Ἔργον
Μέγας Αθανάσιος – Εἰς τοὺς Ψαλμούς
Ερμηνεία εις τους Ψαλμούς ΡΛΕ' - ΡΜΣΤ'
Σχολιασμός των Ψαλμών 135 έως 146, που εστιάζει στον θρήνο της αιχμαλωσίας, την παντογνωσία του Θεού και τον αίνο της κτίσεως.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία εις τους Ψαλμούς ΡΛΕ' - ΡΜΣΤ'
Σχολιασμός των Ψαλμών 135 έως 146, που εστιάζει στον θρήνο της αιχμαλωσίας, την παντογνωσία του Θεού και τον αίνο της κτίσεως.
Ἀλληλούϊα. ΡΛΕʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τῷ καταδιελόντι τὴν Ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις. Λόγος ἀρχαῖός φησιν εἰς δώδεκα τμήματα διαιρεθεῖσαν τὴν θάλασσαν, ἑκάστῃ φυλῇ μίαν ἀποδοῦναι ὁδόν.
Τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ ἐν τῇ ἐρήμῳ. Οὐκ ἔλαττον τῆς θαλάσσης τῆς ἐρήμου τὸ θαῦμα. Πολλὰ γὰρ τὰ θάνατον ἀπειλοῦντα, λιμὸς, αὐχμὸς, δίψα, πλῆθος θηρίων, ἁπάντων ἐπιτηδείων ἡ ἐρημία. Οἱ δὲ μηδενὸς φοβοῦντος ἐβάδιζον. Ἐκ δὲ δύο δυνατῶν καὶ βασιλέων, οἳ ἐπὶ ῥώμῃ καὶ δυναστείᾳ καὶ μεγέθει σώματος ἐσεμνύνοντο, ἐῤῥύσατο αὐτούς. Ὢγ πηχῶν ἔχων ἐννέα τὸ μῆκος, καὶ πέντε τὸ πλάτος, καὶ σιδηρᾶν εἶχε τὴν κλίνην.
Τὸν Σηὼν βασιλέα τῶν Ἀμοῤῥαίων. Οὐχ ἁπλῶς δὲ τοὺς ἄλλους παραλείπων βασιλέας τούτων διαφερόντως ἐμνήσθη, ἀλλὰ τὸν λαὸν τῆς θεοδότου νίκης ἀναμιμνήσκων. Ἐπὶ ῥώμῃ γὰρ οὗτοι καὶ δυναστείᾳ καὶ μεγέθει σώματος ἐσεμνύνοντο.
Ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος. Πλέον ἁρμόσει ὁ λόγος ὁ λέγων, Ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος, τοῖς τῆς νοητῆς δουλείας ἀπαλλαγεῖσιν, ἤτοι, τῆς αἰσθητῆς. Ὁ διδοὺς τροφὴν πάσῃ σαρκί. Οὐ γὰρ μέχρι τῶν εὐσεβούντων ἡ τοῦ φιλανθρώπου Θεοῦ κηδεμονία, ἀλλὰ καὶ μέχρι τῶν ἀλόγων, ὡς ἑκάστῳ κατάλληλον διδόναι τροφὴν, ἐκτείνεσθαί τε τὴν πρόνοιαν ἀπὸ τῶν κατ᾽ οὐρανὸν θαυμάτων μέχρι τῶν ἐπὶ γῆς σμικροτάτων· ἐντεῦθεν δὲ πάλιν διῆκεν εἰς οὐρανόν.
Διὸ μετὰ τὸ, πάσῃ σαρκὶ, ἐπενήνοχεν· Ἐξομολογεῖσθε τῷ Θεῷ τοῦ οὐρανοῦ. Καὶ πάντων ὢν ποιητὴς, οὐρανοῦ κατ᾽ ἐξαίρετον χρηματίζει Θεὸς, ὑπὸ τῶν ἐκεῖ διαιτωμένων θεραπευόμενος. Καθαρὸν γὰρ ἁμαρτίας ἐστὶ χωρίον.
Τῷ Δαυῒδ διὰ Ἱερεμίου. ΨΑΛΜΟΣ ΡΛϛʹ. Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν. Διδάσκει ὁ λόγος τοὺς πολλοῖς ὕστερον χρόνοις ἐσομένους ἐν Βαβυλῶνι διὰ τὴν ἀνομίαν κλαίειν, ἀδημονεῖν, ἐπιζητοῦντας τῶν οἰκείων ἀγαθῶν τὴν ἀπόληψιν.
Ἐὰν ἐπιλάθωμαί σου, Ἱερουσαλὴμ, ἐπιλησθείη ἡ δεξιά μου. Ἤτοι, μὴ τύχοιμι τῆς ἄνωθεν βοηθείας. Κολληθείη ἡ γλῶσσά μου τῷ λάρυγγί μου, ἐὰν μή σου μνησθῶ. Τί γὰρ ὄφελος ἐῤῥῶσθαι λόγου ὄργανον, πρὸς τὸ δέον μὴ κρουόμενον; Διὸ καὶ τὴν ζωὴν ἅπασαν οἱ μακάριοι ἄνδρες τῇ περὶ τοὺς ὕμνους ἂν ἦσαν φροντίδι λέγοντες· ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου. Ἦν δὲ ἡ πόλις αὐτοῖς τιμία διὰ τὴν θείαν λατρείαν, ὡς προείρηται τὸ, Ἕνεκα Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐξεζήτησα ἀγαθά σοι.
Ἐὰν μὴ προανατάξωμαι τὴν Ἱερουσαλὴμ ὡς ἐν ἀρχῇ τῆς εὐφροσύνης μου. Τὴν σὴν, φησὶ, μνήμην πάσης εὐφροσύνης προτάξω. Ἀγαθὰς γὰρ οὕτω καὶ τὰς λοιπὰς ἡμῖν εὐφροσύνας γενέσθαι συμβαίνει. Καὶ ὁ Κύριος δὲ τὰς ἱερὰς τροφὰς πρὸ τῶν σωματικῶν εἰσηγεῖται.
Μνήσθητι, Κύριε, τῶν υἱῶν Ἐδώμ. Οἱ υἱοὶ Ἐδὼμ οἱ ἀπὸ Ἠσαῦ Ἰδουμαῖοι, οἳ καὶ ἁλούσης τῆς Ἱερουσαλὴμ ἐπέμβαινον πικρῶς, ἕως ἐκ θεμελίων αὐτὴν ἀνασπασθεῖσαν ἔγνωσαν. Θυγάτηρ Βαβυλῶνος ἡ ταλαίπωρος. Προφητικὸς ὁ λόγος κἀκεῖνος τῆς Βαβυλῶνος σημαίνει τὴν πόρθησιν.
