Ἔργον
Μέγας Αθανάσιος – Εἰς τοὺς Ψαλμούς
Ερμηνεία εις τους Ψαλμούς ΛΑ' - Μ'
Εξηγητική προσέγγιση των Ψαλμών 31 έως 40, με θέματα τη μετάνοια, τη θεία πρόνοια, τον έλεγχο της υπερηφάνειας και την προσευχή εν καιρώ θλίψεων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία εις τους Ψαλμούς ΛΑ' - Μ'
Εξηγητική προσέγγιση των Ψαλμών 31 έως 40, με θέματα τη μετάνοια, τη θεία πρόνοια, τον έλεγχο της υπερηφάνειας και την προσευχή εν καιρώ θλίψεων.
ΨΑΛΜΟΣ τῷ Δαυῒδ, συνέσεως. ΛΑʹ. Ὑπόθεσις. Τὴν κακοπάθειαν αὐτοῦ τὴν πολλὴν προβαλλόμενος ὁ Δαυῒδ, ἣν ἐν τῇ μετανοίᾳ ὑπέμεινεν, μακαρίζει τοὺς τῆς ἀφέσεως τετυχηκότας διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας. Συνέσεως δὲ ἐπιγέγραπται ὁ ψαλμὸς, διὰ τὸ ταύτης μάλιστα δεῖσθαι τοὺς ἀνθρώπους· ὅτι δὴ σφόδρα ἐκνενευκότες ἐπὶ τὰ πάθη, ἵπποις καὶ ἡμιόνοις ἀπεικάσθησαν.
Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. Ἀφίενται μὲν αἱ ἀνομίαι διὰ βαπτίσματος, ἐπικαλύπτονται δὲ ἁμαρτίαι διὰ τῆς πικρᾶς μετανοίας. Μακάριος ἀνὴρ οὗ οὐ μὴ λογίσηται ὁ Κύριος ἁμαρτίαν, οὐδὲ ἔστιν ἐν τῷ στόματι αὐτοῦ δόλος.
Οὗτος γὰρ ἀληθῶς μακάριος, ὁ ὅλῃ καρδίᾳ προσερχόμενος τῷ ἁγίῳ βαπτίσματι. [Ὁ γὰρ μετὰ δόλου βαπτιζόμενος, πρὸς τῷ μὴ τυχεῖν τῆς ἀφέσεως, καὶ κρῖμα ἕξει.] Τοῦ αὐτοῦ· τὸ, ὅτι, τῷ, ἐπαλαιώθη, συναπτέον, ἵν᾽ ᾖ· Ὅτι ἐπαλαιώθη τὰ ὀστᾶ μου, ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν. Ἐσίγησα μηκέτι φωνὴν ἀφεῖναι δυνάμενος. Τί δὲ ἔκραξεν, ἢ τὴν συγγνώμην τῆς ἁμαρτίας αἰτῶν;
Ὅτι ἡμέρας καὶ νυκτὸς ἐβαρύνθη ἐπ᾽ ἐμὲ ἡ χείρ σου. Ἀγαθὸς, φησὶν, ὢν ἐπαίδευσας σφοδρῶς διὰ τῆς παιδείας ἐπιστρέφων εἰς σωτηρίαν. Ἐστράφην εἰς ταλαιπωρίαν ἐν τῷ ἐμπαγῆναί μοι ἄκανθαν. Ἄκανθαν τὴν ἁμαρτίαν φησίν. Ὁ δὲ νοῦς οὗτος· Ἐπειδὴ ἐνεπάγη, φησὶ, τῇ ψυχῇ μου ἡ ἁμαρτία, ἐταλαιπώρησα.
Τὴν ἀνομίαν μου ἐγνώρισα. Τὸν τρόπον τῆς ἐξομολογήσεως σημαίνει. Εἶπα ἐξαγορεύσω κατ᾽ ἐμοῦ τὴν ἀνομίαν. Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ. Καὶ λέγε σὺ, φησὶ, τὰς ἁμαρτίας σου πρῶτος. Ὑπὲρ ταύτης προσεύξεται πρὸς σὲ πᾶς ὅσιος.
Ὑπὲρ τῆς ἐμοὶ, φησὶ, συγχωρηθείσης ἁμαρτίας ἕκαστος τῶν ὁσίων σοι εὔξεται. Δύο δὲ διὰ τούτων σημαίνει· ἢ ὅτι ὑπόδειγμα πᾶσι μετανοίας ἔσομαι, ἢ προφητικώτερον, διὰ τὸ ἐξ αὐτοῦ τοῦ προσώπου Δαυῒδ πάντα τὰ ἔθνη κατὰ καιροὺς ἐξομολογεῖσθαι ὑπὲρ τῆς ἁμαρτίας αὐτοῦ. Πλὴν ἐν κατακλυσμῷ ὑδάτων πολλῶν πρὸς αὐτὸν οὐκ ἐγγιοῦσιν. Τὸν μετανοοῦντα, φησὶ, πλῆθος πειρασμῶν οὐκ ἐπικλύσει.
Σύ μου καταφυγή. Ἐκεῖνα περὶ τῆς ἁμαρτίας εἰρηκὼς, ἱκετεύει τῶν διὰ ταύτην ἐπενεχθέντων ἀπαλλαγῆναι κακῶν. Καὶ μέντοι καὶ τυγχάνει τῆς ἀποκρίσεως· λέγει γὰρ πρὸς αὐτὸν φιλάνθρωπος Κύριος· Συνετιῶ σε καὶ συμβιβῶ σε ἐν ὁδῷ ταύτῃ.
Εὐξαμένῳ λύτρωσιν ἐχθρῶν ἀντιφθέγγεται Θεὸς, ὁδηγήσειν ἐπαγγελλόμενος ἐν εὐθείᾳ ὁδῷ. Μὴ γίνεσθαι ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις. Εἰσηγεῖται τοῖς ἁμαρτάνουσι, τοῖς ἀλόγοις μὴ ἐκδιδόναι αὐτοὺς πάθεσι. Ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξεις. Ὡς πρὸς τὸν Κύριον ὁ λόγος. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τοὺς μὴ βουλομένους μετανοεῖν οἷά τινι χαλινῷ ἐπίστρεψον πρὸς ἑαυτόν.
ΨΑΛΜΟΣ τῷ Δαυῒδ ἀνεπίγραφος παρ᾽ Ἑβραίοις. ΛΒʹ. Ὑπόθεσις. Ἐν τούτῳ διδάσκει τοὺς ἤδη πιστεύσαντας εἰς Χριστὸν, αἰνεῖν τὸν ἑαυτῶν Δεσπότην, διδάσκων αὐτοὺς ἅμα τῆς δυνάμεως αὐτοῦ τὴν ὑπεροχὴν, ὅτι αὐτὸς ῥύστης τῶν ὅλων, αὐτὸς Κύριος, αὐτὸς τοὺς μὲν πονηροὺς ἐξουθενεῖ, καὶ διασκεδάννυσιν αὐτῶν τὰς βουλὰς, τοὺς δὲ ἐλπίζοντας ἐπ᾽ αὐτὸν σώζει.
Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ ... ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ. Δεκάχορδον ψαλτήριον τὸ σῶμά φησιν, ἅτε πέντε αἰσθήσεις ἔχον, καὶ πέντε ἐνεργείας ψυχῆς, δι᾽ ἑκάστης αἰσθήσεως γινομένης ἐνεργείας ἑκάστης. ᾌσατε αὐτῷ ᾆσμα καινόν. Σαφῶς τὸν διὰ Μωσέως νόμον τέλος ἐσχηκέναι φησίν.
Ὅτι εὐθὺς ὁ λόγος τοῦ Κυρίου. Ὁ εὐαγγελικὸς δηλονότι. Καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει. Πιστεύειν δεῖ, φησὶ, τοῖς δι᾽ αὐτοῦ θεοπρεπῶς ἐνεργουμένοις. Ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν ὁ Κύριος. Ταῦτα, φησὶν, ἀπαιτεῖ τοὺς εἰς αὐτὸν πιστεύοντας.
Τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ. Ἄρχεται τοῦ καὶ ποιητὴν ὄντα αὐτὸν τῆς πάσης κτίσεως δεικνύναι, καὶ πρό γε τῆς γῆς ἣν καὶ ἐλέους πληρῶσαί φησιν· καὶ οὐκ ἂν ἄλλως συνεστηκέναι μὴ τούτου γέμουσα. Ἀμέλει καὶ οἱ οὐρανοὶ οὐκ ἄν ποτε συνέστησαν, εἰ μὴ τῷ λόγῳ αὐτοῦ διεκρατοῦντο, καὶ μὴν καὶ αἱ δυνάμεις αὐτῶν, τουτέστιν αἱ θεῖαι καὶ λογικαί. [Ἀγαπᾷ οὖν ἐλεημοσύνην ἐπὶ τῶν μετανοούντων· ἀγαπᾷ δὲ κρίσιν ἐπὶ τῶν ἀνενδότων. Τοιοῦτον δὲ καὶ ὁ Ἡσαΐας λέγει τῷ Θεῷ· Ὅτι ἡ ἐλεημοσύνη σου εἰς σταθμόν· καὶ γὰρ κἀκεῖνος τὴν μετὰ κρίσεως ἐλεημοσύνην παρίστησι, ζυγῷ καὶ ἀριθμῷ κατὰ τὴν ἑκάστου ἀξίαν ἀντιμετρούμενος.] Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν.
Δήλωσις κἀνταῦθα τῆς ἁγίας Τριάδος. Καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Στόμα Θεοῦ τὸ Πνεῦμα τὸ ἅγιον λέγει· οἱ γὰρ προφῆται δι᾽ αὐτοῦ λαλοῦντες ἔλεγον· Ὅτι τὸ στόμα Κυρίου ἐλάλησε ταῦτα.
Συνάγων ὡσεὶ ἀσκὸν ὕδατα θαλάσσης. Προσκαλούμενος, φησὶ, τὸ ὕδωρ τῆς θαλάσσης, καθάπερ ἐν ἀσκῷ τινι, ταῖς νεφέλαις ἐπισυνέχει· ὡς καὶ ἀλλαχοῦ φησιν· Ὁ προκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης, καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον πάσης τῆς γῆς· καὶ πάλιν· Ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς. Τιθεὶς ἐν θησαυροῖς ἀβύσσους. Καὶ τὰς ἀβύσσους, φησὶ, καθάπερ ἐν θησαυροῖς σφραγίζει, ἵνα μὴ ἀναβλύζουσαι ἐπικλύσωσι τὴν ξηράν.
Φοβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ. Μηκέτι, φησὶ, τοῖς δαιμονίοις προσαγέτω ἡ γῆ τὸ σέβας. Ἀπ᾽ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. Ἀκούοντες, φησὶν, αὐτοῦ οἱ τὴν οἰκουμένην οἰκοῦντες ἄνθρωποι, τῆς προτέρας στάσεως ἧς εἶχον εἰδωλολατροῦντες, δηλονότι σαλευθήτωσαν τῷ ἰδίῳ δημιουργῷ ὑπακούοντες.
Ὅτι αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Ἡ μὲν γένησις τὴν τῶν λογικῶν οὐσιώδη δηλοῖ· ἡ δὲ κτίσις τὴν ἀπὸ τοῦ χείρονος ἐπὶ τὸ κρεῖττον σημαίνει μεταβολήν. Εἴ τις γὰρ ἐν Χριστῷ καινὴ κτίσις.
Κύριος διασκεδάζει βουλὰς ἐθνῶν. Τῶν νοητῶν δηλονότι. Ἀθετεῖ δὲ λογισμοὺς λαῶν, καὶ ἀθετεῖ βουλὰς ἀρχόντων. Ἀπράκτους γὰρ ἐπιβουλὰς πάντων ἔθηκε τῶν Ἰουδαίων, τριήμερος ἀναστήσας. Τοῦτο γὰρ ἦν ὃ καὶ βούλεται, ὅπερ καὶ εἰς τὸν αἰῶνα μένει.
Λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. Τὰ δόγματα, φησὶν, ἃ βεβούλευται καὶ εἰς τὸν παρόντα αἰῶνα καὶ εἰς τὸν μέλλοντα. Λογισμοὶ Θεοῦ αἱ κατάλληλοι διακοσμήσεις· καρδία δὲ τὸ ἀπόκρυφον τῆς οὐσίας.
