Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολαὶ τέσσαρες πρὸς Σεραπίωνα

Μέγας Αθανάσιος

Επιστολή τέταρτη: Ανασκευή των νέων πνευματομαχικών σοφισμάτων

Η τέταρτη επιστολή, που ελέγχει τα κακόδοξα ερωτήματα περί ενδοτριαδικών συγγενειών, διασαφηνίζει το ασύγχυτο των θείων υποστάσεων και ολοκληρώνεται με τριαδολογική ομολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 7 από 7

ΕΠΙΣΤΟΛΗ ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ΣΕΡΑΠΙΩΝΑ ΟΜΟΙΩΣ ΠΕΡΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ. Ἐνέτυχον καὶ τῇ νῦν γραφείσῃ παρὰ τῆς σῆς εὐλαβείας ἐπιστολῇ, καὶ πάνυ θαυμάσας τὴν ἀναίδειαν τῶν αἱρετικῶν, συνεῖδον, ὡς οὐδὲν οὕτως ἁρμόζει περὶ αὐτῶν εἰπεῖν ἢ τὸ τοῦ Ἀποστόλου παράγγελμα· »Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼς, ὅτι ἐξέστραπται ὁ τοιοῦτος, καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος.» Διεστραμμένην γὰρ ἔχων τὴν διάνοιαν, οὐχ ἵν᾽ ἀκούσας πεισθῇ, οὐδ᾽ ἵνα μαθὼν μεταγνῷ, πυνθάνεται, ἀλλ᾽ ἕνεκά γε τῶν ἀπατηθέντων παρ᾽ αὐτοῦ, μὴ ἄρα σιωπήσας καταγνωσθῇ καὶ παρ᾽ αὐτῶν. Ἤρκει οὖν τὰ προειρημένα· ἤρκει, τοσαύτας ἀποδείξεις λαβόντας αὐτοὺς, παύσασθαι τῆς κατὰ τοῦ ἁγίου Πνεύματος δυσφημίας. Ἀλλ᾽ οὐκ ἠρκέσθησαν· πάλιν δὲ ἀναιδεύονται, ἵνα δείξωσιν, ὅτι λογομαχεῖν μελετήσαντες, καὶ λοιπὸν Πνευματομαχοῦντες, ἔσονται μετ᾽ ὀλίγον νεκροὶ τῇ ἀλογίᾳ. Ἀμέλει κἂν ἀποκρίνηταί τις καὶ πρὸς τὰς νῦν αὐτῶν ἐρωτήσεις, οὐδὲν ἧττον ἐφευρεταὶ κακῶν ἔσονται· μόνον ἵνα ζητοῦντες μὴ εὕρωσιν, ἢ ἀκούσαντες μὴ νοήσωσιν.

Οἷαι δὲ αὐτῶν αἱ σοφαὶ ἐρωτήσεις; Εἰ οὐκ ἔστι κτίσμα τὸ ἅγιον Πνεῦμα, οὐκοῦν, φασὶν, Υἱός ἐστι, καὶ ἀδελφοὶ δύο ὁ Λόγος καὶ αὐτός. Εἶτα ἐπιλέγουσιν, ὡς γράφεις· Εἰ ἐκ τοῦ Υἱοῦ λήψεται τὸ Πνεῦμα, καὶ παρ᾽ αὐτοῦ δίδοται (οὕτως γὰρ γέγραπται), εὐθὺς ἐπάγουσιν· Οὐκοῦν πάππος ὁ Πατὴρ, καὶ ἔκγονόν ἐστιν αὐτοῦ τὸ Πνεῦμα.