Μακάριος ὃς ἀνταποδώσει τὸ ἀνταπόδομά σου. Ἐκεῖνος, φησὶ, μακάριος ὁ ἀνταιχμαλωτεύων σε.
Τῷ Δαυῒδ διὰ Ζαχαρίου. ΨΑΛΜΟΣ ΡΛΖʹ. Ὑπόθεσις. Ὁ παρὼν ψαλμὸς προφητείαν περιέχει τῆς ἁπάντων ἐθνῶν κλήσεως· ἐφ᾽ ᾗ καὶ εὐχαριστεῖ, ὅτι οὐ μόνος αὐτὸς, βασιλεὺς ὢν, ἠξίωται τῆς θείας θεοφανείας· ἀλλὰ καὶ πολλοὺς τῶν ἐθνῶν βασιλεῖς φησι τῆς αὐτῆς ἀξιωθήσεσθαι χάριτος, ὅπερ μόνον μετὰ τὴν ἐπιδημίαν γεγένηται.
Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. Ταύτην τῷ πλουσίῳ δέδωκεν ὁ Σωτὴρ τὴν ἐντολὴν, εἰπών· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. Καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι, προσκυνήσω πρὸς ναὸν ἅγιόν σου. Ὡς παρόντων τῶν ἀγγέλων, καὶ τὴν κατὰ Θεὸν αὐτοῦ νίκην ἀεὶ ἐπιθεωρούντων.
Καὶ ἐξομολογήσομαι τῷ ὀνόματί σου ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου. Εὐχαριστήσω, φησὶν, ἐφ᾽ οἷς τῆς μὲν σκιᾶς λελύτρωμαι, τῆς δὲ ἀληθείας ἠξίωμαι. Ὅτι ἐμεγάλυνας ἐπὶ πᾶν τὸ ὄνομα τὸ ἅγιόν σου. Ἐπὶ τῇ τῶν ἐθνῶν κλήσει τὴν εὐχαριστίαν ἀναφέρειν λέγει. Οὐκ ἐφ᾽ οἷς εὖ ἔπαθον μόνον εὐχαριστῶ· ἀλλὰ καὶ δι᾽ ὅλου τὴν δόξαν τὴν σὴν θεωρῶν, δημιουργήσαντος, εὐεργετοῦντος, κολάζοντος.
Οὐδὲν γὰρ τῆς κτίσεως ὃ μὴ τὴν σὴν μεγαλοσύνην κηρύττῃ. Πολυωρήσεις με ἐν ψυχῇ μου δυνάμει σου. Πολυωρίαν τὴν πολυχρονιότητά φησιν. Ὁ δὲ νοῦς· Δυνάμει τῇ σῇ μεταποιήσεις με ἐκ φθορᾶς εἰς ἀφθαρσίαν. Καὶ ᾀσάτωσαν ἐν ταῖς ᾠδαῖς Κυρίου, ὅτι μεγάλη ἡ δόξα Κυρίου. ᾨδὰς Κυρίου ἀναγέγραφεν, ἃς ᾄδειν τοὺς ἐξ ἐθνῶν πάντας ἐπαγγέλλεται.
Ὅτι ὑψηλὸς Κύριος καὶ τὰ ταπεινὰ ἐφορᾷ. Μὴ θαυμάσῃς, φησὶν, εἰ ταῦτα γενήσεται ἐν ἀνθρώποις· οὐ γὰρ ἀπηλλοτρίωται τῆς τοῦ Θεοῦ προνοίας τὰ ἀνθρώπινα. Καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει. Προώρισε γὰρ ἀπὸ καταβολῆς κόσμου κατὰ τὸν θεῖον Ἀπόστολον τὴν κλῆσιν τῶν ἐθνῶν, καὶ τὴν εἰς τὰ ὑψηλὰ ἀναγωγήν.
Ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσεις με. Ὅμοιον τό· Θλίψιν ἕξετε ἐν τῷ κόσμῳ· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. Ἐπ᾽ ὀργὴν ἐχθρῶν μου ἐξέτεινας τὰς χεῖράς σου. Ἐπενήνεκται γὰρ κατ᾽ αὐτῶν ἡ δεξιὰ τοῦ Πατρὸς, τουτέστιν ὁ Υἱὸς, ἥτις καὶ ἔσωσεν ἡμᾶς.
Κύριος ἀνταποδώσει ὑπὲρ ἐμοῦ. Κρίνας γὰρ τὴν καθ᾽ ἡμῶν ἀδικίαν, ἐξέβαλε τὸν ἄρχοντα τοῦ κόσμου.
Εἰς τέλος τῷ Δαυῒδ ΨΑΛΜΟΣ διὰ Ζαχαρίου ἐν τῇ διασπορᾷ. ΡΛΗʹ. Ὑπόθεσις. Ἀναφέρεται μὲν ὁ ψαλμὸς εἰς τὸ τοῦ Ζαχαρίου πρόσωπον, ἔτι ὄντων ἐν τῇ αἰχμαλωσίᾳ τῶν υἱῶν Ἰσραὴλ, καὶ μὴν καὶ αὐτοῦ τοῦ Προφήτου σὺν αὐτοῖς. Γράφει δὲ τῆς περὶ Θεοῦ εἰς ἡμᾶς κηδεμονίας τὸν τρόπον· καὶ ὡς οὐ μόνον τῶν καθόλου ποιεῖται πρόνοιαν, ἀλλὰ γὰρ καὶ τῶν κατὰ μέρος· ὡς μηδὲ τὰς κινήσεις, μηδὲ τὰς ἐνθυμήσεις ἡμῶν τῆς αὐτοῦ λείπεσθαι προνοίας. Ἀποθαυμάζει γε μὴν καὶ τῆς οἰκονομίας τὸ βάθος, τήν τε τῶν ἐθνῶν κλῆσιν κατασημαίνει σαφῶς, καὶ τὴν γεγενημένην ἀντιλογίαν τῷ Σωτῆρι Χριστῷ παρὰ τοῦ ἐξ Ἰσραὴλ λαοῦ. Διὰ δὴ ταῦτα πάντα καὶ εἰς τὸ τέλος ἐπιγέγραπται τῷ Δαυΐδ. Εἴπομεν δὲ πολλάκις, ὡς οἱ οὕτω τῶν ψαλμῶν ἐπιγραφόμενοι εἰς τὸν τῆς ἐπιδημίας ἀναπέμπονται καιρόν.
