀκούοντες παρὰ τῶν τοιούτων οἱ δαίμονες παίζουσι· τὰ δὲ τῶν ἁγίων ῥήματα φοβοῦνται, ἢ καὶ φέρειν αὐτὰ οὐ δύνανται.

Ἔστι γὰρ ἐν τοῖς τῶν Γραφῶν ῥήμασιν ὁ Κύριος, ὃν μὴ δυνάμενοι φέρειν ἔκραζον· Δέομαί σου, μή με πρὸ καιροῦ βασανίσῃς· ἐκαίοντο γὰρ καὶ μόνον βλέποντες παρόντα τὸν Κύριον. Οὕτως καὶ ὁ Παῦλος παρήγγειλε τοῖς ἀκαθάρτοις πνεύμασιν· οὕτως καὶ τοῖς μαθηταῖς ὑπετάσσετο τὰ δαιμόνια. Καὶ ἐπὶ Ἑλισσαίου δὲ τοῦ προφήτου ἐγένετο χεὶρ Κυρίου, καὶ προεφήτευσε περὶ τῶν ὑδάτων τοῖς τρισὶ βασιλεῦσιν, ὅτε ἔψαλλε κατ᾽ ἐντολὴν αὐτοῦ ὁ ψάλλων.

Οὕτως καὶ νῦν, εἴ τις κήδεται τῶν πασχόντων, ταῦτα λεγέτω, καὶ μᾶλλον τόν τε πάσχοντα ὠφελεῖ, καὶ ἑαυτοῦ τὴν πίστιν ἀληθῆ καὶ βεβαίαν ἐπιδείξεται· ὥστε, καὶ ταύτην ὁρῶντα τὸν Θεὸν, τελείαν τὴν θεραπείαν παρασχεῖν τοῖς δεομένοις. Τοῦτο γὰρ καὶ ὁ ἅγιος γινώσκων, ἔλεγεν ἐν τῷ ριηʹ ψαλμῷ· Ἐν τοῖς δικαιώμασί σου μελετήσω, οὐκ ἐπιλήσομαι τῶν λόγων σου· καὶ πάλιν· Ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου ἐν τόπῳ παροικίας μου.

Ἐν τούτοις γὰρ καὶ σωτηρίαν ἐκέρδαινον, λέγοντες· Εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μου ἐστὶ, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου. Ὅθεν καὶ ὁ Παῦλος ἐν τούτοις ἠσφαλίζετο τὸν ἑαυτοῦ μαθητὴν, λέγων· Ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ γένηται. Ταῦτα καὶ σὺ μελετῶν, καὶ συνετῶς ἐντυγχάνων· οὕτως τοῖς ψαλμοῖς, τὸν μὲν ἐν ἑκάστῳ νοῦν ὁδηγούμενος ὑπὸ τοῦ Πνεύματος καταλαβεῖν δυνήσῃ. Τοιοῦτον δὲ καὶ σὺ ζηλώσεις βίον, οἷον ἔσχον οἱ ταῦτα θεοφορούμενοι λαλήσαντες ἄνδρες ἅγιοι.