Τίς, τούτων ἀκούων, ἔτι Χριστιανοὺς, καὶ οὐ μᾶλλον Ἕλληνας αὐτοὺς νομίσει; Τοιαῦτα γὰρ Ἕλληνες καθ᾽ ἡμῶν ὁμιλοῦσιν ἑαυτοῖς. Τίς ἀποκρίνασθαι θελήσει πρὸς τὴν τοιαύτην ἀφροσύνην αὐτῶν; Ἐγὼ γοῦν, πολλὰ λογισάμενος, καὶ ζητῶν ἁρμόζουσαν πρὸς αὐτοὺς ἀπόκρισιν, οὐδεμίαν εὗρον ἢ τὴν πρὸς τοὺς Φαρισαίους τότε γενομένην. Ὡς γὰρ ἐκείνους, κακοήθως ἐρωτήσαντας, ἀντηρώτησεν ὁ Σωτὴρ, ἵν᾽ αἴσθωνται τῆς ἰδίας κακονοίας, οὕτως, ἐπειδὴ καὶ οὗτοι τοιαῦτα ἐρωτῶσιν, εἰπάτωσαν ἡμῖν αὐτοὶ, μᾶλλον δὲ ἀποκρινάσθωσαν ἐρωτώμενοι ὡς ἐρωτῶσιν. Ἐπειδὴ γὰρ, λέγοντες, τὰς παρ᾽ αὐτῶν ἐφευρέσεις οὐ νοοῦσι τάχα, κἂν ἀκούοντες, ἐπιγνῶσι τὴν ἑαυτῶν ἀφροσύνην.

Εἰ μὴ κτίσμα ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὡς ἐν τοῖς ἔμπροσθεν δέδεικται, ἀλλ᾽ ἐν τῷ Θεῷ ἐστι, καὶ ἐκ τοῦ Θεοῦ δίδοται· οὐκοῦν υἱός ἐστι καὶ αὐτὸ, καὶ δύο ἀδελφοὶ, αὐτό τε καὶ ὁ Υἱός· καὶ εἰ τοῦ Υἱοῦ ἐστι τὸ Πνεῦμα, καὶ παρὰ τοῦ Υἱοῦ πάντα δέχεται τὸ Πνεῦμα, ὡς αὐτὸς εἴρηκε, καὶ «ἐμφυσήσας δέδωκεν αὐτὸ τοῖς μαθηταῖς» (ὁμολογεῖτε γὰρ ταῦτα καὶ ὑμεῖς), οὐκοῦν πάππος ἐστὶν ὁ Πατὴρ, καὶ ἔκγονον αὐτοῦ ἐστι τὸ Πνεῦμα. Ἅπερ γὰρ ἐρωτῶντες ἀπαιτεῖτε παρ᾽ ἡμῶν, τὰ αὐτὰ καὶ ὑμᾶς ἐκ τῶν αὐτῶν ἐρωτᾶσθαι δίκαιον. Εἰ μὲν οὖν ἀρνεῖσθε τὰ γεγραμμένα, οὐκ ἔτι μὲν ὑμεῖς Χριστιανοὶ λεχθείητε ἄν· δίκαιον δὲ ἡμᾶς τοὺς Χριστιανοὺς ἐρωτᾶσθαι παρ᾽ ὑμῶν· εἰ δὲ τὰ αὐτὰ ἡμῖν ἀναγινώσκετε, ἀνάγκη καὶ ὑμᾶς περὶ τῶν αὐτῶν οὕτως ἐρωτᾶσθαι παρ᾽ ἡμῶν.

Εἴπατε τοίνυν, καὶ μὴ μέλλετε, εἰ Υἱός ἐστι τὸ Πνεῦμα, καὶ πάππος ὁ Πατήρ. Ἂν δὲ διαλογιζόμενοι, ὡς οἱ τότε Φαρισαῖοι πεποιήκασιν, εἴπητε καὶ ὑμεῖς πρὸς ἑαυτούς· Ἐὰν εἴπωμεν, ὅτι Υἱός ἐστιν, ἀκουσόμεθα· Ποῦ γέγραπται; ἐὰν δὲ εἴπωμεν· Οὐκ ἔστιν Υἱὸς, φοβούμεθα μὴ εἴπωσιν ἡμῖν· Πῶς οὖν γέγραπται «Ἡμεῖς οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ»; Τοιαῦτα δὲ διαμαχόμενοι πρὸς ἑαυτοὺς, ἐὰν εἴπητε καὶ ὑμεῖς, Οὐκ οἴδαμεν, ἀνάγκη καὶ τὸν ἐρωτώμενον τοιαῦτα παρ᾽ ὑμῶν σιωπᾷν, πειθόμενον τῷ λέγοντι· «Μὴ ἀποκρίνου ἄφρονι πρὸς τὴν ἐκείνου ἀφροσύνην, ἵνα μὴ ὅμοιος γένῃ αὐτῷ· ἀλλ᾽ ἀποκρίνου ἄφρονι κατὰ τὴν ἀφροσύνην αὐτοῦ, ἵνα μὴ φαίνηται σοφὸς παρ᾽ ἑαυτῷ.» Ἀπόκρισις δὲ ὑμῖν ἁρμόζουσα μάλιστα ἡ σιωπή· ἵνα τὴν ἑαυτῶν ἄγνοιαν ἐπιγνῶτε.