Κύριε, ἐδοκίμασάς με καὶ ἔγνως με. Ὡς θαῤῥῶν βεβαίαν ἔχειν τὴν πίστιν τὴν εἰς Χριστὸν, καὶ ὡς οὐδεμία αὐτῷ κοινωνία γέγονε τῇ τοῦ φαύλου λαοῦ παρανομίᾳ, αὐτῶν τῶν καρδιῶν τὸν πλάστην ἐπικαλεῖται μάρτυρα.
Σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν, τὴν τρίβον μου καὶ τὸν σχοῖνόν μου σὺ ἐξιχνίασας. Εἰ καὶ τῶν διανοημάτων οἶδε τὴν κίνησιν ὁ Θεὸς, πολλῷ πλέον τῆς κατὰ τὸν βίον πορείας ἔχει τὴν γνῶσιν. Τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας. Σχοινισμὸς μὲν μέτρον ἐστὶν ὡρισμένον ὁδοῦ. Λέγει δὲ, ὡς πᾶσαν κίνησιν λογισμοῦ ἐπίστασαι· τὰς γὰρ κινήσεις διὰ τῶν ὁδῶν σημαίνει.
Ὅτι οὐκ ἔστι δόλος ἐν γλώσσῃ μου. Καὶ τοῦτο μέγιστον τῶν κατορθωμάτων τῷ Δαυῒδ, μὴ ἀδικῆσαι τὴν γλῶσσαν μήτε ἐν ψεύδει, μήτε ἐν ἐπιορκίᾳ, μήτε ἐν ἀπάτῃ καὶ δόλῳ, καὶ πάσῃ τοιαύτῃ ἄλλῃ ὁδῷ. Ἰδοὺ, Κύριε, σὺ ἔγνως πάντα τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα. Τὰ μέσα παρασεσιώπηται, διὰ τὸ τὴν κακίαν εἶναι ἐν τῷ μεταξύ. Οὐ γὰρ ἦν ἐν ἀρχῇ, οὐδὲ ἔσται πάλιν ἐν τέλει. Σὺ ἔπλασάς με, καὶ ἔθηκας ἐπ᾽ ἐμὲ τὴν χεῖρά σου. Εἰ καὶ ἔπλασάς με, φησὶ, καὶ γεγονότα διακρατεῖς· ἡ γὰρ ἐπίθεσις τῆς χειρὸς τοῦ Θεοῦ τὴν χορηγηθεῖσαν ἡμῖν τοῦ Πνεύματος δωρεὰν σημαίνει· ὡς οἱ ἀπόστολοι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν παρεῖχον Πνεῦμα ἅγιον.
Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν. Ὃ λέγει τοιοῦτόν ἐστιν· Ὅτι ἕτερα πλεῖστά ἐστι τὰ ἀπὸ τοῦ Θεοῦ εἰς αὐτὸν γεγενημένα, καὶ οὐχ οἷός τέ ἐστι διαγινώσκειν. Ὑπερβάλλει γὰρ τὴν ἐμὴν δύναμιν, φησὶ, καὶ ἐπέκεινά ἐστι τῆς ἐμῆς καταλήψεως ἡ τούτων γνῶσις, ὡς μὴ δύνασθαί με ἐξευρεῖν ἢ ἐξειπεῖν αὐτά.
Ὅσα γὰρ εἶπα σμικρὰ καὶ ἐλάχιστα τυγχάνει. Τῆς γὰρ θεϊκῆς δυνάμεως ἡ κατάληψις τὴν ἐμὴν σμικρότητα διαφεύγει. Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ. Ὅμοιον τὸ, Ὁ οὐρανός μοι θρόνος. Ἐὰν καταβῶ εἰς ᾅδην, πάρει. Προφητεύει τὴν γενομένην εἰς ᾅδου κάθοδον τοῦ Κυρίου.
Ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ᾽ ὄρθρον, καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης. Τουτέστιν, εἰ λάβοιμι πτέρυγας πτηνῶν μήπω κεκμηκότας· τοῦτο γὰρ σημαίνει τὸ, κατ᾽ ὄρθρον, νεαρὰς ἐν τῷ πέτασθαι καὶ δυνάμεως πεπληρωμένας.
Ὁ δέ πως νοῦς οὗτος· Πάντα, φησὶ, περιειληφὼς Κύριος, καὶ πάντα προλαβὼν οἶδας, καὶ πανταχοῦ πάρει, καὶ πάντα πληροῖς ὡς Θεός. Εἶτα· Τίς γένωμαι, ἄν τι συμβῇ μοι ἁμάρτημα, καὶ εἰ γένοιτό μοι χρεία δρασμοῦ καὶ φυγῆς, σοῦ τοῦ Κυρίου πάντα ὑπειληφότος Καὶ εἶπα· Ἆρα σκότος καταπατήσει με. Τὸ, καταπατήσει, ἀντὶ τοῦ, σκεπάσει καὶ ἀποκρύψει τῶν σῶν ὀφθαλμῶν. Ἀλλὰ καὶ τοῦτο, φησὶ, τὸ σκότος οὕτως ἐστὶν ἐν τῇ σῇ γνώσει, ὥσπερ ἂν εἴη καὶ αὐτὸ τὸ φῶς.
Ὡς τὸ σκότος αὐτῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς. Καθάπερ γὰρ ἐμοὶ ζοφώδης ἡ νὺξ, οὕτως ἐστί σοι φωτεινή. Νεφροὺς δέ φησιν εἶναι τοὺς φόβου ποιητικούς. Λέγει δὲ, ὅτι Σὲ διαπαντὸς ἐφοβούμην, ἐπεὶ πρὸ ὀφθαλμῶν εἶχον ἀεὶ τὴν σὴν κρίσιν. Ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου. Εἰκότως, φησὶ, τὸν σὸν φόβον ἐκτησάμην, ἐπειδὴ κυόμενόν με ἡ σὴ περιφρουρεῖ πρόνοια.
Ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώθης. Εὐκαίρως μετὰ τὴν προειρημένην θεολογίαν τὴν ἐξομολόγησιν ἀναφθέγγεται. Θαυμάσια τὰ ἔργα σου, καὶ ἡ ψυχή μου γινώσκει σφόδρα. Ἥτις ἐστὶ, φησὶν, ἐμοὶ δύναμις ἀπόῤῥητος, καὶ αὐτή σοι τῷ Θεῷ φανερὰ τυγχάνει.
Οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ ὃ ἐποίησας ἐν κρυφῇ. Οὐκ ἔλαθε, φησὶ, τῆς γυναικὸς ὁ ὄλισθος, ἢν ἐκ τοῦ ὀστέου μου λεληθότως ἐποίησας, ὕπνῳ βαρεῖ εὐνάσας με· ἀλλ᾽ ἔγνως τὰ ἡμέτερα κρύφια, ὁ ἐκείνην κρυφίως ὑποστησάμενος. Καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς. Καὶ εἰ διαλυθείην, φησὶ, καὶ εἰς χοῦν πορευθείην, σοὶ πάλιν γνωστὸν τὸ τοιοῦτόν ἐστιν Τὸ ἀκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου.
Πρὶν γενέσθαι, φησὶ, καὶ πρὶν μορφωθῆναι, οἱ σοὶ τῆς προγνώσεως ὀφθαλμοὶ ἐθεάσαντό με καὶ προεῖδόν με, οὐχ ἁπλῶς, ἀλλ᾽ ὡς ἤδη ἐγκείμενον, καὶ συνηριθμημένον, καὶ ἐν τῇ βίβλῳ σου γεγραμμένον. Ἡμέραι πλασθήσονται, καὶ οὐδεὶς ἐν αὐτοῖς.
Κατὰ πάσας τῆς ζωῆς αὐτῶν τὰς ἡμέρας εὐρύθμως καὶ εὐπλάστως ἑαυτοὺς διήγαγον, καὶ μηδὲ μίαν ἡμέραν αὐτοὺς ἄτυπον ἢ ἄπλαστον ἐσχηκέναι. Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός· Ὅμοιον τό· Ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται. Ἐξαριθμήσομαι αὐτοὺς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται.
Εὔελπίς εἰμι, φησὶ, τοὺς φίλους τιμῶν τοὺς σοὺς, ὅτι δὴ ἐν τῇ ἀναστάσει μετ᾽ αὐτῶν στήσομαι, καὶ δι᾽ αὐτοὺς τὴν παρὰ σοῦ κτήσομαι τιμήν. Τότε δὴ, φησὶ, καὶ οἱ ἁμαρτωλοὶ ἀποκτενοῖντο, τουτέστι, τὰς προσηκούσας ἀπολήψονται δίκας.
Ἐὰν ἀποκτείνῃς ἁμαρτωλοὺς, ὁ Θεός. Εἰδὼς τὰς ἐσομένας κατ᾽ αὐτῶν δίκας, ἔξω που ἀφορίζει αὐτοὺς ἑαυτοῦ. Ἄνδρες αἱμάτων, ἐκκλίνατε ἀπ᾽ ἐμοῦ, ὅτι ἐρισταί ἐστε εἰς διαλογισμούς. Τὴν αἰτίαν φησὶ δι᾽ ἢν ἀπελαύνει ἀφ᾽ ἑαυτοῦ τοὺς ἁμαρτωλούς.
Διὰ τοῦτο, φησὶν, ἐλαύνονται, ὅτι ἀντιφθέγγονται καὶ ἀντιφιλονεικοῦσι Θεῷ, καὶ μάτην ἐπαιρόμενοι καταλαζονευόμενοι τοῦ τῶν ἀνθρώπων βίου. Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα; Ὅτι τοὺς μὲν σοὺς ἠγάπων καὶ ἀπεδεχόμην φίλους· τοὺς δὲ ἐχθρούς σου τελείως ἐμίσουν. Ἐχθροὶ δὲ τοῦ Θεοῦ πρώτως μὲν καὶ κυρίως οἱ ἀκάθαρτοι δαίμονες· δεύτεροι δὲ μετ᾽ ἐκείνους οἵ τε τὴν εἰδωλολατρείαν πρεσβεύοντες, καὶ οἱ τῶν αἱρέσεων ἀρχηγοί.
Εἰς τέλος ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΡΛΘʹ Ἐξέλου με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ. Τῆς γενομένης ἀδικίας παρὰ τῶν δαιμόνων τῇ ἀνθρώπου φύσει κεκραγέναι πρὸς τὸν Θεὸν ποιῆσαι τὴν ἐκδίκησιν, καὶ μεταστρέψαι εἰς κεφαλὴν τῶν ἀδικούντων τὴν ἀδικίαν. Λεχθείη δὲ καὶ ἐπὶ αἰσθητῶν ἐχθρῶν τὰ λεγόμενα.
Οἵτινες ἐλογίσαντο ἀδικίαν ἐν καρδίᾳ, ὅλην τὴν ἡμέραν παρέτασσον πολέμους. Οὐ γὰρ μόνον πονηροῖς ἐχρήσαντο λογισμοῖς, ἀλλὰ καὶ τὰ ἔργα προσέθηκαν τοῖς λογισμοῖς. Τὸ δὲ, ὅλην τὴν ἡμέραν, ὁ Σύμμαχος, κατὰ πᾶσαν ἡμέραν, ἑρμηνεύει.
Ἐχόμενα τρίβους σκάνδαλα ἔθεντό μοι. Ταῦτα πάντα, φησὶν, ἐποίουν, ἵνα τὸν δρόμον στήσωσι τῆς κατὰ Θεὸν πορείας, τοὺς πόδας αὐτοῦ παγίσι περιβάλλοντες, ἵνα τῆς ἐν Θεῷ στάσεως αὐτὸν καταβάλωσιν. Μὴ παραδῷς με, Κύριε, ἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ. Ἐγὼ, φησὶ, Κύριε ἐπιθυμίαν ἐπιθυμῶ σωτηρίας· μὴ οὖν ἐγκαταλείπῃς με, ὥστε ταύτης παρατραπέντα παραδοθῆναι ἁμαρτωλῷ, ἤτοι τῷ διαβόλῳ.
Διελογίσαντο κατ᾽ ἐμοῦ· μὴ ἐγκαταλείπῃς με, μήποτε ὑψωθῶσιν. Ἐν σκέπῃ τῶν πτερύγων αὐτοῦ ἀξιοῖ σκεπασθῆναι, καὶ ὑπὸ τὴν κραταιὰν αὐτοῦ χεῖρα, ἀφ᾽ ἧς οὐδεὶς δύναται ἁρπάσαι, ἵνα μὴ ὡς ἐπί τι ἄλλο τι μεγαφρονήσωσιν.
Ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν. Ἐπ᾽ αὐτοὺς, φησὶν, ἔλθοι ὃ ἐβουλεύσαντο. Τοῦτο γὰρ σημαίνει ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν. Κεφαλὴ γὰρ τῶν ἁμαρτωλῶν ὁ λογισμὸς καὶ ἡ αἴσθησις. Τῆς οὖν ἐπιβουλῆς αὐτῶν τῆς κατ᾽ ἐμοῦ, δι᾽ ἧς ἐκύκλωσάν με ἡ ἀρχὴ καὶ ἡ κεφαλὴ, οὐ μὴν ἀλλὰ καὶ ὁ κόπος αὐτῶν, καὶ ὁ μόχθος ὁ κατ᾽ ἐμοῦ, εἰς αὐτοὺς ἔλθοι. Οὓς καὶ δίκῃ παραδοθῆναι τῇ διὰ πυρός.