Μακάριον τὸ ἔθνος οὗ ἐστὶ Κύριος ὁ Θεὸς αὐτοῦ. Τοὺς εἰς. Χριστὸν πιστεύοντας ἐν τούτοις μακαρίους ἀποκαλεῖ. [Ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος. Εἶπεν, ἐπέβλεψεν, ἵνα μή τις αὐτὸν ἀγνοεῖν οἰηθῇ τὰ παρὰ τῶν ἀνθρώπων τολμώμενα.] [Ἐξ ἑτοίμου κατοικητηρίου αὐτοῦ. Ἤτοι ἡτοιμασμένου, εὐτρεπισμένου. Οἶκος γὰρ] ὥσπερ Θεοῦ ἀποκεκλήρωται ὁ οὐρανός.] Ὁ πλάσας καταμόνας τὰς καρδίας αὐτῶν. Μόνος, φησὶν, ὁ Θεὸς οἶδε τῶν ἀνθρώπων τὰς καρδίας.
Διὸ καὶ ὁ Σωτὴρ τοῖς Ἰουδαίοις ἔλεγε· Τί διαλογίζεσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; Ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτόν. Ὀφθαλμοὶ Κυρίου ἡ παντοπτικὴ αὐτοῦ δύναμις· ἢ πολλάκις ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, ὡς ἐν μέσῳ δύο φώτων ὁ Πατὴρ τῶν φώτων.
Καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ. Ἐν καιρῷ, φησὶ, διωγμοῦ, μὴ συνισταμένων τῶν νοητῶν τροφῶν, αὐτὸς ὁ Κύριος διὰ Πνεύματος ἁγίου θρέψει αὐτούς. Ἡ δὲ ψυχὴ ἡμῶν ὑπομένει τῷ Κυρίῳ. Ὡς ἤδη δεδειγμένοι τὴν εἰς αὐτὸν πεποίθησιν προβάλλονται.
ΨΑΛΜΟΣ τῷ Δαυῒδ ὁπότε ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ, καὶ ἀπέλυσεν αὐτὸν, καὶ ἀπῆλθεν. ΑΓʹ. Ὑπόθεσις. Φεύγων ὁ Δαυῒδ τὸν Σαοὺλ, ἦλθε πρὸς Ἀβιμέλεχ, καὶ τῆς ἀφίξεως τὴν αἰτίαν ἐρωτώμενος παρ᾽ αὐτοῦ, τὴν φυγὴν μὲν ἠρνήσατο· ἀπεστάλθαι δὲ εἶπε παρὰ τοῦ Σαοὺλ, ὡς καὶ τὴν ῥομφαίαν αἰτῆσαι τοῦ Γολιάθ.
Ἐπεὶ τοίνυν ἄλλα μὲν εἶπεν, ἄλλα δὲ ἐφρόνει, ἀναγέγραπται τὸ ἠλλοιωκέναι τὸ πρόσωπον αὐτοῦ. ᾌδει δὲ τὸν ψαλμὸν τῷ νέῳ λαῷ, διδασκαλίαν εἰσηγησάμενος τῆς πνευματικῆς καὶ εὐαγγελικῆς λατρείας. Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ ... Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου. Εἰ καὶ ἄξιος ἐπαίνου τυγχάνω εὑρεθέντος τινὸς καλοῦ ἐν ταῖς ἐμαῖς πράξεσιν, τοῦτο οὐκ ἐμοὶ, ἀλλὰ τῷ Θεῷ ἀναθετέον· αὐτὸς ἐμὲ καὶ πεποίηκε περιφανῆ, καὶ ποιήσει περίβλεπτον. Ἀκουσάτωσαν πραεῖς, καὶ εὐφρανθήτωσαν. Τὴν ἐμοὶ γεγενημένην παρὰ τοῦ Κυρίου σωτηρίαν πᾶς δίκαιος ἀκηκοὼς εὐφρανθείη.
Ὅτι δὴ σώζει τοὺς ἐλπίζοντας ἐπ᾽ αὐτὸν, οὐκ ἀνέχεται μόνος ὑφῆναι τὸν ὕμνον, ἀλλὰ τοὺς κοινωνοὺς τῆς πραότητος, κοινωνοὺς ποιεῖται τῆς ὑμνῳδίας. Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοὶ, καὶ ὑψώσομεν τὸ ὄνομα αὐτοῦ ἐπιτοαυτό. Ὡς μὴ ἐξαρκῶν τὰ μεγαλεῖα ἐξαγγεῖλαι τοῦ Θεοῦ, εἰς τοῦτο αὐτὸ ὡς περισυλλαμβάνεσθαι καὶ τοὺς ἄλλους ἀξιοῖ καὶ συμπράττειν.
Προσέλθετε πρὸς αὐτὸν, καὶ φωτίσθητε. Ἀφ᾽ ὧν ἐδέξατο πεποιθὼς, καὶ τοὺς ἄλλους εἰς τοῦτο ἀνάγει. Οὗτος ὁ πτωχὸς ἐκέκραξε, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτόν. Μάθετε, φησὶν, ἐκ τῶν κατ᾽ ἐμὲ θαῤῥεῖν τῷ τῶν ὅλων Θεῷ. Εὐτελῆ γὰρ ὄντα με καὶ προβατέα τῆς οἰκείας προμηθείας ἠξίωσε, καὶ κρείττονα τῶν πολεμούντων ἀπέφηνε.
Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς. Τοῦτο συμφωνεῖ καὶ τοῦ Ἀποστόλου τοῖς ῥήμασι· περὶ γὰρ τῶν ἀγγέλων οὗτός φησιν· Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς λειτουργίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. Οὕτω καὶ ὁ μακάριος Ἰακὼβ προσευχόμενός φησιν· Ὁ ἄγγελος ὁ ῥυσάμενός με ἐκ πάντων τῶν κακῶν μου.
Οὕτω καὶ ὁ πατριάρχης Ἀβραὰμ πρὸς τὸν θαυμάσιον οἰκέτην ἔφη· Κύριος ὁ Θεὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ πρὸ προσώπου σου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἐκεῖθεν. Οὕτω καὶ ὁ μακάριος λέγει Ζαχαρίας· Ὁ ἄγγελος ὁ λαλῶν ἐμοί.
Γεύσασθε, καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος. Τοῦ ἀληθινοῦ ἄρτου, φησὶ, γεύσασθε, τοῦ καταβάντος ἐξ οὐρανοῦ. Μακάριος ἀνὴρ ὃς ἐλπίζει ἐπ᾽ αὐτόν· ἕξει γὰρ τὴν μέλλουσαν ζωήν. Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν. Δηλονότι ὁ τῶν Ἰουδαίων λαός. Οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. Τὸν ἕτερον λέγει τὸν τῶν ἐθνῶν.
Δεῦτε, τέκνα, ἀκούσατέ μου· φόβον Κυρίου διδάξω ὑμᾶς ... καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. Διδασκαλίαν ἐθνῶν παρατίθεται, ἧς πρῶτον τὸν φόβον τοῦ Θεοῦ εἶναί φησι· δεύτερον τὸ μὴ καταλαλεῖν ἀδελφοῦ· τρίτον, δόλου παντὸς παύειν τὰ χείλη· τέταρτον, ἀποχὴν παντὸς κακοῦ καὶ ἐπιτήδευσιν ἀγαθοῦ ἐν ἅπασιν. Ἐφ᾽ ἅπασιν δὲ τούτοις. εἰρήνην ἐπιδιώκειν καὶ ἀντέχεσθαι αὐτῆς. Εἰρήνη δὲ ὁ Χριστός. Τούτων δὲ τὴν ἐπιτήδευσιν ζωὴν εἶναι λέγει καὶ ἡμέρας ἀγαθάς.
Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν· ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν. Τὸ, ἔκκλινον ἀπὸ κακοῦ, ὁ φόβος διδάσκει· τὸ δὲ, ποίησον ἀγαθὸν, ἡ ἀγάπη. Διὸ μείζων ὁ ἀγαπῶν τοῦ φοβουμένου. Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. Μέγαν τῇ ἐπιτηδεύσει τῆς ἀρετῆς ἀποδέδωκε μισθὸν, τὸ ἐπόπτην ἔχειν Θεόν.
Φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν. Ὀστᾶ φησι τὰς τῆς ψυχῆς δυνάμεις. Αὐτὰ δέ εἰσι δικαιοσύνη, καρτερία, εὐσέβεια καὶ πᾶσα, ὡς εἰπεῖν, ἀρετή. Θάνατος ἁμαρτωλῶν πονηρός. Τὸν τῆς ψυχῆς θάνατόν φησιν, ὃν καὶ διαδέξεται πῦρ αἰώνιον, σκότος ἐξώτερον, ἀκοίμητος σκώληξ, κλαυθμὸς καὶ ὀδυρμὸς τῶν ὀδόντων. Γέεννα γὰρ αὐτοὺς καὶ σκότος διαδέχεται.
ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΛΔʹ. Ὑπόθεσις. Ἐκ προσώπου τοῦ πεποιθότος ἐπὶ Θεὸν καὶ πολεμουμένου ὑπὸ τῶν ἀφανῶν δυνάμεων τὰ προκείμενα λέγεται, ἢ καὶ ἐκ τοῦ χοροῦ τῶν ἀποστόλων. Εἰσάγεται δὲ καὶ πρόσωπον τοῦ Χριστοῦ, τὰ ἐπὶ τῷ πάθει παρὰ τῶν Ἰουδαίων εἰς αὐτὸν γεγενημένα διηγουμένου, πρὸς ὑπομονὴν καὶ καρτερίαν τῶν πολεμουμένων διὰ Θεόν.
Δίκασον, Κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με. Τῷ προσώπῳ τῶν ἀποστόλων ἁρμόσει ἡ πρόσοδος. Τοὺς Ἰουδαίους φησὶν, οἳ μὴ ἔχοντες ἐν ἑαυτοῖς εἰρήνην, πολέμους ἔχουσι, καὶ πολεμοῦσι Χριστὸν, ὅς ἐστιν εἰρήνη ἡμῶν. (Hactenus Graeca.) Ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ, καὶ ἀνάστηθι εἰς τὴν βοήθειάν μου. Ὅπλον καὶ θυρεὸν καὶ ῥομφαίαν τιμωρητικὰς δυνάμεις αἰνίττεται, τὰς ἐκπεμπομένας παρὰ Κυρίου πρὸς ἐπικουρίαν τῶν δικαίων.
Εἶπον τῇ ψυχῇ μου· Σωτηρία σού εἰμι ἐγώ. Τοῦτό σε, φησὶν, αἰτῶ εἰπεῖν τῇ ψυχῇ μου, ὡς γενήσῃ αὐτῇ βοηθός. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω. Εὐεργετοῦνται οἱ ἀπὸ τῆς ἀρετῆς ἐπὶ τὴν κακίαν ὁδεύοντες, ἐὰν εἰς τὰ ὀπίσω ἐπιστραφῶσιν.
Ἐλθέτω αὐτῷ ἡ παγὶς ἣν οὐ γινώσκει, καὶ ἡ θήρα ἣν ἔκρυψεν συλλαβέτω αὐτὸν, καὶ ἐν τῇ παγίδι πεσεῖται ἐν αὐτῇ. Ἀντεστράφη γὰρ εἰς κεφαλὰς πονηρῶν ἡ παγίς. Θηρεύσαντες γὰρ, εἰς θάνατον ἀντηγρεύθησαν, καὶ θανάτῳ παραδίδονται.
Ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ Κυρίῳ. Οἱ μὲν οὖν τὴν πάγην ἐξηρτυκότες, καὶ τὸ τῆς διαφθορᾶς κατὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ συνθέντες σκευώρημα, τὰς τῆς εἰς αὐτὸν παροινίας εἰσπραχθήσονται δίκας, κατά γε τοὺς ἀρτίως ἡμῖν εἰρημένους τρόπους· ἡ δέ γε ἐμὴ ψυχὴ, φησὶν, ἔξω παντὸς ἔσται δεινοῦ διηνεκές· ἤγουν ἀκατάληκτον ἔχουσα τὸ χαίρειν ἐπὶ Θεῷ, καὶ κατευφραίνεσθαι λίαν ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ.
Ἀναστάντες μοι μάρτυρες ἄδικοι, ἃ οὐκ ἐγίνωσκον ἠρώτων με. Ἐντεῦθεν εἰσάγεται τὸ τοῦ Χριστοῦ πρόσωπον παρὰ τῇ κρίσει τῶν ἀρχιερέων συκοφαντουμένου. Ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν καὶ ἀτεκνίαν τῇ ψυχῇ μου. Τοῦτό φησι, διὰ τὸ ἀναξίους αὐτοὺς ὀφθῆναι τοῦ κληθῆναι τέκνα Θεοῦ· ὅπερ μάλιστα ἐγνώριζεν αὐτὸς κατὰ τὸ, Ποσάκις ἠθέλησα ἐπισυνάγειν τὰ τέκνα σου!