Πάλιν οὖν ἐκ τῶν ὑμῶν δίκαιον ὑμᾶς οὕτως ἐρωτᾶσθαι. Ἐπειδὴ οἱ προφῆται ἐν τῷ Πνεύματι τοῦ Θεοῦ λαλοῦσι, καὶ ἐν τῷ Ἡσαΐᾳ τὸ Πνεῦμα τὸ ἅγιον προφητεύει, ὡς ἐν τοῖς ἔμπροσθεν δέδεικται, οὐκοῦν καὶ τὸ Πνεῦμα Λόγος ἐστὶ τοῦ Θεοῦ, καὶ δύο εἰσὶ Λόγοι, τό τε Πνεῦμα καὶ ὁ Υἱός. Καὶ γὰρ οἱ προφῆται τότε ἐπροφήτευον, ὅτε ἐγίνετο ὁ Λόγος τοῦ Θεοῦ πρὸς αὐτούς.

Καὶ ἔτι πρὸς τούτοις, ἐπειδὴ πάντα διὰ τοῦ Λόγου ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, καὶ «ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν,» καὶ πάντα ἐν σοφίᾳ ἐποίησε (γέγραπται δὲ, ὡς ἐν τοῖς ἔμπροσθεν δέδεικται· «Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται),» οὐκοῦν ἢ τὸ Πνεῦμα ὁ Λόγος ἐστὶν, ἢ ἐν δυσὶ πεποίηκεν ὁ Θεὸς τὰ πάντα, ἔν τε τῇ Σοφίᾳ καὶ τῷ Πνεύματι. Καὶ πῶς ὁ Παῦλός φησιν «Εἷς Θεὸς, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος, δι᾽ οὗ τὰ πάντα»; Καὶ πάλιν· «Ἐπειδὴ ὁ Υἱὸς εἰκών ἐστι τοῦ Πατρὸς τοῦ ἀοράτου,» ἔστι δὲ τὸ Πνεῦμα εἰκὼν τοῦ Υἱοῦ (γέγραπται γάρ· «Οὓς προέγνω καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ»), οὐκοῦν κατὰ τοῦτο πάππος ὁ Πατήρ. Καὶ ἐπειδὴ ὁ μὲν Υἱὸς ἐν τῷ ὀνόματι τοῦ Πατρὸς ἦλθε· «Τὸ δὲ Πνεῦμα τὸ ἅγιον,» φησὶν ὁ Υἱὸς, «ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου·» οὐκοῦν καὶ οὕτω πάππος ὁ Πατήρ. Τί πρὸς ταῦτα, καίτοι πάντα λέγοντες εὐχερῶς; Τί διαλογίζεσθε πρὸς ἑαυτούς; Ἢ ὁρῶντες ἑαυτοὺς ἀποροῦντας, μέμφεσθε τὰς τοιαύτας ἐρωτήσεις; Ἀλλὰ πρότερον ἑαυτῶν κατάγνωτε (ὑμεῖς γὰρ τοιαῦτα ἐρωτᾷν εἰώθατε), καὶ πείθεσθε ταῖς Γραφαῖς, καὶ ἀποροῦντες εἰπεῖν, μάθετε λοιπόν· Υἱὸς μὲν ἐν ταῖς Γραφαῖς τὸ Πνεῦμα οὐκ ὠνομάσθη, ἀλλὰ Πνεῦμα ἅγιον καὶ Πνεῦμα τοῦ Θεοῦ. Ὥσπερ δὲ οὐκ ὠνομάσθη Υἱὸς τὸ Πνεῦμα, οὕτως οὐδὲ περὶ τοῦ Υἱοῦ γέγραπται, ὅτι αὐτός ἐστι τὸ Πνεῦμα τὸ ἅγιον.