Πεσοῦνται ἐπ᾽ αὐτοὺς ἄνθρακες ἐν πυρί. Οἷον γάρ τινι πυρὶ τῇ ὀργῇ καταναλώσεις αὐτούς. Καταβαλεῖς αὐτοὺς ἐν ταλαιπωρίαις, καὶ οὐ μὴ ὑποστῶσι. Περιπεσοῦνται συμφοραῖς, καὶ οὐ περιέσονται τούτων. Ταῦτα δὲ συμβαίνει τῷ Σαοὺλ ἐν τῷ κατὰ τοὺς ἀλλοφύλους πολέμῳ. Ἐκεῖ γὰρ σφαγεὶς ἐδέξατο τὸ τοῦ βίου τέλος.
Ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς. Ἐκδέχεται μὲν τοὺς ἀσεβεῖς τὸ αἰώνιον πῦρ. Καὶ ἐν τούτῳ δὲ τῷ βίῳ εἰς τέλος οὐ κατευθυνθήσεται γλωσσώδης. Οὐδεὶς γὰρ μάχιμός τε καὶ λοίδορος, ὅς ἐστιν ἐν τῇ γεώδει προαιρέσει, κατευθύνεται, ὑπὸ τοῦ μάχιμος εἶναι στρεβλούμενος. Φιλαμαρτήμονες γὰρ ὄντες οἱ τοιοῦτοι, πῶς ὑπ᾽ ἀρετῆς κατευθύνονται;
Ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς διαφθοράν. Ὥσπερ γὰρ ὑπὸ οἰκείας νόσου διαφθείρεται ἄνευ τῆς ἑαυτοῦ κακίας, δίκην δοὺς τὴν προσήκουσαν. Ἱκανὴ γάρ ἐστιν ἀντὶ πάσης τιμωρίας τὴν ἔχουσαν αὐτὴν ψυχὴν ἡ κακία διαφθείρειν.
ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΡΜʹ. Ὑπόθεσις. Ὅμοιος καὶ αὐτὸς τῷ ὀπίσω κεῖται, πλὴν δογματικώτερος. Κύριε, ἐκέκραξα πρὸς σὲ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σέ. Ἡ κραυγὴ τὸ σύντονον τῆς διανοίας πάντως δηλοῖ. Εὐμενῶς, φησὶ, Δέσποτα, δέξαι τὴν ἐμὴν ἱκετείαν.
Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου. Τὰ ἀπὸ διανοίας θυμιάμασι παρεικάζει, ἅτε λεπτὰ ὄντα, καὶ τῷ μόνῳ ἀνατιθέμενα τῷ Θεῷ. Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Τὰς πράξεις τὰς διὰ τῶν χειρῶν δηλουμένας θυσίᾳ παρεικάζει, ἅτε παχύτερα ὄντα παρὰ τὰς τῆς διανοίας αἱρέσεις. Τὸ δὲ ἑσπερινήν φησιν, ὅτι χρὴ μέχρι τέλους πράξεις ἐπιτηδεύειν ἀγαθάς.
Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. Ἐπειδὴ μέγα οἶδε τὸ κατορθοῦν τῆς γλώσσης τὴν φυλακὴν, τὸν Θεὸν αἰτεῖ ταύτης τὴν ἐγκράτειαν αὐτῷ χαρίσασθαι. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας.
Τουτέστι μὴ συγχωρήσῃς παρατραπῆναι εἰς τὸ ἐναντίον τὴν ἅπαξ καλῶς κατασκευασθεῖσάν μου διάνοιαν· ἵνα μὴ νοῶ, φησὶν, ἐννοίας παρανομίας. Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με. Πᾶσαν μὲν παιδείαν δεξαίμην τοῦ δικαίου, τὴν εὐλογίαν δὲ καὶ τὴν κολακείαν τοῦ ἁμαρτωλοῦ μὴ λάβοιμι, δι᾽ ἧς ὥσπερ ἔλαιον τὴν κεφαλήν μου καταχρίουσιν.
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν, κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν. Ἐγγὺς, φησὶ, πέτρας γενόμενοι καταποντισθήσονται. Σημαίνει δὲ, ὡς αὐτὸς αὐτοὺς ὁ Χριστὸς καταποντίσει εἰς τὴν ἄβυσσον. Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν. Ἔκβασις, φησὶ, τῆς κατ᾽ αὐτῶν προλεχθείσης τιμωρίας, πίστιν ἀληθείας καὶ εὐπρεπείας τὰ ἐμὰ λάβοιεν ῥήματα.
Ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς. Πᾶν, φησὶ, τὸ γεῶδες ἡμῶν διεῤῥήξαμεν, ταπεινοῦντες ἑαυτοὺς διὰ σέ· οὕτως ὡς πᾶσαν δύναμιν ἡμῶν μέχρι ᾄδου κατενεχθῆναι. Ὅμοιον δὲ τοῦτο τῷ, Ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν.
Ὅτι πρὸς σὲ, Κύριε, Κύριε, οἱ ὀφθαλμοί μου. Ἐγὼ δὲ οὐδενὶ τῶν ἀνθρωπίνων θαῤῥῶ· ἀλλὰ τὴν σὴν προσμένω βοήθειαν, καὶ παρακαλῶ ταύτης τὴν ἐμὴν μὴ γυμνωθῆναι ψυχήν. Ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου. Ἀντὶ τοῦ· Μὴ ἐκχύσῃς ἣ ἐκκενώσῃς τῆς ἐλπίδος ἧς ἔχω πρὸς σέ.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί. Ἐμπέσοιεν, φησὶν, εἰς τὰ ἑαυτῶν δίκτυα οἱ ἁμαρτωλοί. Καταμόνας εἰμὶ ἐγὼ ἕως ἂν παρέλθω. Τότε, φησὶ, παρελεύσομαι ἀφόβως καὶ ἀμερίμνως, ὅταν αὐτοὶ οἱ ἁμαρτωλοὶ τοῖς ἑαυτῶν περιπέσωσι δικτύοις. Ἐγὼ δὲ τούτων κεχωρισμένως διατελέσω ἕως ἂν δέξωμαι τοῦ βίου τὸ πέρας.