Ἐγὼ δὲ, ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι, ἐνεδυόμην σάκκον. Ἐπένθει γὰρ αὐτῶν τὴν ἀπώλειαν, ὡς καὶ λυπεῖσθαι, καὶ ἀδημονεῖν, καὶ δακρύειν, καὶ προσεύχεσθαι ὑπὲρ τῆς ἁμαρτίας αὐτῶν. Καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου. Βεβαιῶν τὴν ἐνανθρώπησιν, καὶ νηστείας οὐκ ἀπέσχετο.
Καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται. Τοῦτο σημαντικὸν εἴη τοῦ ἐναπομεῖναι ἐκείνους τῇ ἁμαρτίᾳ. Οὐδὲν γὰρ ὠφελήθησαν, φησὶ, τῇ ὑπερβολῇ τῆς ἀγνοίας, τὴν προσευχὴν ὥσπερ ἐπανακάμψαι ποιήσαντες.
Ὡς πλησίον, ὡς ἀδελφὸν ἡμέτερον, οὕτως εὐηρέστουν. Ὥσπερ ἀδελφὸν, φησὶ, καὶ φίλον, οὕτως ἐσπούδαζον εὐεργετεῖν αὐτοὺς, βουλόμενος θεραπεύειν· διὸ καὶ ἐπένθουν ὑπὲρ αὐτῶν. Καὶ κατ᾽ ἐμοῦ εὐφράνθησαν, καὶ συνήχθησαν.
Ταῦτά μοι, φησὶ, τῆς ὑπὲρ αὐτῶν ὀδύνης ἀπεδίδουν τὰ ὀψόνια. Συνήχθησαν ἐπ᾽ ἐμὲ μάστιγες, καὶ οὐκ ἔγνων. Μαστίζοντές με, φησὶ, οὐκ ἐγίνωσκον οὐδὲ εὕρισκον αἰτίαν οὐδεμίαν κατ᾽ ἐμοῦ. Διεσχίσθησαν, καὶ οὐ κατενύγησαν. Ἐμερίσθη γὰρ τὸ πλῆθος, ὡς ὁ εὐαγγελιστής φησι, τῶν μὲν ἀγαθὸν εἶναι λεγόντων, τῶν δὲ πονηρόν. Καὶ τούτων γινομένων, φησὶν, οὐ κατενύγησαν, οὐδὲ συνῆκαν κατὰ τίνος αἱ πράξεις. Τοῦτο δὲ οὐκ ἐγκαλῶν εἶπεν, ἀλλὰ ποθῶν τὴν βοήθειαν. Πότε, φησὶν, ἐπιφαίνῃ καὶ ἐπαμυνεῖς ἀδικουμένῳ;
Ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆς κακουργίας αὐτῶν. Πάντα ὅσα πάσχει ἢ λέγει, ὑπὲρ τῆς ἡμετέρας σωτηρίας ποιεῖ, διὰ τὸ κατελθεῖν αὐτὸν, ἤγουν τὸν Χριστὸν, καὶ σαρκωθῆναι ἐξ ἡμῶν. Ἀπὸ λεόντων τὴν μονογενῆ μου. Λέοντάς φησι ἢ τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις, αἳ μόνον οὐχὶ κατεβρυχήσαντο τοῦ Χριστοῦ, ἢ τάχα που καὶ αὐτοὺς τοὺς τῶν Ἰουδαίων καθηγητάς. Οὕτω γὰρ αὐτῶν διαμνημονεύει λέγων διὰ φωνῆς Ἱερεμίας· Ἐγενήθη ἡ κληρονομία μου ὡς λέων ἐν δρυμῷ· διὰ τοῦτο ἐμίσησα αὐτήν. Μονογενῆ μὲν τὴν ἑαυτοῦ ψυχὴν ὀνομάζει, τὸ μονογενὲς τιθεὶς ἀντὶ τοῦ ἠγαπημένην.
Ἀεὶ γάρ πώς ἐστιν ἐν ἀγάπῃ πλείστῃ τὸ μονογενὲς ἐν τέκνοις. Οἱ μισοῦντές με δωρεὰν καὶ διανεύοντες ὀφθαλμοῖς. Ἀντὶ τοῦ, συντιθέντες δόλους. Ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν, καὶ ἐπ᾽ ὀργὴν δόλους διελογίζοντο. Τὸ, Διδάσκαλε ἀγαθέ· καὶ, Ὅτι οἴδαμεν ὅτι τὴν ἀλήθειαν διδάσκεις, καὶ ὅτι οὐ λαμβάνεις πρόσωπον ἀνθρώπου.
Καὶ ἐπλάτυναν ἐπ᾽ ἐμὲ τὸ στόμα αὐτῶν. Τὰς βλασφημίας τὰς ἐπὶ τῷ σταυρῷ γινομένας φησίν. Εἶπον· Εὖγε, εὖγε, εἶδον οἱ ὀφθαλμοὶ ἡμῶν. Ὡς κατ᾽ εὐχὴν αὐτοῖς τοῦ πέρατος ἐκβεβηκότος, τὸ κρεμασθῆναι αὐτὸν ἐπὶ τοῦ ξύλου. Τοῦτο δὲ ποιοῦσι καὶ οἱ ἐπαγαλλόμενοι τῇ θλίψει τοῦ δικαίου.
Εἶδες, Κύριε, μὴ παρασιωπήσῃς, Κύριε, μὴ ἀποστῇς ἀπ᾽ ἐμοῦ. Ἄνθρωπος γενόμενος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, οὐκ ἀποβαλὼν τὸ εἶναι Θεὸς, αἰτεῖ ὑπὲρ τῆς εἰς ἡμᾶς ἀδικίας γενομένης ὑπὸ τῶν δαιμόνων δικαστὴν γενόμενον τὸν Πατέρα, αἰτεῖ ἀποσκορπίσαι τῶν ὑπερηφάνων τὴν ὕβριν. Οὕτω γὰρ οἱ μὲν εἰς αἰσχύνην ἀποστραφήσονται, φησὶν, οἱ δὲ ἀγαλλιάσαιντο, τὰς ἐπὶ τῇ σωτηρίᾳ ἀνατιθέντες εὐχαριστίας.
Εἰς τέλος τῷ δούλῳ Κυρίου τῷ Δαυΐδ. ΨΑΛΜΟΣ ΛΕʹ. Ὑπόθεσις. Κατηγορίαν περιέχει ὁ παρὼν ψαλμὸς τῆς ὑπερηφανίας τοῦ λαοῦ τῶν Ἰουδαίων, καὶ τῆς κακίας ἔλεγχον· καὶ μὴν καὶ ὑμνολογίαν τῶν δικαίων κριμάτων, δι᾽ ὧν ἐποίησε τὴν ὑπ᾽ οὐρανόν· πρὸς δὲ τούτοις καὶ εὐχαριστίας πρὸς τὸν Πατέρα ὑπὲρ ὧν εὐηργέτησε διὰ Ἰησοῦ· ἐφ᾽ ἅπασι δὲ τούτοις εὐχὴν ἀσφαλιζομένην τοῦ μὴ πεσεῖν εἰς ὑπερηφανίαν.
Φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ. Οἴεται, φησὶν, ὁ κακίᾳ συντεθραμμένος μηδένα θεωρεῖν τῆς ψυχῆς αὐτοῦ κεκρυμμένα βουλεύματα. Τὸ γὰρ, φησὶν, ἀντὶ τοῦ, ἡγεῖται ἢ ὑπολαμβάνει, τέθεικεν. Αἴτιον δὲ τῆς τοιαύτης ἀναλγησίας τὸ μὴ δεδιέναι τὸν πάντα ἐφορῶντα δεσπότην. Οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ.
Ἅπαξ προθέμενος, φησὶ, τοῦ παρανομεῖν, ἔξω τῶν ὀφθαλμῶν αὐτοῦ τὸν τοῦ Θεοῦ τίθεται φόβον. Τῷ γὰρ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. Ὅτι ἐδόλωσεν ἐνώπιον αὐτοῦ. Ἑκὼν δὲ ταύτην ἔχει τὴν ἄγνοιαν, οὐ βουλόμενος λογιστεῦσαι τὰ πεπραγμένα, καὶ μισῆσαι τὰ κακῶς πεπραγμένα. Τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐτοῦ καὶ μισῆσαι. Οὐδὲ τοῦτο, φησὶ, λογίζεται, ὅτι ὁ Θεὸς εὑρίσκει τὴν ἁμαρτίαν αὐτοῦ, καὶ εὑρὼν αὐτὴν, μισεῖ καὶ αὐτὴν καὶ αὐτόν.
Τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομία καὶ δόλος. Ἀνομίαν μὲν, δι᾽ ἃς ἐπήγαγον ὕβρεις Χριστῷ· δόλον δὲ, ὅτι καὶ παγιδεύειν αὐτὸν βουλόμενοι, χρηστοῖς προσίεσαν λόγοις. Οὐκ ἠβουλήθη συνιέναι τοῦ ἀγαθῦναι. Ἑκὼν, φησὶν, ἑαυτὸν ἔξωσε τοῦ εὐπραγῆσαι.
Ἀνομίαν διελογίσατο ἐπὶ τῆς κοίτης αὐτοῦ· παρέστη πάσῃ ὁδῷ οὐκ ἀγαθῇ. Τὸ ἄϋπνον αὐτῶν τῆς εἰς Χριστὸν ἐπιβουλῆς σημαίνει. Κακίᾳ δὲ οἱ προσώχθησεν. Ἀντὶ τοῦ, τὴν κακίαν οὐκ ἐμίσησε. Κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου. Δείκνυσιν ὡς τῷ αὐτοῦ ἐλέει καὶ τὰ οὐράνια συνέστηκε, τοῦτ᾽ ἔστιν αἱ λογικαὶ δυνάμεις. Καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν.
Ἡ δικαιοσύνη σου ὡς ὄρη Θεοῦ. Ἀληθεῖς, φησὶ, καὶ βεβαίας τὰς διὰ τῶν προφητῶν ἐπαγγελίας ἔδειξας· νεφέλαι γὰρ οἱ προφῆται. Ἔδειξας δὲ ταύτας ἀληθεῖς, πλῆθος δικαιοσύνης χορηγήσας τοσοῦτον, ὡς ὄρεσι παραβάλλεσθαι Θεοῦ. Τὰ κρίματά σου ἄβυσσος πολλή. Τοσαύτην δὲ ἔχων ἀλήθειαν καὶ δικαιοσύνην, τίνος ἕνεκεν μακροθυμεῖς ἀγνοῶ· τὸ τῆς ἀβύσσου γὰρ ἀθεώρητον μιμεῖταί σου τὰ κρίματα· καθάπερ γὰρ ἐκείνης ἀνθρώποις ἀθεώρητος ὁ βυθὸς, οὕτως ἀνέφικτος τῶν σῶν κριμάτων κατανόησις.
Ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε. Περὶ τῶν δύο λαῶν εἰρηκὼς ὁ Ἀπόστολος, Συνέκλεισεν ὁ Θεὸς τοὺς πάντας εἰς ἀπείθειαν, ἵνα τοὺς πάντας σώσῃ, ἐπήγαγεν· Ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ! Καὶ ἐνταῦθα ὅμοιόν ἐστιν· ἐπειδὴ γὰρ ἔμελλε τῶν δύο λαῶν τὴν σωτηρίαν διηγήσασθαι, οἳ καὶ σημαίνονται διὰ τῶν ἀνθρώπων καὶ τῶν κτηνῶν· ἀνθρώπων μὲν τῶν ἐξ Ἰσραὴλ ὡς κατηχουμένων ἐκ τοῦ νόμου, καὶ νοούντων τὰ διαφέροντα· κτηνῶν δὲ ὡς ἀλογωτέρων τῶν ἐξ ἐθνῶν· παιδευθέντες γὰρ οἱ ἐξ Ἰουδαίων τὸ μυστήριον διὰ νόμου καὶ προφητῶν, ἐξέπεσον· οἱ δὲ οὐδέποτε ἀκηκοότες οἱ ἐξ ἐθνῶν προσελήφθησαν· τούτου χάριν προείρηκε· Τὰ κρίματά σου ἄβυσσος πολλή. Ἀνθρώπους λέγει πάλιν, τοὺς τὴν λογικὴν ἀξίαν φυλάττοντας· κτήνη δὲ, τοὺς εἰς γῆν κάτω νεύοντας, καὶ τὰ γήϊνα βοσκομένους φρονήματα.