Ἆρ᾽ οὖν, ἐπειδὴ οὐκ ὠνομάσθη Υἱὸς τὸ Πνεῦμα, οὐδ᾽ ὅτι Υἱός ἐστι τὸ Πνεῦμα, διαφωνεῖ τῆς ἀληθείας ἡ πίστις; Μὴ γένοιτο! Ἀλλὰ καὶ μᾶλλον ἕκαστον τῶν σημαινομένων ἔχει τὴν ἰδίαν γνῶσιν. Καὶ γὰρ ὁ Υἱὸς ἴδιον τῆς οὐσίας καὶ τῆς φύσεως τοῦ Πατρός ἐστι γέννημα, καὶ τοῦτο ἔχει τὸ σημαινόμενον. Καὶ τὸ Πνεῦμα δὲ λεγόμενον τοῦ Θεοῦ, καὶ ἐν αὐτῷ ὂν, οὐ ξένον ἐστὶ τῆς τοῦ Υἱοῦ φύσεως, οὔτε τῆς τοῦ Πατρὸς θεότητος. Διὰ τοῦτο γὰρ ἐν Τριάδι, ἐν Πατρὶ, καὶ ἐν Υἱῷ, καὶ ἐν αὐτῷ τῷ Πνεύματι, μία θεότης ἐστὶ, καὶ ἐν αὐτῇ τῇ Τριάδι ἕν ἐστι τὸ βάπτισμα, καὶ μία ἡ πίστις. Ἀμέλει τοῦ Πατρὸς πέμποντος τὸ Πνεῦμα, ὁ Υἱὸς ἐμφυσῶν δίδωσιν αὐτὸ τοῖς μαθηταῖς· ἐπειδὴ «πάντα ὅσα ἔχει ὁ Πατὴρ, τοῦ Υἱοῦ ἐστι.» Καὶ τοῦ Λόγου γινομένου ἐν τοῖς προφήταις, αὐτοὶ τῷ Πνεύματι ἐπροφήτευον, ὡς γέγραπται καὶ δέδεικται· «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» Οὕτως οὐκ ἔστι κτίσμα τὸ Πνεῦμα, ἀλλ᾽ ἴδιον τῆς τοῦ Λόγου οὐσίας, ἴδιον καὶ τοῦ Θεοῦ, καὶ ἐν αὐτῷ λέγεται εἶναι. Πάλιν γὰρ τὰ αὐτὰ λέγειν οὐκ ὀκνητέον.

Εἰ καὶ Υἱὸς οὐκ ὠνομάσθη τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλ᾽ οὐκ ἔστιν ἐκτὸς τοῦ Υἱοῦ· Πνεῦμα γὰρ υἱοθεσίας εἴρηται· καὶ ἐπειδὴ «Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία,» ἀκολούθως εἴρηται περὶ τοῦ Πνεύματος· «Πνεῦμα σοφίας, καὶ Πνεῦμα δυνάμεώς ἐστι.» Τοῦ γὰρ Πνεύματος μετέχοντες, ἔχομεν τὸν Υἱὸν, καὶ τὸν Υἱὸν ἔχοντες, ἔχομεν τὸ Πνεῦμα, κράζον ἐν ταῖς καρδίαις ἡμῶν, «Ἀββᾶ ὁ Πατὴρ,» ὡς ὁ Παῦλος εἴρηκεν. Εἰ δ᾽ ὅτι τὸ Πνεῦμά ἐστι τοῦ Θεοῦ, καὶ ἐν αὐτῷ εἶναι γέγραπται· «Τὰ τοῦ Θεοῦ γὰρ οὐδεὶς οἶδεν εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἐν αὐτῷ·» καὶ ὁ Υἱὸς δὲ εἴρηκεν· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» διὰ τί τὸ αὐτὸ ὄνομα οὐκ ἔστι τούτῳ καὶ τούτῳ, ἀλλ᾽ ὁ μὲν Υἱὸς, τὸ δὲ Πνεῦμα; Ἄν τις οὕτως ἐρωτᾷ, μαίνοιτο ἂν ὁ τοιοῦτος, ἐρευνῶν τὰ ἀνερεύνητα, καὶ παρακούων τοῦ Ἀποστόλου, λέγοντος· «Τίς γὰρ ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» Ἄλλως τε ἃ ὁ Θεὸς ὠνόμασε, τίς μετονομάσαι τολμήσει; ἐπεὶ εἰς τὰ τῆς κτίσεως ἐπιχορηγείτω.