Συνέσεως τῷ Δαυῒδ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῷ σπηλαίῳ, προσευχή. ΡΜΑʹ. Ὑπόθεσις. Προσευχὴ μὲν ἔστι καὶ οὐδὲν ἕτερον τὰ προκείμενα. Πλὴν ἀλλὰ δεῖται συνέσεως· ὅπως ἂν ἡμεῖς μάθωμεν τίνι τρόπῳ ἐν περιστάσεσιν ὄντες διαφυγεῖν δυνηθῶμεν τὰ πονηρά.
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα· φωνῇ μου πρὸς Κύριον ἐδεήθην. Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου. Ὅλην ὥσπερ τὴν διάνοιαν αὐτοῦ ἀνατέθεικε, φησὶ, τῷ Κυρίῳ. Τὴν θλίψιν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. Τὸν περὶ αὐτῆς, φησὶ, τῆς ψυχῆς ἀγωνιζόμενος δρόμον, τὰς δεήσεις ἀναφέρω, τὰς θλίψεις διαδοῦναι εὐχόμενος. Ὡς οὐ δικαίως διώκομαι, ἐπίστασαι, φησίν.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου. Ταῦτα δὲ ἔδρων, τὴν ὑπερβολὴν θεώμενος τῶν κακῶν· παρ᾽ αὐτὸν γὰρ ἐσκηνούμην τὸν θάνατον. Καὶ σὺ ἔγνως τὰς τρίβους μου, θαῤῥοῦντος τῇ τοῦ βίου πορείᾳ καὶ ταῖς πράξεσι τὸ, Σὺ ἔγνως τὰς τρίβους μου.
Ὁρῶν δὲ τοὺς νοητοὺς τῆς ψυχῆς ἐχθροὺς παρασκευάσαντας εἰσελθεῖν τὸν Σαοὺλ εἰς τὸ σπήλαιον ὑπὲρ τοῦ συλληφθῆναι τὸν Δαυῒδ, εἰκότως ἐλέγετο· Ἔκρυψαν παγίδα μοι, ἣν ἡ παροῦσα κατήργησε προσευχή. Τὸ γὰρ ἐπ᾽ ἀνθρώποις, συλληφθεὶς ἐν τῷ σπηλαίῳ, δρασμοῦ παντὸς ἀποκέκλειστο, καὶ οὐκ ἦν ὁ ῥυόμενος, ἢ ἐκζητῶν αὐτοῦ τὴν ψυχήν.
Ἐν ὁδῷ ταύτῃ ᾖ ἐπορευόμην ἔκρυψαν παγίδα μοι. Εἴ τις τὸν ἐν τῷ σπηλαίῳ λογίσηται τόπον, εὑρήσει προσηκόντως τὰ εἰρημένα. Κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με. Παρατιθέντες τὰς ἀγχιθύρους κακίας τοῖς ἀσκουμένοις ἀρεταῖς. Οἷον ὁδεύοντι ἐπὶ σοφίαν, ἔκρυπτον παγίδα, σοφίαν οὐ Θεοῦ· καὶ ζητοῦντι γνῶσιν, παρετίθεσαν τὴν ψευδώνυμον. Ἔχει δέ τινα ὁμοιότητα τὸ ῥητὸν πρὸς τὸ, Ἐχόμενα τρίβου, σκάνδαλα ἔθεντό μοι. Δύνανται δὲ καὶ αἱ ὑπερβολαὶ δηλοῦσθαι παγίδες, εἰς ἃς ἐμπίπτει ὁ μὴ φυλαττόμενος, περὶ ὧν λέγει· Κατενόουν εἰς τὰ δεξιά. Τοῖς γὰρ φιλοτιμοτέροις εἰς δεξιὰ παγίδες.
Ἀπώλετο φυγὴ ἀπ᾽ ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου. Οὐ γὰρ ἦν ἀποδιδράσκειν ἐκ τοῦ σπηλαίου τῶν ἔμπροσθεν κατεχομένων ὑπὸ τοῦ Σαούλ. Οὐδεὶς, φησὶ, τῆς ἐμῆς ψυχῆς τὴν σωτηρίαν ἐπιζητεῖ Ἐκέκραξα πρὸς σὲ, Κύριε. Ἐπ᾽ αὐτῷ γὰρ μόνῳ δεῖται τὰς ἐλπίδας τῆς σωτηρίας.
Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου. Ταῦτά φησιν ὡς πρὸς τὸν τοῦ σπηλαίου τόπον. Ὁ δὲ Σύμμαχος· Ἔξω ποίησον ἀποκλεισμοῦ τὴν ψυχήν μου. Τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. Ἐπειδὰν, φησὶ, ταύτης με τῆς θλίψεως ἀπέλυσας καὶ τῆς εἱρκτῆς, εὐχαριστηρίους ἀναπέμψω ᾠδάς.
Ἐμὲ ὑπομένουσι δίκαιοι ἕως οὗ ἀνταποδῷς μοι. Ἐὰν ἐξαγάγῃς με, φησὶν, ἐντεῦθεν ἀμειψάμενός μου τὰς ἀγαθὰς πράξεις, καὶ οἱ λοιποὶ δίκαιοι ἐμὲ ὑπόδειγμα πρὸ ὀφθαλμῶν ἔχοντες, καὶ ἐκ τῶν κατ᾽ ἐμὲ τὰ κατ᾽ αὐτοὺς ἀποταμιευόμενοι, ἀποδώσουσί σοι τὰς λιτὰς καί σοι προσδραμοῦνται.
ΨΑΛΜΟΣ ᾠδῆς τῷ Δαυῒδ, ὅτε κατεδίωκεν αὐτὸν ὁ υἱὸς αὐτοῦ Ἀβεσσαλώμ. ΡΜΒʹ. Ὑπόθεσις. Καὶ οὗτος ὁμοίαν ἔχει τοῦ πρὸ αὐτοῦ τὴν ὑπόθεσιν. Εὔχεται γὰρ ἀπὸ τῶν διωκόντων ῥυσθῆναι, ὡς ὁ Ἀπόστολός φησι. Τυπικῶς δὲ ταῦτα συνέβη τοῖς ἀρχαιοτέροις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν.
Διδασκόμεθα τοίνυν ἐν περιστάσεσιν ἐπὶ μόνον καταφεύγειν τὸν Θεόν. Ἰστέον δὲ ὅτι ἀναφέρεται εἰς τὸ τῆς ἀνθρωπότητος πρόσωπον ἡ προσευχὴ καταδιωκομένης καὶ θλιβομένης ὑπὸ τοῦ πλεονεκτήσαντος Σατανᾶ, οὗ καὶ ῥυσθῆναι εὔχεται διὰ τῆς παρουσίας τοῦ Μονογενοῦς.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου. Εἰσακουσθῆναι, φησὶν, ἀξιῶ διὰ τῆς σῆς ἀληθείας. Ὅμοιον δὲ ὡσεὶ λέγοι· Ἔσο μοι ὑπήκοος, τὸν Μονογενῆ σου ἀποστείλας, ὅς ἐστιν ἀλήθεια καὶ δικαιοσύνη. Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡσεὶ νεκροὺς αἰῶνος.