Οὐ μόνον οὖν δικαίους, ἀλλὰ καὶ ἁμαρτωλοὺς εἰς σωτηρίαν ἐκάλεσεν. Οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσι. Τουτέστι, σκεπαστὴν καὶ βοηθόν σε ἕξουσι τοῦ εὐαγγελικοῦ λόγου, φησίν. Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς.
Χειμάῤῥους τρυφῆς ἐστιν ὁ Χριστὸς κατὰ τὸ εἰρημένον· Ἐκκλίνω ἐπ᾽ αὐτοὺς ὡς χειμάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν. Ἔστι δὲ καὶ πηγὴ ζωῆς καὶ φῶς ἐκ φωτός. Μὴ ἐλθέτω μοι ποῦς ὑπερηφανίας. Ἔξω τοῦ πάθους ἀξιοῖ γενέσθαι. Καὶ χεὶρ ἁμαρτωλοῦ μὴ σαλεύσαι με. Μηδὲ μετακινησάτω με, φησὶ, τῆς παρὰ σοὶ στάσεως πρᾶξις ἄτοπος.
ΨΑΛΜΟΣ τῷ Δαυΐδ. Λϛʹ. Ὑπόθεσις. Διδασκαλίαν περιέχει ὁ ψαλμὸς, εἰσηγούμενος τῷ νέῳ λαῷ ἀποχὴν μὲν τῶν πονηρῶν, ἐπιτήδευσιν δὲ τῶν ἀγαθῶν· ἐξ ἑκατέρων πείθων, ἔκ τε τῆς τοῖς ἀγαθοῖς ηὐτρεπισμένης ἐλπίδος, ἔκ τε τῆς τοῖς πονηροῖς ἀποκειμένης κολάσεως.
Μὴ παραζήλου ἐν πονηρευομένοις, μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν. Παραινεῖ φεύγειν τὴν πονηρίαν, ὡς ἔκπτωσιν εἶναι παντὸς ἀγαθοῦ ταύτης ὑπογράφων τὸ τέλος. Καὶ κατασκήνου τὴν γῆν, καὶ ποιμανθήσῃ ἐπὶ τῷ πλούτῳ αὐτῆς. Γῆν λέγει τὴν θεόπνευστον Γραφὴν, ἐν ᾗ ὁ πλοῦτος τῶν ἁγίων, τουτέστιν αἱ ἐπαγγελίαι.
Παραινεῖ διαπαντὸς τῶν θείων προσχέσθαι λογίων, ἔρωτι τῶν ἐν αὐτοῖς ἀποκειμένων τοῖς ἁγίοις ἀγαθῶν. Ἀποκάλυψον πρὸς Κύριον τὴν ὁδόν σου, καὶ ἔλπισον ἐπ᾽ αὐτὸν, καὶ αὐτὸς ποιήσει. Ἔσῃ, φησὶ, φανερῶς τὴν ἀρέσκουσαν αὐτῷ βαδίζων ὁδόν.
Καὶ ἐξοίσει ὡς φῶς τὴν δικαιοσύνην σου. Δῆλον γάρ ἐστιν, ὅτι ἐν τῷ μέλλοντι αἰῶνι, ὡς αὐτὸς ὁ Κύριος εἴρηκεν, ὅτι οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος. Φῶς δὲ δικαιοσύνης γνῶσις· ἐπειδὴ καὶ ἡ δικαιοσύνη κανών ἐστιν ἀρετῶν. Καὶ τὸ κρῖμά σου ὡς μεσημβρίαν. Ἀντὶ τοῦ· Κρινεῖ σε ἄξιον ὄντα φωτός.
Καὶ αὐτὸς ποιήσει. Ὅταν ἐπ᾽ αὐτῷ, φησὶν, ἐλπίσῃς, τότε καὶ αὐτὸς ποιήσει. Τί δὲ ποιήσει διαδείκνυσιν ἐπενεγκών· Ἐξοίσει ὡς φῶς τὴν δικαιοσύνην σου, καὶ τὸ κρῖμά σου ὡς μεσημβρίαν. Τότε δὲ ἐξοίσει, φησὶν, ἀντὶ τοῦ ἐμφανῆ καταστήσει, καὶ οἷον περίοπτον ἀποφανεῖ, λαθεῖν οὐκ ἐῶν τῆς εὐζωίας τὸ κάλλος. Ἔσται γὰρ ἅπασιν ἐναργὴς ἡ δικαιοσύνη σου δίκην φωτὸς ἀναλάμπουσα, φωτὸς μεσημβρινοῦ. Μεσημβρία γε μὴν ὀνομάζεται τῆς ἡμέρας αὐτὸ τὸ μεσαίτατον. Οὐ μόνον, φησὶ, δικαιοῖ τὸν ἐξομολογούμενον, καὶ κρῖμα αὐτῷ προσφέρει χρηστότητος, ἀλλὰ καὶ εἰς φῶς αὐτοῦ προσφέρει τὴν δικαιοσύνην τουτέστι γνωρίζει πᾶσιν, ὅτιπερ αὐτὸν ἐδικαίωσεν.
Οἷος ἦν ὁ λῃστὴς, οὗ τὸ κρῖμα ἐν μεσημβρίᾳ κατὰ τὸ μέσον τῆς ἡμέρας σταυρούμενος ὁ Ἰησοῦς ἐξήγαγε, καὶ τὴν ἐπ᾽ αὐτῷ δικαιοσύνην εἰς φῶς, τουτέστιν εἰς πάντων γνῶσιν ἤνεγκεν. Ἡ γὰρ ἐπ᾽ αὐτῷ φωνὴ, Ἀμὴν, ἀμὴν λέγω σοι, σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ, εἰς φανερὸν τῇ οἰκουμένῃ, μᾶλλον δὲ φῶς τῇ οἰκουμένῃ γεγένηται, προτροπὴ πᾶσι τοῖς ἐν μετανοίᾳ τυγχάνουσιν. Οὐκ ἔσται, φησὶ, κεκαλυμμένον τὸ τῆς δικαιοσύνης λαμπρὸν, ὥσπερ νῦν, ἀλλ᾽ ἐπιφανὲς ὥσπερ ἥλιος ἐν μεσημβρίᾳ, ὥσπερ ὁ Κύριός φησι· Τότε οἱ δίκαιοι λάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν.
Ὑποτάγηθι τῷ Κυρίῳ καὶ ἱκέτευσον αὐτόν. Αὐτὸς μὲν, φησὶ, ἄξιον ὄντα φωτὸς ἀποδείξει ἐν τῷ μέλλοντι αἰῶνι· σὺ δὲ ἐνταῦθα ὑποτάγηθι. Μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὐτοῦ. Μὴ μιμήσῃ, φησὶν, εὐδαιμονίαν ἐκ παρανομίας συγκροτουμένην. [Μὴ θαύμαζε ἄνθρωπον παράνομον κατευθυνόμενον, μηδὲ μιμήσῃ εὐδαιμονίαν ἐκ παρανομίας συγκροτουμένην, μηδὲ πράττειν ἐρεθίζου τὰ ὅμοια· ἀλλ᾽ εἰ καὶ κατὰ ῥοῦν αὐτῷ φέρεται πάντα, μὴ δάκνου μηδὲ δυσφόρει, ὅτι μὴ διδόασι δίκην οἱ πονηροὶ, ἀλλ᾽ ἐν εὐθηνείᾳ διάγουσιν, ὡς μή τινος τὴν τίσιν εὐθύνοντος.
Κρεῖσσον ὀλίγον τῷ δικαίῳ· ἀντὶ τοῦ, μεῖζόν ἐστι μικρὸν ἔλεος τοῦ Κυρίου ὑπὲρ πάντα τὸν πλοῦτον τοῦ κόσμου.] Παῦσαι ἀπὸ ὀργῆς, καὶ ἐγκατάλειπε θυμόν. Μὴ ἴδῃς αὐτῶν τὴν εὐημερίαν, ἀλλὰ πρόσμεινον τὸ τέλος, καὶ ὄψει τὸν ὄλεθρον. Ὀργὴ δέ ἐστιν ὄρεξις τιμωρίας· τιμωρία δέ ἐστι κακοῦ ἀνταπόδοσις. Μὴ παραζήλου ὥστε πονηρεύεσθαι. Εὖ ἴσθι, ὅτι οἱ μὲν τῆς θείας ἐλπίδος σφᾶς αὐτοὺς ἀναρτήσαντες, καὶ τὸν ἐπιεικῆ προαιρούμενοι βίον, ἐν ἀπραγμοσύνῃ καὶ εἰρήνῃ διατελοῦσι, τρυφὴν ἔχοντες μόνιμον τοῦ συνειδότος τὴν καθαρότητα· οἱ δὲ τῇ προσκαίρῳ εὐημερίᾳ θαῤῥοῦντες ταχεῖαν δέξονται τὴν μεταβολὴν, καὶ λήθῃ παραδοθήσονται παντελεῖ.
Καὶ ζητήσεις τὸν τόπον αὐτοῦ, καὶ οὐ μὴ εὕρῃς. Ὅμοιον τῷ εἰρημένῳ· Οἱ δὲ ἀσεβεῖς ὁλόῤῥιζοι ἀπολοῦνται. Καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης. Τρυφὴ δικαίου, πλῆθος εἰρήνης ἐστίν· ἀπάθεια δὲ ψυχῆς, μετὰ γνώσεως τῶν ὄντων ἀληθοῦς.
Παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον. Τοῦτο καὶ ἐπὶ τοῦ διαβόλου ληφθῆναι πρόσφορον, καὶ διὰ τούτων παραψυχὴν τοῖς ἀδικουμένοις προσφέρει. Δείκνυσι γὰρ τὸν μὲν παράνομον λυποῦντα καὶ μεμηνότα κατὰ τῶν ἀπράγμονα βίον ἀσπαζομένων, τὸν δὲ δίκαιον κριτὴν καταγελῶντα τῆς ἐγχειρήσεως, ἅτε δὴ τὴν ταχεῖαν αὐτοῦ τελευτὴν προορῶντα.
Ὁ δὲ Κύριος ἐκγελάσεται αὐτόν. Διαγελᾷ, φησὶ, τὰς κατὰ τοῦ δικαίου ἐπιβουλὰς τοῦ ἁμαρτωλοῦ· εἰδὼς, ὡς ἔστησεν ἡμέραν καθ᾽ ἣν τῷ μὲν ἀποδώσει τὴν αἰώνιον ζωὴν, τῷ δὲ τὴν αἰώνιον κόλασιν. Ῥομφαίαν ἐσπάσαντο οἱ ἁμαρτωλοὶ, ἐνέτειναν τόξον αὐτῶν ... ἡ ῥομφαία αὐτῶν εἰσέλθοι εἰς καρδίαν αὐτῶν. Ταῦτα, φησὶ, πεπόνθασιν οἱ πονηροὶ δαίμονες, ἃ ποιήσειν τοῖς ἁγίοις ἐπεβούλευσαν.
Γινώσκει Κύριος τὰς ὁδοὺς τῶν ἀμώμων. Ἀντὶ τοῦ, ἀποδέχεται καὶ τιμᾷ. Καὶ ἡ κληρονομία αὐτῶν εἰς αἰῶνα ἔσται. Ἄφθαρτοι γὰρ καὶ αἰώνιοι τῶν ἁγίων αἱ ἀνταποδόσεις. Οὐ καταισχυνθήσονται ἐν καιρῷ πονηρῷ. Ἐν τοῖς τῶν διωγμῶν, φησὶ, καιροῖς, ἐκλειπόντων τῶν διδασκάλων, αὐτὸς ὁ Κύριος τῷ ἑαυτοῦ πνεύματι θρέψει τοὺς εἰς αὐτὸν πιστεύοντας. [Οὐ καταισχυνθήσονται ἐν καιρῷ πονηρῷ.
Καιρὸς πονηρὸς ὁ τῆς κατὰ τῶν ἀσεβῶν ὀργῆς, ἐν ᾧ οἱ μὲν τῆς δικαιοκρισίας τοῦ Θεοῦ πειραθήσονται· οἱ δὲ δόξαν καὶ τιμὴν, καὶ ἀφθαρσίαν, καὶ ζωὴν αἰώνιον ἀπολήψονται.] Δανείζεται ὁ ἁμαρτωλὸς, καὶ οὐκ ἀποτίσει. Οὐκ ἀντιδίδωσι, φησὶν, ὁ ἁμαρτωλὸς εὐχαριστίαν ὑπὲρ ὧν εὐεργετεῖται παρὰ Θεοῦ. Ὁ δὲ δίκαιος οἰκτείρει, καὶ δίδωσιν. Ἀντιδίδωσι, φησὶν, οἰκτιρμοὺς, τὸν ἑαυτοῦ Δεσπότην μιμούμενος.
