Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἔλεγχος τῆς ὑποκρίσεως Μελετίου καὶ Εὐσεβίου

Μέγας Αθανάσιος

Διάκριση της θείας φύσης του Υιού από την κτιστή ομοιότητα

Αναπτύσσεται το επιχείρημα ότι ο Υιός δεν είναι απλώς όμοιος με τον Θεό, όπως ο άνθρωπος, αλλά ταυτίζεται κατ' ουσίαν με τον Πατέρα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 3

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ Ἔλεγχος τῆς ὑποκρίσεως τῶν περὶ Μελέτιον, καὶ Εὐσέβιον τὸν Σαμοσατέα κατὰ τοῦ Ὁμοουσίου. Ἄνθρωπος καθ᾽ ὁμοίωσιν Θεοῦ γέγονε, καὶ ἔστιν οὐ Θεὸς ὁ ἄνθρωπος· τὸ γὰρ ὅμοιόν τινι οὐκ ἔστιν αὐτὸ ἐκεῖνο, ᾧ ὁμοιοῦται. Ὡς καὶ τὸ, ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ καὶ σπέρματι, καὶ οὐδὲν τούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν· καὶ, ὅμοιος ἀνθρώπῳ οἰκοδεσπότῃ ὁ μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἀλλ᾽ οὐκ οἰκοδεσπότης οὗτος· καὶ ἕτερα τοιαῦτα πολλά. Ὅμοια δὲ καὶ ἐν τοῖς σώμασι, λύκος κυνὶ, ἀλλ᾽ οὐ κύων ἐστί· καὶ κασσίτερος ἀργύρῳ, ἀλλ᾽ οὐκ ἄργυρος· χαλκὸς χρυσῷ, ἀλλ᾽ οὐ χρυσός· καὶ κόκκινον αἵματι, ἀλλ᾽ οὐχ αἷμα· καὶ γύψος χιόνι, ἀλλ᾽ οὐ χιών· καὶ ἄλλα διάφορα τοιαῦτα θεωρεῖται. Θεῷ οὖν οὐχ ὅμοιος ὁ Υἱὸς, Θεὸς ὢν, ἀλλ᾽ ἓν καὶ τοῦτο· ὡς γέγραπται· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Καὶ θεότητα ἡρμήνευσε τὴν ἑνότητα· θεότητα δὲ οὐχ οἵαν τῶν θεοποιηθέντων· ἅτε δὴ ἀντιτιθεὶς αὐτὴν πρὸς ἐκείνην, ὡς ἔχει τὸ λόγιον τοῦ Κυρίου· Θεὸς γάρ ἐστιν, οὐχ ὡς ἄνθρωπος ὁ καθ᾽ ὁμοίωσιν Θεοῦ γενόμενος· καὶ Θεὸς ὀνομαζόμενος τῇ ὁμοιώσει, οὐ τῇ φύσει· ὁμοιωμένην ἔχων Θεῷ τὴν οὐσίαν· καὶ δὴ καὶ προκόπτων ἐν τῇ ὁμοιότητι· καθ᾽ ἣν ἤδη φύσιν, «Τέκνα Θεοῦ ἐσμεν,» καὶ «Ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα.»