Σκοτίαν τὴν ἀγνωσίαν ἣν ἔσχε ποτὲ δηλοῖ. Οὐδὲν γὰρ διεφερόμην νεκροῦ. Νεκροὺς αἰωνίους τοὺς πάλαι εἰδωλολάτρας φησίν. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Ἐν ταῖς ἐσχάταις περιστάσεσιν, ἐπειδὰν ἀνακινδυνεύει τινὸς ἡ ψυχὴ, προσήκει τοῦτο λέγειν, οὐ μὴν ἐν ἀνθρωπίνοις πράγμασιν ἀναγκαίως κεχρῆσθαι.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου. Τὴν πρωϊνὴν ἀνάστασιν τοῦ Κυρίου λέγει· ἢ τάχα καὶ τὴν πρωϊνὴν ἀνάστασιν εὔχεται παραγενέσθαι Χριστοῦ, δι᾽ ἧς ἐλεούμεθα. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι.
Τῆς εὐαγγελικῆς διδασκαλίας εὔχεται τυχεῖν. Ἐξέλου με ἐκ τῶν ἐχθρῶν μου. Τῶν νοητῶν δηλονότι.
Τῷ Δαυῒδ πρὸς τὸν Γολιάθ. ΡΜΓʹ. Εὐλογητὸς Κύριος ὁ Θεός μου. Ἐκ περιχαρείας τὸ προοίμιον. Ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν. Χεῖρας τὰς πράξεις φησὶν εἶναι τὰς κατὰ θεοσέβειαν γενομένας, δι᾽ ὧν πολεμοῦμεν τὸν Σατανᾶν.
Ἄνθρωπος ματαιότητι ὡμοιώθη. Ἕκαστος τῶν ἀνθρώπων τῷ κόσμῳ τούτῳ ὡμοιώθη. Ἄστραψον ἀστραπὴν, καὶ σκορπιεῖς αὐτούς. Ἀστραπὴν τὸ εὐαγγελικὸν κήρυγμά φησιν. Ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους· ἐξέλου με, καὶ ῥῦσαί με ἐξ ὑδάτων πολλῶν, ἐκ χειρὸς υἱῶν ἀλλοτρίων. Ὧν τὸ στόμα ἐλάλησε ματαιότητας.
Τῶν περικυκλωσάντων ἡμᾶς λογισμῶν ὑπὸ τῆς τῶν δαιμόνων ἐπιβουλῆς. Ἢ καὶ ὕδατα τὸν τῶν Ἰουδαίων φησὶ λαὸν τὸν κυκλώσαντα τοὺς ἀποστόλους, ἐν τῷ συσχεῖν καὶ ἀπολέσαι. Καὶ οὗτοι εἶεν υἱοὶ ἠλλοτριωμένοι, οἱ καὶ μάταια λαλοῦντες. Καὶ ποῖα μάταια, ἢ τὸ λέγειν τῷ Χριστῷ· Πῶς σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν;
Ὁ Θεὸς, ᾠδὴν καινὴν ᾄσομαί σοι. Τὴν εὐαγγελικὴν δηλονότι Ἐξ αὐτοῦ δὲ τοῦ προσώπου τοῦ Δαυῒδ ὁ λόγος ἐστίν. Ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψαλῶ σοι. Ψαλτήριον δεκάχορδον τὸ σῶμά ἐστιν, ἅτε πέντε αἰσθήσεις ἔχον, καὶ πέντε ἐνεργείας ψυχῆς, δι᾽ ἑκάστης αἰσθήσεως γιγνομένης ἐνεργείας ἑκάστης.
Τῷ διδόντι τὴν σωτηρίαν τοῖς βασιλεῦσιν ἡμῶν. Τοῖς ἁγίοις ἀποστόλοις, οὓς κατέστησεν ἄρχοντας αὐτῶν ὁ Χριστός. Τῷ λυτρουμένῳ Δαυῒδ τὸν δοῦλον αὐτοῦ ἐκ ῥομφαίας πονηρᾶς· ῥῦσαί με καὶ ἐξέλου με ἐκ χειρὸς υἱῶν ἀλλοτρίων. Διὰ γὰρ τὰς πρὸς ἐκείνους συνθήκας πᾶσαν ἡμῶν κηδεμονίαν ποίησον. Ῥομφαίαν γὰρ πονηρὰν τῶν ἐπελθόντων τὸ μανικὸν καὶ θηριῶδες ἐκάλεσε· τοὺς δὲ αὐτοὺς ἀλλοτρίους, ὡς δυσσεβεῖς.
Ὧν οἱ υἱοὶ αὐτῶν ὡς νεόφυτα ἱδρυμένα ἐν τῇ νεότητι αὐτῶν. Τοῦ κατὰ σάρκα λαοῦ υἱοὶ, φησὶν, εὐθαλεῖς εἰσι· τοῦ δὲ κατὰ πνεῦμα τεταπεινωμένοι. Οὗτοι γάρ εἰσιν οἱ λέγοντες· Εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ᾽ ὁ ἔσω ἀνακαινοῦται.
Αἱ θυγατέρες αὐτῶν κεκαλλωπισμέναι, περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ. Τῷ ἐπιγείῳ κόσμῳ. Διὸ καὶ οὐ ναὸς Θεοῦ γεγόνασιν, ὡς αἱ ἅγιαι τῶν πιστευσάντων ψυχαὶ, ἀλλ᾽ ὁμοίωμα ναοῦ· προσεποιοῦντο γὰρ τὴν κατὰ νόμον ἐπιτηδεύουσαι πολιτείαν. Ἀλλ᾽ οὐκ ἔσχον ἐν αὐταῖς τὸν Λόγον, ἀλλὰ τὸ πονηρὸν πνεῦμα.
Τὰ ταμιεῖα αὐτῶν πλήρη ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο. Ἐθησαύρισαν γὰρ οὐ τὸν οὐράνιον, ἀλλὰ τὸν ἐπίγειον πλοῦτον. Τὰ πρόβατα αὐτῶν πολυτόκα, πληθύνοντα ἐν ταῖς ἐξόδοις αὐτῶν. Πίονα δὲ αὐτῶν καὶ πολύγονα τὰ κτήνη. Οὐκ ἔστι κατάπτωμα φραγμοῦ οὐδὲ διέξοδος.