Ὅτι οἱ εὐλογοῦντες αὐτὸν κληρονομήσουσι γῆν. Ὅμοιον τὸ εἰρημένον πρὸς Ἀβραάμ· Τοὺς εὐλογοῦντάς σε εὐλογήσω, καὶ τοὺς καταρωμένους σε καταράσομαι. Παρὰ Κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται. Ἀποδέχεται, φησὶν, ἣν ποιεῖται κατὰ τὸν βίον πρακτικὴν πορείαν.
Ὅταν πέσῃ οὐ καταῤῥαχθήσεται. Εἰ καὶ, φησὶν, συμβῇ ὀλίγον τι παρασφαλῆναι τὸν δίκαιον, οὐκ ἀδικηθήσεται ἔχων ἀντιστηρίζοντα τὸν Θεόν. Οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους. Τοὺς νοητούς φησιν, οἵτινές εἰσιν οἱ θεῖοι λόγοι.
Καὶ κατασκήνου εἰς αἰῶνα αἰῶνος. Καὶ κληρονομήσεις, φησὶ, τὰς αἰωνίους σκηνάς. Δίκαιοι δὲ κληρονομήσουσι γῆν. Πολλαχοῦ τῆς διδομένης γῆς τοῖς πραέσιν ἐμνημόνευσε, προτρεπόμενος εἰς ἐπιθυμίαν αὐτῆς. Στόμα δικαίου μελετήσει σοφίαν. Προσήκει, φησὶν, κἂν τῇ γλώττῃ, κἂν ἐν τῇ διανοίᾳ τὰ θεῖα λόγια περιφέρειν, καὶ τὴν τούτων μελέτην ποιεῖσθαι διηνεκῶς· οὕτως γὰρ τὸ πρακτέον μανθάνων ὁ τῆς ἀρετῆς ἐραστὴς, ἀτρεμὴς μενεῖ καὶ ἀσάλευτος, τῶν καταβάλλειν ἐπιχειρούντων περιγενόμενος. Ταῦτα καὶ ἐν τῷ πρώτῳ ψαλμῷ ἔφη· Ἀλλ᾽ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτὸς, καὶ τὰ ἑξῆς. Καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν. Δικαιοκρισίαν οὐ τὴν δικαστικὴν, ἀλλὰ τὴν ἐξ ἀπλανοῦς καὶ ὑγιοῦς κριτηρίου.
Ὁ νόμος τοῦ Θεοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ. Κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον. Ὁ δὲ Κύριος. Διαφόρως τὰ αὐτὰ λέγει, τῇ πλείονι μελέτῃ μονιμωτέραν κατασκευάζων τὴν μνήμην. Λέγει δέ· Οὐ περιόψεται τὸν δίκαιον ὁ Δεσπότης ἐπιβουλευόμενον ὑπὸ τῶν πονηρῶν, οὐδὲ συμψηφιεῖται αὐτοῖς τὰ τοιαῦτα τολμῶσιν· ἀλλ᾽ ὑπερπηδῆσαι παρασκευάσει τὰ δίκτυα. Ταύτης ἀπήλαυσεν Ἀβραὰμ τῆς προνοίας, δὶς ἁρπαγείσης τῆς Σάῤῥας· ταύτης ὁ Ἰσαὰκ, αὐτὸ τοῦτο παθών· ταύτης ὁ Ἰακὼβ, ὑπ᾽ ἀδελφοῦ καὶ κηδεστοῦ φθονούμενος· ταύτης ὁ Ἰωσὴφ, ὑπὸ φθόνου καὶ συκοφαντίας πολεμηθείς. Καὶ τί δεῖ καταλέγειν ἅπαντα; ῥᾴδιον γὰρ τοῖς φιλομαθέσι καὶ τὰ πάλαι συλλέξαι, καὶ θεωρῆσαι τὰ νέα.
Οὐδὲ μὴ καταδικάσεται αὐτὸν ὅταν κρίνηται αὐτόν. Ἀντὶ τοῦ, ἐν τῷ κρίνεσθαι αὐτόν. Ἐν τῷ ἐξολοθρεύεσθαι ἁμαρτωλοὺς ὄψει. Ἐκκοπτομένους, φησὶ, τοὺς ἁμαρτωλοὺς θεάσῃ. Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον, καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου. Κατὰ τὸ εἰρημένον· Σκιὰ ὁ βίος ἡμῶν.
Καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν. Θεασάμενος, φησὶν, ἄνδρας πονηροὺς εὐημεροῦντας, ἐνενόουν πῶς τούτου ἐπέτυχον· εἶτα τοιαῦτα ἐννοῶν καὶ δεύτερα βουλευόμενος, θεωρῆσαι αὐτοὺς οὐκ ἴσχυσα· ἀλλ᾽ οὐδὲ τὸν τόπον, ἐν ᾧ ἑστάναι ἐδόκουν, οὐκ ἠδυνάμην εὑρεῖν.
Φύλασσε ἀκακίαν, καὶ ἴδε εὐθύτητα, ὅτι ἔστιν ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ. Καὶ ἡ τιμωρία, φησὶ, τῶν πονηρῶν, καὶ τὸ ἐγκατάλειμμα, ἤτοι ἡ κληρονομία τῶν ἀγαθῶν, παρασκευαζέτω σε ἐπιτηδεύειν ἁπλότητα.
ΨΑΛΜΟΣ τῷ Δαυῒδ εἰς ἀνάμνησιν περὶ τοῦ Σαββάτου. ΛΖʹ. Ὑπόθεσις Τοῦτον ᾄδει τὸν ψαλμὸν, ἀναμιμνήσκων ἑαυτὸν τῆς συνεχούσης ταλαιπωρίας, ἧς ὑπέμεινε διὰ τὴν ἁμαρτίαν. Ἀξιοῖ δὲ δι᾽ ἑαυτοῦ τὸν Θεὸν, σαββατισμοὺς αὐτῷ δοῦναι, ἤτοι ἀνάπαυσιν τῶν συμφορῶν.
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. [Οἱ ταῖς κολάσεσι διακονούμενοι δαίμονες, καὶ αἱ τιμωρητικαὶ δυνάμεις, τοῦ Θεοῦ ὀργὴ καὶ θυμὸς λέγονται. Ἱκετεύει οὖν μὴ διὰ πονηρῶν δυνάμεων ἐλεγχθῆναι, μηδὲ δι᾽ ἀποστολῆς ἀγγέλων σκυθρωπῶν παιδευθῆναι, ἀλλὰ διὰ λόγων σωτηρίων.] Παιδεύει ἡμᾶς ὁ Κύριος, εἰς ἀνάμνησιν ἄγων τῆς ἀρετῆς. Ὁ δὲ ἅγιος οὐ τὸν ἔλεγχον ἢ τὴν παιδείαν παραιτεῖται, ἀλλὰ τὴν μετ᾽ ὀργῆς καὶ θυμοῦ.
Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι. Βέλη τὰς τιμωρητικὰς δυνάμεις φησί. Καὶ ἐπεστήριξας ἐπ᾽ ἐμὲ τὴν χεῖρά σου. Καθήψατό μου, φησὶν, ἡ χείρ σου, ὑπὲρ τῆς ἁμαρτίας παιδεύουσα. Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου. Λελώβημαι τὴν σάρκα, ἐπενηνεγμένης μοι τῆς ὀργῆς. Οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου.
Ἐξησθένησε, φησὶν, ἡ δύναμις τῆς ἐμῆς ψυχῆς· ἡ δὲ αἰτία τῆς ἀσθενείας, ἡ ἁμαρτία. Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου. Κατέκαμψέ με, φησὶν, τὸ βαρὺ τῆς ἁμαρτίας φορτίον. Ἀνιᾷ δέ με καὶ τῶν σεσηπότων ἐκείνων τραυμάτων ἡ δυσοσμία, ἃ, τὴν φρόνησιν ἀποβαλὼν, καὶ τῇ ἀφροσύνῃ δουλεύσας, εἰσεδεξάμην. Οὗ δὴ χάριν πάσης θυμηδίας ἐστερημένος, ἀσχάλλω καὶ ἀλύω διηνεκῶς, καὶ τῆς σκυθρωπότητος μεταβολὴν οὐχ εὑρίσκω. Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾽ ἐμέ. Βαρύτητα τὴν τῆς συνειδήσεως εἰς ἀπόγνωσιν ὤθησιν μετ᾽ ἐπιτάσεώς φησιν.
Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Πᾶσα γὰρ ἁμαρτία μυσαρά τε καὶ δυσώδης· εἰ μὴ γὰρ εἰς ἀφροσύνην καταπέσοι ἡ ψυχὴ, οὐκ ἂν ὑπομένοι τὴν ἁμαρτίαν. Ἐντεῦθεν τὴν φύσιν τῆς ἁμαρτίας γινώσκομεν.
Ὁποία τίς ἐστι, πλὴν ὅτι ἀπὸ ἀφροσύνης ἡμῖν συμβαίνουσιν αἱ ἁμαρτίαι; Ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. Λεκτέον τοῦτο πρὸς τοὺς γελῶντας πολλὰ καὶ τερπομένους. [Ἐταλαιπώρησα καὶ κατεκ., καὶ τὰ ἑξῆς. Βαρύτητα τῆς συνειδήσεως ὡς εἰς ἀπόγνωσιν ὤθησιν.
Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμῶν. Ἐπειδήπερ φησὶν, ἐπὶ τὸ καταπαίζειν μου λοιπὸν τοὺς ἐχθρούς μου ἑώρων· τοὺς νοητοὺς δὲ λέγει.] Ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα. Ἐξ ἐκείνης, φησὶ, τῆς ἐπιθυμίας ἐτρύγησα τὸ κύπτειν εἰς γῆν, καὶ διηνεκῶς ὀλοφύρεσθαι διὰ τὰς πικρὰς τῆς καρδίας ὀδύνας. Τούτου χάριν τῆς ἐπιθυμίας μεταβαλὼν τὴν ἐνέργειαν, ὑπουργὸν αὐτὴν κατέστησα τοῦ θείου βουλήματος. Τοῦτο γὰρ ἐπήγαγεν· Ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. Μαστίζων τὸ συνειδὸς, τὴν καρδίαν μου στεναγμοὺς ἀφιέναι ἐποίουν.
Καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη. Τῆς μετανοίας, φησὶν, ὁ πόθος στήτω ἐνώπιόν σου, ᾗ ἔχω ἐπιθυμίᾳ σωθῆναι βουλόμενος. Καὶ τίς ἡ ἐπιθυμία τοῦ Χριστοῦ; τὸ ὑπὲρ ἡμῶν ἐπιτελέσαι Πάσχα. Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου. Τὸ διαλογιστικὸν καρδίαν φησί. Καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ᾽ ἐμοῦ. Τὸ φῶς τῶν ὀφθαλμῶν τὸ πνεῦμα τὸ ἐκλάμπον τοῖς τῆς διανοίας αὐτοῦ ὄμμασιν.
Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν. Ἐν τῷ πεπληγέναι με, φησὶν, ἀντέστησάν μοι. Ταῦτα δὲ λέγει διὰ τὸν Ἀβεσσαλὼμ καὶ τὸν Ἀχιτόφελ. Καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν. Οἱ γὰρ συνυπουργοῦντες αὐτῷ ἄγγελοι ἐγκατέλιπον αὐτὸν διὰ τὴν ἁμαρτίαν. Τάχα γὰρ καὶ αἱ δυνάμεις αἱ ἅγιαι ὑποχωροῦσιν ἐν καιρῷ πειρασμοῦ πρὸς δοκιμὴν τοῦ πειραζομένου, ἢ πρὸς κόλασιν.
Καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου. Εἰκότως, τῶν ἀγγέλων καταλιπόντων αὐτὸν, σφοδρότερον οἱ δαίμονες ἐπετίθεντο. Καὶ οἱ ζητοῦντες τὰ κακά μοι, ἐλάλησαν ματαιότητας. Ἐλάλουν, φησὶ, πρὸς ἑαυτοὺς, ἐπιβουλήν μοι σκευάζοντες.
Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ τὰ ἑξῆς. Ταῦτα, φησὶν, λαλούντων αὐτῶν, οὐδὲ ἀκούειν ἐδόκουν, οὐδὲ λαλεῖν τῆς, παῤῥησίας μου διὰ τῆς ἁμαρτίας ἀφῃρημένης. Ὅτι ἐπὶ σοὶ, Κύριε, ἤλπισα ... ὅτι εἶπα· Μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου. Τῶν τοσούτων, φησὶ, συμβάντων κακῶν, μίαν ἔχω σωτηρίας ἐλπίδα, τὴν ἐκ σοῦ γενησομένην μοι ἐπικουρίαν.
Καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ᾽ ἐμὲ ἐμεγαλοῤῥημόνησαν. Μέγα, φησὶ, δέδωκε φρονεῖν αὐτοὺς κατ᾽ ἐμοῦ ἡ ἁμαρτία σαλεύσασά μου τοὺς πόδας. Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διαπαντός. Ἡδέως δέχεσθαι τὴν ἐπιστρεπτικὴν παιδείαν φησίν.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ, καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. Διὰ δὴ τοῦτο κατήγορος ἐμαυτοῦ γίνομαι, καὶ πᾶσαν φροντίδα τῆς ὑγιείας ποιήσομαι. Οἱ δὲ ἐχθροί μου ζῶσι, καὶ κεκραταίωνται ὑπὲρ ἐμέ. Καίτοι, φησὶ, μὴ ἀνεπαισθήτως ἔχων τῆς ἁμαρτίας, ἀλλὰ μεριμνῶν περὶ αὐτῆς διαπαντὸς, ὁρῶ τοὺς ἐχθρούς μου κραταιουμένους. Οὗτοι δὲ οἱ ἐχθροὶ, μηδὲν ἄδικον παρ᾽ ἐμοῦ πεπονθότες, διαβάλλοντές μου τὴν ἁμαρτίαν, καὶ πρόφασιν αὐτὴν ποιούμενοι τοῦ κατ᾽ ἐμοῦ πολέμου, κατεδίωκόν με, δίκαια λέγοντες ποιεῖν. Τοιγαροῦν καὶ γεγένημαι παρ᾽ αὐτοῖς ὡς νεκρὸς ἐβδελυγμένος· διὸ δὴ καὶ δέομαι, σὲ τὸν Κύριον μὴ ἀποστῆναι ἀπ᾽ ἐμοῦ· σπεῦσαι δὲ μᾶλλον εἰς τὴν βοήθειαν τὴν ἡμετέραν.
ΨΑΛΜΟΣ ΛΗʹ. Εἰς τὸ τέλος, Ἰδιθοὺμ ᾠδὴ τῷ Δαυΐδ. Ὑπόθεσις. Ἱεροψάλτης ὑπάρχων Ἰδιθοὺμ, καὶ προφητικῇ χάριτι κατεστεμμένος, ᾠδὴν ἀναβάλλεται, προσωποποιίαν εἰσφέρων αὐτοῦ τοῦ Δαυῒδ ἐξομολογουμένου ἐπὶ τῇ ἁμαρτίᾳ.
Εἶπα· Φυλάξω τὰς ὁδούς μου. Ἀπόδειξις σαφὴς ἱδρυμένης καρδίας. Ἐθέμην τῷ στόματί μου φυλακὴν ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου. Παριστάμενοι γὰρ αὐτῷ οἱ νοητοὶ ἐχθροὶ, ὠνείδιζον αὐτοῦ τὴν ἁμαρτίαν.
Ἐκωφώθην, καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν. Λοιδορούμενος, φησὶν, οὐκ ἀντελοιδόρουν, συνιδὼν τὴν ἔκπτωσίν μου τῶν ἀγαθῶν. Καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη. Ἀντὶ τοῦ λέγειν πρὸς τοὺς λοιδοροῦντας, τῆς ἁμαρτίας ἀνεμίμνησκον ἐμαυτῷ.
Ἡ δὲ μνήμη τῆς ἁμαρτίας οἷα πῦρ περὶ τὴν καρδίαν μου ἐγένετο. Καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ. Ἐν τῷ ἀναμιμνήσκεσθαί με τοῦ ἁμαρτήματος, φησὶν, ἐκαιόμην πυρί. Ἐλάλησα ἐν γλώσσῃ μου· Γνώρισόν μοι, Κύριε, τὸ πέρας μου. Τὸ, ἐν γλώσσῃ, οἷον ἠρέμα καὶ ψιθυρίζων, καὶ μὴ εἰς πολλοὺς ἐκφέρων τὸν λόγον.
Ὁ δὲ λόγος ἐρώτησις ἦν περὶ τῶν λοιπῶν ἡμερῶν. Ἠρώτα δὲ, μαθεῖν βουλόμενος εἰ ἐξαρκέσει αὐτῷ εἰς μετάνοιαν ὁ λοιπὸς τῶν ἡμερῶν χρόνος. Ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου· καὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου. Εἰ καὶ εἰς μῆκος, φησὶ, παρατείνει μοι ζωὴ, ὡς οὐδὲν ἐνώπιόν σου λογισθήσεται. Εἰ γὰρ χίλια ἔτη ἐν ὀφθαλμοῖς σου ὡς ἡμέρα μία, τί ἂν εἴη χρόνος ἑνὸς ἀνθρώπου;
Τοῦτο πάλιν ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· Ἰδοὺ ὡς σπιθαμὰς ἔδωκας τὰς ἡμέρας μου, καὶ ἡ βίωσίς μου ὡς οὐδὲν ἄντικρύς σου. Σὺ μὲν γὰρ ἄναρχος καὶ ἀπέραντος· ὁ δὲ ἡμέτερος βίος οἷόν τισι σπιθαμαῖς καὶ παλαισταῖς ἐκμεμέτρηται. Διὰ τούτου παρεδήλωσε τὸ ὀλιγοχρόνιον τῆς ἀνθρωπίνης ζωῆς.
Πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν. Μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος, πλὴν μάτην ταράσσεται. Εἰ δὲ, φησὶν, ἐν εἰκόνι, καὶ οὐκ ἐν ἀληθείᾳ πορεύεται ἄνθρωπος, εἰκότως ματαιότητα προεῖπεν· ἐπειδὴ οὐ τὴν ἀληθινὴν ζωὴν, ἀλλ᾽ ἐν εἰκόνι τινί· οὐδὲ τὴν σπουδὴν τῶν ὄντων ἀγαθῶν ποιοῦμεν· διὸ καὶ μάτην ταραττόμεθα. Ὁ βίος, φησὶ, τῶν ἐπὶ γῆς, ἅτε περὶ φροντίδας στρεφόμενος κοσμικὰς, κριθείη ἂν ματαιότης. Ἢ οὕτως· Σύμπαντα τὰ ἔτη τῆς ἡμετέρας ζωῆς ἀτμίς ἐστιν ἐνώπιόν σου· ἀντὶ γὰρ ματαιότητος ὁ Σύμμαχος ἀτμὶς ἐξέδωκε. Θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά. Ἐπειδὴ οὐ τὴν ἀληθῆ ζῶμεν ζωὴν νῦν, ἀλλὰ τὴν ὡς ἐν εἰκόνι· οὐδὲ περὶ τὰ ὄντως ἀγαθὰ ποιούμεθα τὴν σπουδήν· διὸ μάτην ταρασσόμεθα, περὶ τὰς κοσμικὰς ἐπιθυμίας στρεφόμενοι, συνάγοντες θησαυροὺς, ὧν οὐκ ἴσμεν διαδόχους.
Καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ Κύριος; Εἰκότως τὴν ἐλπίδα ἐπὶ Κύριον ἔχειν φησὶν, ἅτε καταγνοὺς τῶν ἐν βίῳ περισπασμῶν. Καὶ ἡ ὑπόστασίς μου παρὰ σοί ἐστιν. Ἡ προσδοκία, ἤτοι ἡ ὑπομονή. Ὄνειδος ἄφρονι ἔδωκάς με. Μὴ παραδῷς με, φησὶν, εἰς ὀνειδισμὸν, διὰ τὸ εἰς ἐμὲ εἶναί σε τὸν λοιδορούμενον.
Ἐκωφώθην, καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, ὅτι σὺ ἐποίησας. Λοιδορούμενος, φησὶν, ἐσίγων, εἰδὼς ἀκριβῶς περὶ αὐτῆς, ὅτι σὺ εἶ ὁ τιμωρίας ἤτοι παιδείας χάριν τάξας με εἰς αὐτὸ τοῦτο ὀνειδίζεσθαι. Ἀπόστησον ἀπ᾽ ἐμοῦ τὰς μάστιγάς σου. Τὰς γινομένας αὐτῷ παρὰ τῶν δαιμόνων τιμωρίας λέγει, οὐ συγχωροῦντος αὐτοῖς τοῦ Θεοῦ. (Reg. 1 sic.) Τὰς γινομένας αὐτῷ παρὰ τῶν δαιμόνων τιμωρίας παρὰ τοῦ Θεοῦ λέγει, ὡς συγχωροῦντος αὐτὸν διὰ τὴν ἁμαρτίαν παθεῖν. Ἀπὸ γὰρ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλιπον. Πολλάκις ἤδη τὴν κολάζουσαν δύναμιν χεῖρα τοῦ Θεοῦ λέγεσθαι ἐμνημονεύσαμεν.
Ὅταν αὐτοὺς ἰσχυρῶς μαστίζῃ, ἐκλείπει ὁ κολαζόμενος, καθὸ τοιοῦτός ἐστιν, ἀσθενὴς δηλονότι καὶ μὴ δυνάμενος ἐφ᾽ ἱκανὸν ἀντέχειν πρὸς μάστιγας. [Πλὴν μάτην ταράσσονται. Ὁ ἐν ἀνομίᾳ ζῶν, ὡς καὶ τοιαύτης παιδείας δεηθῆναι.] Ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον.
Ἐλέγχων με, φησὶν, ἐπὶ τῇ ἁμαρτίᾳ, ἐπαίδευσας. Τῆς δεήσεώς μου ἐνώτισαι. Ἀντὶ τοῦ, Εἰσάκουσον, καὶ συγχώρησον τὴν ἁμαρτίαν πρὸ τῆς τελευτῆς. [Τοῦτο γὰρ σημαίνει· Ὅτι πάροικός εἰμι.] Ἄνες μοι, ἵνα ἀναψύξω. Πρὸ τῆς τελευτῆς μου, φησὶν, ἁμαρτιῶν πάρασχον ἄφεσιν, ἵνα θαῤῥῶν εἰς ᾅδου πορεύσωμαι. Καὶ οὐκέτι ὑπάρξω Οὐχ ὑπάρξω τοιοῦτος οἷος ἂν καὶ γενοίμην ἐκ τῆς πρὸς σοῦ μοι γενομένης ἀνέσεως. Ἄνεσις δὲ Θεοῦ ἐστιν ἀπάθεια ψυχῆς μετὰ γνώσεως τῶν ὄντων ἀληθοῦς.
Εἰς τὸ τέλος ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΛΘʹ. Ὑπόθεσις. Ἀναφέρεται ἡ ᾠδὴ ἐκ προσώπου τοῦ νέου λαοῦ τοῦ ἀνακομισθέντος ἐκ λάκκου ταλαιπωρίας. Εἶτα μεταξὺ εἰσφέρεται τὸ τοῦ Χριστοῦ πρόσωπον, τοὺς εὐχαριστοῦντας διδάσκων τῆς οἰκονομίας τὸν τρόπον· εἶτα πάλιν τῶν πιστευσάντων ἐκ τοῦ Ἰσραὴλ τὸ πρόσωπον, ἀξιούντων ῥυσθῆναι τῆς διὰ τὴν ἀπείθειαν ἁμαρτίας, ἅμα δὲ καὶ διηγουμένων αὐτοῖς τὰ συμβεβηκότα διὰ τὴν ἀπιστίαν κακά.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχεν μοι. Ὅμοιον τῷ· Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν. Καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας. [Καὶ τί σοι παρέσχεν; Εἰσακούσας εἶπεν· Ἀνήγαγεν ἐκ βάθους τῆς ἁμαρτίας, καὶ ἐκ τῆς ἡδυπαθείας τοῦ πηλώδους σώματος, ἢ ἐκ τῶν τοῦ θανάτου πυλῶν, καὶ ἐκεῖσε φθορᾶς, ἢ ἐκ τοῦ κόσμου περισπασμῶν.] Καὶ ἀπὸ πηλοῦ ἰλύος. Ἐκ βάθους ἁμαρτίας αἳ ἰλύος δίκην καταπάσσουσι τοὺς ἁλόντας ἐν αὐταῖς. Λάκκος γὰρ ταλαιπωρίας, κακία καὶ ἀγνωσία. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου. Φησὶν ὁ ἀπόστολος Παῦλος, ὅτι Ἡ πέτρα ἦν ὁ Χριστός· ἔμαθον γὰρ τὴν ἀρέσκουσαν Θεῷ βαδίζειν ὁδὸν, ἤτοι διὰ τῆς πρακτικῆς καὶ τῶν ὀρθῶν δογμάτων.
Καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινὸν, ὕμνον τῷ Θεῷ ἡμῶν. Τὸν νόμον τὸν εὐαγγελικόν· μετὰ γὰρ τὴν ἀπάθειαν ᾄδομεν ἆσμα καινὸν ἀνακαινισθέντος τοῦ οἴκου ἡμῶν. Ὄψονται πολλοὶ, καὶ φοβηθήσονται καὶ ἐλπιοῦσιν ἐπὶ Κύριον. Διεδόθη γὰρ εἰς πάντα κόσμον τὸ κήρυγμα.
Μακάριος ἀνὴρ οὗ ἐστι τὸ ὄνομα Κυρίου ἐλπὶς αὐτοῦ, καὶ οὐκ ἐπέβλεψεν εἰς ματαιότητας καὶ μανίας ψευδεῖς. Μόνον τὸν τὴν ἐλπίδα ἐπιγραψάμενον εἰς Θεὸν μακάριόν φησιν, οὐ τὸν περισπασθέντα βιωτικαῖς μερίμναις, αἵτινες καὶ μανία καὶ ψεῦδός εἰσιν. [Ἐλπὶς αὐτοῦ. Εἶτα καὶ εἰς προτροπὴν ἕτερον ἐπιφέρει· Μακαριστὸς, φησὶ, τῷ ὄντι, ὃς τὸν Θεὸν μόνον ἔσχεν ἐλπίδα, καὶ οὐκ ἐπέβλεψεν εἰς τὰς περὶ τὸν παρόντα βίον σπουδὰς, αἳ ματαιότητές εἰσι, καὶ μανίαι ψευδεῖς, καὶ εἰς κενὸν φροντίδες. Μανία δὲ σώφρων ἡ τοῦ παρόντος βίου κατάστασις, δι᾽ ἣν καὶ ἐξεστηκότες τοῖς πολλοῖς ἐδόκουν οἱ προφῆται, ἐφ᾽ ᾗ καὶ σεμνυνόμενος καὶ ὁ δίκαιος λέγει· Εἶπα ἐν τῇ ἐκστάσει μου.] Πολλὰ ἐποίησας σὺ, Κύριε ὁ Θεός μου, τὰ θαυμάσιά σου. Ἃ πέπραχας, φησὶν, ἐν τῷ τῆς οἰκονομίας καιρῷ, πολλά ἐστι καὶ θαυμάσια· ἃ καὶ ἑτέροις ἀπήγγειλα. Ἡ δὲ ἐπαγγελία ὅλην, φησὶ, διέδραμε τὴν ὑπ᾽ οὐρανὸν, ὡς καὶ κρείττονας ἀριθμοῦ γενέσθαι τοὺς πιστεύσαντας.
Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι. Ἐντεῦθεν εἰσφέρεται τὸ τοῦ Χριστοῦ πρόσωπον πρὸς τὸν Πατέρα λέγον. Ἐπειδὴ, φησὶ, θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, οὔτε μὴν ηὐδόκησας ἐν ὁλοκαυτώμασι τοῖς κατὰ τὸν νόμον· ἥκω σῶμα λαβὼν ὅπερ αὐτός μοι κατηρτίσω.
Πνεῦμα γὰρ ἅγιον καὶ Ὑψίστου δύναμις ἐπεσκίασε τῇ ἁγίᾳ Παρθένῳ. Ἥκω δὲ ἵνα τὸ σὸν ποιήσω θέλημα. Ποῖον γὰρ ἦν τὸ θέλημα τοῦ Πατρὸς, ἢ ὃ αὐτὸς ὁ Κύριος ἐξηγήσατο εἰρηκώς· Τοῦτό ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν ὃ δέδωκέ μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ τῇ ἐσχάτῃ ἡμέρᾳ;
Τὸ δὲ, ἐν κεφαλίδι βιβλίου, ταύτην ἔχει τὴν ἑρμηνείαν. Κεφαλίδα οἱ Ἑβραῖοι τὸν τόμον φασίν. Ἡσαΐας δὲ τὸ τῆς ἐνανθρωπήσεως μυστήριον τοῦ Μονογενοῦς διδασκόμενος ἤκουσε· Λαβὲ τόμον καινὸν, καὶ γράψον ἐν αὐτῷ γραφίδι ἀνθρώπου. Συμβαίνει ὡς οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλὰ σαρκίναις, γραφήσονται τὰ θεσπίσματα τοῦ καινοῦ νόμου, καθώς φησι δι᾽ Ἱερεμίου τοῦ προφήτου· Διδοὺς δώσω νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν γράψω αὐτοὺς, ἵνα δηλοῖ, ὅτι τοῖς ἐνδοτάτοις καὶ νοητοῖς τῆς καρδίας ταμείοις ἡ Ἐκκλησία τὸν καινὸν παραδέξηται νόμον, καὶ τὰς ἐντολὰς σφόδρα θελήσῃ.
Εὐηγγελισάμην δικαιοσύνην ἐν Ἐκκλησίᾳ μεγάλῃ. Ἐκκλησία μεγάλη ἡ κατὰ πᾶν ἔθνος πιστεύσασα τῷ Σωτῆρι ψυχή· ἣ καὶ δεδικαίωται αὐτὸν ἔχουσα τὸν δικαιοῦντα τὸν ἀσεβῆ. Τὴν δικαιοσύνην σου οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου. Δικαιοσύνην μὲν τὴν δι᾽ αὐτοῦ κεκηρυγμένην φησὶ, τὴν ὑπὲρ νόμον καὶ σκιάν· τὸ δὲ, ἔγνως, ἀντὶ τοῦ, ἰδιοποιήσω.
Τὴν ἀλήθειάν σου καὶ τὸ σωτήριόν σου εἶπα. Οὐ σεσίγηκα, φησὶ, οὐδὲ συνέσχον ἐν ἐμαυτῷ τὴν ἀλήθειάν σου. Ἀλήθειαν δέ φησι τὸ εὐαγγελικὸν κήρυγμα. Ἀλλ᾽ οὐδὲ ἔκρυψα τὸ σωτήριόν σου, τουτέστι τῆς παρὰ σοῦ δοθείσης σωτηρίας τὴν ὁδὸν, ἤτοι τὴν διὰ τῆς πίστεως χάριν. Συναγωγὴν δὲ πολλὴν, τὴν ἐκ τοῦ Ἰσραὴλ καὶ τῶν ἐθνῶν συνειλεγμένην Ἐκκλησίαν φησίν. Ἀποκαλύπτει γὰρ ὁ Χριστὸς τοὺς περὶ ἐλέους καὶ ἀληθείας λόγους τῇ φύσει τῇ λογικῇ, καὶ τοὺς περὶ σωτηρίας. Καὶ τοὺς μὲν περὶ ἀληθείας λόγους εὑρήσει ἐν τῇ θεωρίᾳ, τοὺς δὲ περὶ σωτηρίας ἐν τῇ πρακτικῇ.
Σὺ δὲ, Κύριε, μὴ μακρύνῃς τοὺς οἰκτιρμούς σου ἀπ᾽ ἐμοῦ. Διδάξαντος τοῦ Χριστοῦ τὸ περὶ τῆς οἰκονομίας μυστήριον, εἰσκομίζεται τοῦ Ἰσραὴλ τὸ πρόσωπον τοῦ μείναντος ἐν ἀπειθείᾳ. Ὡς γὰρ ἀπειθήσας τῷ ἐλέει τοῦ Θεοῦ, καὶ διὰ τοῦτο παρεωραμένος, καὶ ἐν παντὶ γεγονὼς κακῷ, ἀνανήφει πρὸς μετάγνωσιν, κατοικτείρεσθαι παρακαλῶν. Σημαίνεται δὲ ἡ ἐπ᾽ ἐσχάτου καιροῦ γενησομένη κλῆσις αὐτῶν.
Τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου διαπαντὸς ἀντιλάβοιντό μου. Ὁμολογοῦμεν, φησὶν, ὅτι αὐτὸς εἶς ὁ πάλαι σώζων ἡμᾶς καὶ ἀντιλαμβανόμενος. Καὶ τυχοῦσα τῆς σωτηρίας ἡ τοῦ Θεοῦ Ἐκκλησία, δεῖται πάλιν τῆς τοῦ Θεοῦ προμηθείας διὰ τὰς παντοδαπὰς τῶν ἀνθρώπων καὶ δαιμόνων ἐπαναστάσεις, ὧν ἐν τοῖς ἑξῆς μνήμην ποιεῖται.
Ὅτι περιέσχον με κακὰ ὧν οὐκ ἔστιν ἀριθμός. Τὰ μετὰ τὴν ἀπιστίαν τὴν εἰς Χριστὸν συμβεβηκότα αὐτοῖς διηγεῖται κακά. Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου, καὶ ἡ καρδία μου ἐγκατέλιπέ με. Ὅμοιον ὡσεὶ ἔλεγεν· Ἴσος γέγονα τοῖς οὐκ ἔχουσι νοῦν ἢ καρδίαν· γέγονε γὰρ λαὸς μωρὸς, καὶ οὐχὶ σοφός.
Ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ θέλοντές μοι κακά. Ἢ τῶν νοητῶν ἐχθρῶν καταβοῶσιν, ἢ τῶν Γραμματέων καὶ Φαρισαίων τῶν ἐπιβουλευσάντων τῇ σωτηρίᾳ τῆς ψυχῆς αὐτοῦ, λεγόντων αὐτῶν περὶ Χριστοῦ ποτὲ μέν· Οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν Βεελζεβούλ· ποτὲ δέ· Δαιμόνιον ἔχεις, τίς σε ζητεῖ ἀποκτεῖναι;
Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης· Κύριος φροντιεῖ μου. Ὁ πάνυ θρασὺς Ἰσραὴλ, ἐν μεταγνώσει γενόμενος, πένητα καὶ πτωχὸν ἑαυτὸν ἀποκαλεῖ. Καὶ μὴν καὶ αὐτὸν ἔχειν τὸν Κύριον τὴν ἐλπίδα ἐπιγράφεται. Βοηθός μου καὶ ὑπερασπιστής μου εἶ σύ· ὁ Θεός μου, μὴ χρονίσῃς. Εἰς δὲ ταῦτα τὰ τέλη, φησὶ, προβήσεται ἡ Ἐκκλησία πτωχεύσασα πρότερον καὶ διὰ πενίας πολλῆς ἐλθοῦσα ἐν κόσμῳ, καὶ τῇ παρὰ σοῦ πλουτήσασα δυνάμει, καὶ τῇ παρὰ σοῦ δοξασθεῖσα ἐπικουρίᾳ, ἣν αἰτεῖ μὴ χρονίζειν, καὶ διὰ τὴν αἴτησιν οὐ χρονιεῖ, καθὰ λέγεται τό· Ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ.
Εἰς τὸ τέλος ΨΑΛΜΟΣ τῷ Δαυΐδ. Μʹ. Ὑπόθεσις. (Incerto auctore.) Ὁ προκείμενος ψαλμὸς μακαρίζει τοὺς πιστεύσαντας εἰς αὐτὸν τὸν Χριστόν· καὶ μὴν καὶ ἀμοιβὰς αὐτοῖς τῆς πίστεως δίδωσι τὴν παρ᾽ αὐτοῦ ἐπικουρίαν.
Εἰσφέρεται δὲ καὶ αὐτὸ τοῦ Σωτῆρος τὸ πρόσωπον, καταλέγον τῶν τε ἀρνόντων τοῦ Ἰουδαίων λαοῦ καὶ αὐτοῦ τοῦ προδότου ἐξαιρέτως Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα. Πτωχὸν καὶ πένητα τὸν Χριστὸν ἀποκαλεῖ κατὰ τὸ εἰρημένον· Πλούσιος ὢν ἐπτώχευσε δι᾽ ἡμᾶς.