Εἰπάτωσαν, ἐπειδὴ ἡ κτίσις τῷ αὐτῷ νεύματι γέγονε, διὰ τί ὁ μὲν ἥλιος, ὁ δὲ οὐρανὸς καὶ ἡ γῆ καὶ ἡ θάλασσα καὶ ἀήρ; Εἰ δὲ ἀδύνατον τοῦτό γε τοῖς ἄφροσι (μένει γὰρ ἕκαστον, ὡς γέγονε), πολλῷ μᾶλλον τὰ ἄνω τῆς κτίσεως ἀΐδιον ἔχει τὴν διαμονὴν, καὶ οὐκ ἔστιν ἄλλως, ἢ ὥς ἐστιν ὁ Πατὴρ Πατὴρ, καὶ οὐ πάππος, καὶ ὁ Υἱὸς Υἱός ἐστι τοῦ Θεοῦ, καὶ οὐ Πατὴρ τοῦ Πνεύματος, καὶ τὸ Πνεῦμα τὸ ἅγιον Πνεῦμα ἅγιον, καὶ οὐκ ἔκγονον τοῦ Πατρὸς, οὐδὲ ἀδελφὸς τοῦ Υἱοῦ.

Τούτων οὕτω δεικνυμένων, μαίνοιτ᾽ ἄν τις ἐρωτῶν, Υἱὸς οὖν ἐστι καὶ τὸ Πνεῦμα; Μηδὲ, ἐπειδὴ μὴ γέγραπται οὕτω, διὰ τοῦτο ἐξαιρείτω τις αὐτὸ τῆς τοῦ Θεοῦ φύσεως καὶ ἰδιότητος· ἀλλ᾽ ὡς γέγραπται, πιστευέτω καὶ μὴ λεγέτω· Διὰ τί οὕτως καὶ μὴ οὕτως; ἵνα μὴ τοιαῦτα διαλογιζόμενος, ἄρξηται μελετᾷν καὶ λέγειν· Ποῦ οὖν ἐστιν ὁ Θεὸς, καὶ πῶς ἐστι; καὶ λοιπὸν ἀκούσει· «Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός.» Τὰ γὰρ τῇ πίστει παραδιδόμενα ἀπεριέργαστον ἔχει τὴν γνῶσιν. Οἱ γοῦν μαθηταὶ, ἀκούσαντες, «βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος,» οὐ περιειργάσαντο, διὰ τί δεύτερον ὁ Υἱὸς, καὶ τρίτον τὸ Πνεῦμα, ἢ διὰ τί ὅλως Τριάς· ἀλλ᾽ ὡς ἤκουσαν, ἐπίστευσαν· καὶ οὐχ ὥσπερ ὑμεῖς ἠρώτησαν· Υἱὸς οὖν ἐστι τὸ Πνεῦμα; Οὐδὲ, εἰπόντος τοῦ Κυρίου μετὰ τὸν Υἱὸν τὸ Πνεῦμα, ἠρώτησαν· Πάππος οὖν ὁ Πατήρ; Οὐ γὰρ ἤκουσαν εἰς ὄνομα πάππου, ἀλλ᾽ εἰς ὄνομα Πατρὸς, καὶ ταύτην τὴν πίστιν ἐκήρυξαν πανταχοῦ, λογισάμενοι ὀρθῶς. Οὐ γὰρ ἦν ἄλλως εἰπεῖν, ἢ ὡς εἴρηκεν ὁ Σωτήρ· ἑαυτὸν μὲν Υἱὸν, τὸ δὲ Πνεῦμα ἅγιον· οὐδ᾽ ἐναλλάξαι θέμις ἢ ὡς συντέτακται, ὥσπερ καὶ ἐπὶ τοῦ Πατρός.