Πολλὴν, φησὶν, ἔσχον τὴν εὐημερίαν· ἀλλ᾽ οὐ μέχρι τέλους αὐτοῖς στήσεται. Τοῦτο γὰρ ἐν ἄλλῳ ψαλμῷ ἐδίδαξεν εἰπών· Κατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρθῆναι. Ἐμακάρισαν τὸν λαὸν ᾧ ταῦτά ἐστι· μακάριος ὁ λαὸς οὗ Κύριος ὁ Θεὸς αὐτοῦ. Οἱ μὴ ὀρθῶς κρίνοντες, ἀλλὰ καὶ αὐτὰ φανταζόμενοι τὰ σαρκὸς, τὸ τούτων ἐν ἀπολαύσει γενέσθαι πολλῇ μακάριον εἶναι νομίζουσιν. Οὐκ ἔστι δὲ τοῦτο μακάριον· ἀλλὰ τὸ ἐπικαλεῖσθαι Κύριον τὸν Θεὸν αὐτοῦ.
Αἴνεσις τῷ Δαυΐδ. ΡΜΔʹ. Ὑψώσω σε, ὁ Θεός μου, ὁ βασιλεύς μου. Οὐχ ὡς μὴ ἔχοντι δὲ δίδωσιν ὕψος· ἀλλὰ τοῖς ἄλλοις δείκνυσιν ἔχοντα. Ὁποῖον· Πάτερ, δόξασόν σου τὸ ὄνομα ἐν τῇ γῇ. Οὐ γὰρ ἣν μὴ εἶχεν αἰτεῖ, ἀλλ᾽ ἣν καὶ εἶχε δειχθῆναι· ὡς δηλοῖ τό· Δόξασόν με τῇ δόξῃ ᾗ εἶχον παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον γενέσθαι.
Καθ᾽ ἑκάστην ἡμέραν εὐλογήσω σε. Ἀρχὴ παρ᾽ Ἑβραίοις τοῦ παρόντος στίχου τὸ Βήθ. Διδάσκει δὲ ὡς οὐ μίαν ἡμέραν παραπεμπτέον ὕμνων χωρίς. Ὅλῃ μὲν οὖν ψυχῇ καὶ διανοίᾳ ὑψοῦν δεῖ καὶ εὐλογεῖν τὸν Θεόν· τὸ ὄνομα δὲ αὐτοῦ δοξάζειν θνητοῖς ὀνόμασί τε καὶ ῥήμασιν.
Γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου. Τὴν ἀμφοτέρων φησὶ λαῶν συναχθεῖσαν Ἐκκλησίαν ἔκ τε τῶν ἐκ περιτομῆς καὶ τῶν ἐξ ἐθνῶν. Ἔργα δὲ αὐτοῦ, ἂ πεποίηται ἐν τῇ ἐπιδημίᾳ φησί· πολυτρόπως δὲ αὐτὰ ὑμνεῖ· δύναμιν, καὶ μεγαλοπρέπειαν, καὶ δόξαν, καὶ ἁγιωσύνην, καὶ θαυμάσια· καὶ πάλιν δύναμιν καὶ μεγαλωσύνην καὶ χρηστότητα, καὶ δικαιοσύνην καὶ οἰκτιρμοὺς προσαγορεύων.
Καὶ τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσι. Πρακτικῶς ἐροῦσι καὶ μετὰ ὀρθοῦ φρονήματος. Οἷόν ἐστι· Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. Καὶ τὸ, Ἀλαλάξατε Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως· ὅτι Κύριος ὕψιστος φοβερός. Ταῦτα γὰρ ἐροῦσι δι᾽ αὐτοῦ τοῦ φοβεῖσθαι καὶ σέβας ἔχειν Θεοῦ.
Διηγήσονται δὲ καὶ ὡς πέρας οὐκ ἔχουσαν αὐτοῦ τὴν μεγαλωσύνην, οὐ περιγράψαντες γνώσει, ἀλλ᾽ ὡς οὖσαν ἀκατάληπτον· μόνος γὰρ ὁ Υἱὸς γινώσκει τὸν Πατέρα, καὶ ὁ Πατὴρ τὸν Υἱόν. Εἰ δὲ καὶ ἀποκαλύπτει τὸν Πατέρα οἷς βούλεται, ἀλλ᾽ οὖν ὡς ἐφικτὸν γενητοῖς ἰδεῖν, κατὰ ἀναλογίαν ἧς τις ἔχει προπαρασκευῆς.
Μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου ἐξερεύξονται. Πᾶσι μὲν αὐτὸς, ἅτε Θεὸς ὢν ἀγαθὸς, ἐπιδέδωκε τὴν χρηστότητα, καὶ οἰκτείρει πάντα τὰ ἔργα αὐτοῦ. Σώζονται δὲ οἳ τῆς χρηστότητος αὐτοῦ ἀπολαύειν ἐθέλουσιν.
ΨΑΛΜΟΣ ΡΜΕʹ. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον· αἰνέσω τὸν Κύριον ἐν τῇ ζωῇ μου. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ. Ἐν τῷ καιρῷ τοῦ θανάτου, φησὶ, πάντα ὅσα ἐφρόνησεν ἠχήσονται, καὶ οὐδὲν ἔσται ὧν ἐφαντάζετο ἐπὶ γῆς.
Διδόντα τροφὴν τοῖς πεινῶσι. Πνευματικὴν δηλονότι τοῖς λιμώξουσι παντὸς ἀγαθοῦ.
ΨΑΛΜΟΣ ΡΜϛʹ. Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸν ψαλμός. Ἐν μὲν τῷ προλαβόντι αὐτὸς ἑαυτὸν παρῄνει εἰς μόνον τὸν Θεὸν ἔχειν τὴν ἐλπίδα· ἐν δὲ τούτῳ τὸν ἀποστολικὸν χορὸν δείκνυσι διδάσκοντα τὸ πλῆθος αἰνεῖν τὸν Θεὸν, ἐφ᾽ οἷς τὸ γένος εὐηργέτησεν.
Ἀναλαμβάνων πραεῖς ὁ Κύριος. Πραεῖς μὲν τοὺς τὴν πίστιν αὐτοῦ δεξαμένους φησὶ, τοὺς μιμησαμένους τὸν εἰπόντα· Πρᾷός εἰμι ἐγώ. Ἐγὼ δὲ τοὺς ἁμαρτωλοὺς μισῶ, φησὶν, οἵτινές εἰσιν οἱ ἀκάθαρτοι δαίμονες, οἱ τῷ πυρὶ ἐνοικοῦντες.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.