Ἠθικὴν ἐνταῦθα διδασκαλίαν τῆς προφητείας προέταξεν, ὠφελῆσαι τὸν ψαλμὸν τὰ ἐξ ἑκατέρου βουλόμενος. Καὶ τίνα μακαρίζει; τὸν ἐπὶ πτωχὸν συνιέντα καὶ πένητα· τουτέστι τὸν νοοῦντα, ὅτι τούτου χάριν ὁ Χριστὸς πλούσιος ὢν ἐπτώχευσε, ἵνα καὶ ἡμεῖς τοὺς πτωχοὺς ὡς ἀδελφοὺς τοῦ ἡμετέρου Δημιουργοῦ καὶ κριτοῦ ἐλεήσωμεν. Καὶ τί τῆς φιλοπτωχίας τὸ κέρδος; Ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος. Δηλοῖ δὲ τὴν τῆς κρίσεως ὀδύνας τοῖς ἁμαρτωλοῖς καὶ πόνους ἐπιφέρουσαν. Ῥύσεται φῶς τοὺς φιλοπτώχους ὁ Κύριος. Χρεωστεῖ γὰρ αὐτοῖς φιλανθρωπίαν, ὡς αὐτὸς τὴν ἐλεημοσύνην παρ᾽ αὐτοῖς δανεισάμενος· καὶ διὰ μὲν τοῦ Σολομῶντος εἰπών· Ὁ ἐλεῶν πτωχὸν δανείζει Θεόν· οἰκείᾳ δὲ γλώττῃ· Ἐφ᾽ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος. Ἡμέραν πονηρὰν τὴν τῶν πειρασμῶν ἐπίθεσίν φησι καὶ τὰς διώξεις τῶν ἐχθρῶν. Αἰνίττεται δὲ, οἶμαι, καὶ τὴν τῆς κρίσεως ἡμέραν φοβερὰν οὖσαν, καὶ τῶν παρανόμων κακωτικήν.
Ὑπισχνεῖται τὴν εἰλικρινῆ γνῶσιν τῆς πτωχείας ἐκείνης· τῶν τῆς φοβερᾶς αὐτὸν ἡμέρας ἀπαλλάξαι κακῶν. [Μακάριος ὁ ἀνὴρ ἐκεῖνος ὁ ἐννοῶν ἃ προσῆκε περὶ τῶν πενήτων, ἀντὶ τοῦ· Ὁ συνιέναι δυνάμενος τὴν πτωχείαν, ἢν δι᾽ ἡμᾶς ἀνείληφεν ὁ Χριστός.] Κύριος διαφυλάξαι αὐτὸν καὶ ζήσαι αὐτὸν, καὶ μακαρίσαι αὐτὸν ἐν τῇ γῇ, καὶ μὴ παραδῷ αὐτὸν εἰς χεῖρας ἐχθρῶν αὐτοῦ. Ἐχθρῶν τῶν νοητῶν δηλονότι.
Ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀῤῥωστίᾳ αὐτοῦ. Πρὸς τὰ ἀμείνω μετενεχθήσεται, φησὶ, καὶ μεταβολὴν ἕξει πρὸς εὐρωστίαν. Ἔθος γὰρ τῇ θείᾳ Γραφῇ τὴν στροφὴν ἀντὶ τῆς μεταβολῆς τιθέναι, ὡς τό· Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί.
Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου. Καὶ ὑπὲρ τῆς ἰδίας ἁμαρτίας ὁ Δαυῒδ εὔχεται, ἅτε δὴ ἐν ἑαυτῷ εἰδὼς ἕνα τῶν συνιέντων ἐπὶ πτωχὸν καὶ πένητα. Πάλιν τὰς ἀνθρώπων ἁμαρτίας ἰδίας ὁ ὑπὲρ ἀνθρώπων πάσχων λέγει, καὶ τὸν ἐπὶ ταύταις ἔλεον εἰς ἡμᾶς ἐφ᾽ ἑαυτοῦ ζητεῖ, ὃς λύει τὴν τῶν ἀγνοούντων ἐπ᾽ αὐτῷ καταφρόνησιν, ἐκφαίνων τὴν δόξαν· ἐπ᾽ αὐτοῦ μὲν κατὰ τὴν ἰδίαν δύναμιν, ἐφ᾽ ἡμῶν δὲ κατὰ τὴν Χριστοῦ χάριν.
Οἱ ἐχθροί μου εἶπον κακά μοι. Ἐντεῦθεν τὸ πρόσωπον εἰσφέρεται τὸ τοῦ Χριστοῦ, διηγούμενον τὰ παρὰ τῶν Ἰουδαίων αὐτῷ γεγενημένα. Μέχρι μὲν τοῦ παρόντος στίχου περὶ πάσης τῆς καθολικῆς Ἐκκλησίας εἰρηκέναι τὸν προφήτην ὑποληπτέον, ὡς ἑκάστῳ τῶν σπουδαίων ἁρμόττειν μᾶλλον ἢ τῷ Κυριακῷ ἀνθρώπῳ. Οὐ γὰρ, ὥς τινες ὑπειλήφασι, περὶ αὐτοῦ καὶ μόνου φάσκει τὰ εἰρημένα· οὐ γὰρ ἔφησε μετὰ τοῦ ἄρθρου· Μακάριος ὁ συνιὼν ἐπὶ τὸν πτωχὸν καὶ πένητα. Τοῦτο δὲ χωρὶς ἄρθρου λεγόμενον τὸν τινὰ σημαίνει καὶ μερικόν. Μετὰ δὲ ταῦτα μέτεισιν ἀπὸ τῶν ἄλλων τῆς Ἐκκλησίας μελῶν ἐπ᾽ αὐτὸν ἐκεῖνον τὸν Κύριον δηλονότι Χριστὸν, ὅστις δὴ καί φησιν· Οἱ ἐχθροί μου, καὶ τὰ ἑξῆς.
Πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ; Βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος γάρ. Καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει. Ταῦτα περὶ τοῦ Ἰούδα φησίν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐσχηκὼς εἴσοδον πρός με, διὰ τὸ τετάχθαι ἐν μαθηταῖς, δίγλωσσος καὶ πολυπράγμων ἦν· ἐλάλει γὰρ μάτην, τουτέστιν οὐκ ἀληθὴς ἦν. Ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ. Ἐκεκρίκει, φησὶ, παραδοῦναι τοῖς φθονοῦσιν ἐμέ. Ἐξεπορεύετο ἔξω, καὶ ἐλάλει ἐπὶ τὸ αὐτό· τὸ, Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν;
Κατ᾽ ἐμοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροί μου. Τὰ κατ᾽ αὐτοῦ τῶν Ἰουδαίων σκώμματα, τὰς κατ᾽ αὐτοῦ τῶν Ἰουδαίων συσκευὰς σημαίνει, καὶ τὰ λεληθότα σκέμματα, τοὺς ἀρχιερεῖς τοὺς συμφωνοῦντας πρὸς τὸν Ἰούδαν λέγων, οἵτινες ἐψιθύριζον, τὰ περὶ τοῦ Ἰησοῦ σύμφωνα πρὸς τὸν Ἰούδαν τιθέμενοι.
Ἐψιθύριζον· οὐδὲ γὰρ ἐτόλμων φανερῶς ταῦτα τὸ πλῆθος εὐλαβούμενοι τίθεσθαι. Λόγον παράνομον κατέθεντο κατ᾽ ἐμοῦ. Τὸ, Ἆραι, ἆραι, σταύρωσον αὐτόν. Οὗτος δὲ ὅτι παράνομος ἦν, δῆλον ἐκ τοῦ εἰρημένου· Ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς. Μὴ ὁ κοιμώμενος, οὐχὶ προσθήσει τοῦ ἀναστῆναι; Διαγελᾷ τῶν Ἰουδαίων τὰ σκέμματα ὡς οἰομένων διὰ τοῦ θανάτου θραύειν αὐτὸν ὡς ἕνα τῶν καθ᾽ ἡμᾶς. Ὁ δέ φησι· Πῶς νομίζετε θανάτῳ περιβαλεῖν τὴν ζωήν; Ὕπνος γάρ ἐστιν ἐμοὶ τὸ παθεῖν. Ἀναγκαίως δὲ λέγει τῇ κοιμήσει τὴν ἀνάστασιν ἕπεσθαι. Ἡ δὲ κοίμησίς ἐστιν ὁ θάνατος· ἀναγκαίως τῷ θανάτῳ ἀκολουθήσει καὶ ἡ ἀνάστασις.
Καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου ἐφ᾽ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ᾽ ἐμὲ πτερνισμόν. Ἐμπαιγμὸν, ἐπιβουλὴν, δόλον. Εἰρήνης ἄνθρωπον τὸν Ἰούδαν φησὶ, διὰ τὸ δοκεῖν ἐν τοῖς εὐνοοῦσιν αὐτῷ τετάχθαι καὶ φίλοις· τόγε ἥκων εἰς τὸ εἶναι μαθητήν.
Σὺ δὲ, Κύριε, ἐλέησόν με, καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς. Ἀνθρωπίνως μᾶλλον διὰ τὴν κένωσιν πρὸς τὸν ἑαυτοῦ Πατέρα ποιεῖται τὸν λόγον, καίτοι αὐτὸς ὢν τὸ ἔλεος τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ἡ ἀνάστασις καὶ ἡ ζωή.
Ἐν τούτῳ ἔγνων, ὅτι τεθέληκάς με. Λαλεῖ πάλιν ὡς ἄνθρωπος, ἵνα ἑαυτὸν παραθῇ τῷ Θεῷ καὶ Πατρί. Ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ᾽ ἐμέ. Εἰ μὲν ἐκ προσώπου τῆς ἀνθρωπότητος ταῦτα λέγει ὁ Χριστὸς, ἐχθρὸς ἂν νοηθείη ὁ τὸν θάνατον ἡμῖν κατασκευάσας· εἰ δὲ ὡς ἐξ αὐτοῦ τοῦ Χριστοῦ, τῶν Ἰουδαίων τοὺς ἄρχοντάς φησιν. Ὅτι γὰρ λελύπηνται, δῆλον ἐκ τοῦ συκοφαντῆσαι αὐτοῦ τὴν ἀνάστασιν.
Ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου. Ἡ πάντων ἀντίληψις ἀντιλήψεως τετυχηκέναι φησίν· οὐκ αὐτὸς ταύτης δεόμενος, καθ᾽ ὃ νοεῖται Θεὸς, ἀλλὰ γενόμενος ἄνθρωπος, ὑπὲρ ἀνθρώπων ποιεῖται λόγους. Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος.
Σφραγίζει καὶ νῦν εἰς εὐχαριστίαν τὴν προκειμένην ᾠδήν. Ἀπὸ τοῦ παρόντος, φησὶν, εἰς τὸν μέλλοντα· οὐκοῦν ἀπὸ μὲν τοῦ παρόντος ἡ εὐλογία παρ᾽ ἡμῶν εἰς τὸν Θεὸν ἄρχεται, τελειοῦται δὲ ἐν τῷ μέλλοντι· ἐκ μέρους γὰρ γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν, ὅθεν καὶ ἐκ μέρους εὐλογοῦμεν· Ὅταν δὲ ἔλθῃ τὸ τέλειον, φησὶν ὁ Παῦλος, τὸ ἐκ μέρους καταργηθήσεται.
Τῇ γὰρ ἐπὶ τὸ μεῖζον προκοπῇ τὸ ἀπὸ μέρους παύεται. Διὰ τοῦτο ὁ Ψαλμῳδὸς ἐπήγαγε, Γένοιτο, γένοιτο, καὶ διπλασιάζει τὴν εὐχήν. Μακάριον γὰρ ἐντεῦθεν τῆς εὐλογίας τῆς εἰς τὸν Θεὸν διὰ πίστεως καὶ τῆς τῶν ἄλλων ἀγαθῶν κατορθώσεως ἄρξασθαι, οὕτω τε αὐτὴν στεφανῶσαι εἰς τὸν αἰῶνα τὸν μέλλοντα, ὡς οἵ γε ἀσεβεῖς καὶ ἄπιστοι εὐλογεῖν ἐκεῖ τὸν Θεὸν οὐκ ἐπιτρέπονται. Εἰδέναι δὲ δεῖ, ὅτι τὴν ψαλμικὴν ταύτην προφητείαν εἰς πέντε τινὲς διελόντες βίβλους, μέχρι τούτου τοῦ ψαλμοῦ τὴν πρώτην νομίζουσιν· ἐπειδὴ πρὸς τῷ τέλει στέφανον ὥσπερ τὴν εὐλογίαν τὴν εἰς Θεὸν κέκτηται. Ὅθεν οὕτω διαιροῦσι καὶ τὰς ὑπάρξεις τὰς τέσσαρας.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.