Ὡς γὰρ οὐκ ἔξεστιν ἄλλως εἰπεῖν περὶ αὐτοῦ, ἢ ὅτι Πατὴρ, οὕτως ἀσεβὲς ἐρωτᾷν, εἰ Υἱός ἐστι τὸ Πνεῦμα, ἢ τὸ Πνεῦμα Υἱός. Διὰ τοῦτο Σαβέλλιος ἀλλότριος τῆς Ἐκκλησίας ἐκρίθη, τολμήσας εἰπεῖν ἐπὶ τοῦ Πατρὸς τὸ Υἱὸς, καὶ ἐπὶ τοῦ Υἱοῦ τὸ τοῦ Πατρὸς ὄνομα. Ἆρ᾽ οὖν ἔτι μετὰ ταῦτα τολμήσει τις ἀκούων Υἱὸν καὶ Πνεῦμα εἰπεῖν· Πάππος οὖν ὁ Πατὴρ, ἢ Υἱὸς οὖν τὸ Πνεῦμα; Ναὶ τολμήσουσιν Εὐνόμιοι, καὶ Εὐδόξιοι, καὶ Εὐσέβιοι. Ἅπαξ γὰρ ὑποκρινόμενοι τὴν Ἀρειανὴν αἵρεσιν, οὐ μὴ παύσουσι τὴν ἑαυτῶν γλῶσσαν ἀπὸ ἀσεβείας. Τίς γὰρ αὐτοῖς παρέδωκε ταῦτα; Τίς ὁ διδάξας; Ἀλλ᾽ οὐδεὶς ἐκ τῶν θείων Γραφῶν· ἐκ δὲ τοῦ περισσεύματος τῆς καρδίας αὐτῶν ἐξῆλθεν ἡ τοιαύτη παραφροσύνη.

Εἰ γὰρ, ἐπεὶ μὴ κτίσμα ἐστὶ τὸ Πνεῦμα (τοῦτο γὰρ ἐδείχθη), ἐρωτᾶτε, Υἱὸς οὖν ἐστι τὸ Πνεῦμα; ὥρα, μαθόντας ὑμᾶς, ὅτι μὴ κτίσμα ἐστὶν ὁ Υἱὸς (διὰ τούτου γὰρ τὰ γενητὰ ἐκτίσθη), ἐρωτᾷν, Πατὴρ οὖν ἐστιν ὁ Υἱός; Ἢ καὶ οὕτως· Τὸ Πνεῦμα οὖν ἐστιν ὁ Υἱὸς, καὶ ὁ Υἱὸς αὐτός ἐστι τὸ Πνεῦμα τὸ ἅγιον; Τοιαῦτα δὲ λογιζόμενοι, ἔξω μὲν τῆς ἁγίας Τριάδος ἔσονται, ἄθεοι δὲ κριθήσονται, ἀλλάσσοντες τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος· μεταφέροντές τε αὐτὸ, ὡς θέλουσιν, ἐν ὁμοιώματι γενέσεως ἀνθρωπίνης, ἔκγονα καὶ πάππους ὀνομάζοντες, καὶ τὴν Ἑλλήνων θεογονίαν ἑαυτοῖς ἀναπλασσόμενοι. Οὐκ ἔστι δὲ αὕτη τῆς Ἐκκλησίας ἡ πίστις, ἀλλ᾽ ὡς εἶπεν ὁ Σωτὴρ, εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα· Πατέρα μέντοι, οὐ δυνάμενον λέγεσθαι πάππον, καὶ Υἱὸν οὐ δυνάμενον λέγεσθαι Πατέρα, καὶ Πνεῦμα ἅγιον οὐκ ἄλλως ἢ οὕτως ὀνομαζόμενον. Ἐπὶ ταύτης τῆς πίστεως οὐκ ἔστιν ἐναλλὰξ εἰπεῖν· ἀλλ᾽ ἀεὶ ὁ Πατὴρ Πατήρ ἐστι, καὶ ὁ Υἱὸς ἀεὶ Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἀεὶ Πνεῦμα ἅγιόν ἐστι καὶ λέγεται. Ἐπὶ μὲν γὰρ τῶν ἀνθρωπίνων, οὐκ ἔστιν οὕτως, κἂν οἱ Ἀρειανοὶ τοιαῦτα φαντάζωνται. Ὡς γὰρ γέγραπται, «Οὐχ ὡς ἄνθρωπος ὁ Θεός,» οὕτως ἄν τις εἴποι, οὐχ ὡς Θεὸς οἱ ἄνθρωποι. Ἐπὶ γὰρ τῶν ἀνθρώπων, οὐκ ἔστιν ὁ πατὴρ ἀεὶ πατὴρ, οὐδὲ ὁ υἱὸς ἀεὶ υἱός.

Ὁ γὰρ αὐτὸς πατὴρ μὲν υἱοῦ γίνεται, αὐτὸς δὲ ἑτέρου γέγονεν υἱὸς, καὶ ὁ υἱὸς πατρὸς ὢν υἱὸς, ἄλλου γίνεται πατήρ. Ἀβραὰμ γοῦν υἱὸς ὢν τοῦ Ναχὼρ, πατὴρ γέγονε τοῦ Ἰσαάκ· καὶ Ἰσαὰκ δὲ υἱὸς ὢν τοῦ Ἀβραὰμ, πατὴρ γέγονε τοῦ Ἰακώβ. Ἕκαστος γὰρ, μέρος ὢν τοῦ γονέως, γεννᾶται μὲν υἱὸς, γίνεται δὲ καὶ αὐτὸς ἑτέρου πατήρ. Ἐπὶ δὲ τῆς θεότητος οὐχ οὕτως, ἐπεὶ μὴ ὡς ἄνθρωπος ὁ Θεός. Ὁ γοῦν Πατὴρ οὐκ ἐκ Πατρός ἐστι· διὸ οὐδὲ γεννᾷ τὸν γενησόμενον ἑτέρου Πατέρα· οὐδὲ ὁ Υἱὸς μέρος ἐστὶ τοῦ Πατρὸς, διὸ οὐδὲ γέννημά ἐστιν εἰς τὸ γεννᾷν Υἱόν. Ὅθεν ἐπὶ τῆς θεότητος μόνης ὁ Πατὴρ κυρίως καὶ μόνος Πατὴρ ὢν, ἔστι καὶ ἦν καὶ ἀεί ἐστι. Καὶ ὁ Υἱὸς κυρίως, καὶ μόνος Υἱός ἐστι. Καὶ ἐπὶ τούτων ἕστηκε τὸ, ὁ Πατὴρ ἀεὶ Πατὴρ, καὶ τὸ, Υἱὸς ἀεὶ Υἱὸς, εἶναί τε καὶ λέγεσθαι· καὶ τὸ Πνεῦμα δὲ τὸ ἅγιον ἀεὶ Πνεῦμα ἅγιόν ἐστι· καὶ τοῦτο τοῦ Θεοῦ εἶναι, καὶ παρὰ τοῦ Πατρὸς δι᾽ Υἱοῦ δίδοσθαι πεπιστεύκαμεν.

Οὕτω γὰρ ἡ ἁγία Τριὰς ἀναλλοίωτος διαμένει, ἐν μιᾷ θεότητι γινωσκομένη. Οὐκοῦν ὁ ἐρωτῶν, Υἱὸς οὖν ἐστι τὸ Πνεῦμα; ὡς δυναμένου τοῦ ὀνόματος ἀλλάσσεσθαι, φαντάζεται, καὶ μανίαν ἑαυτῷ περιποιεῖται. Καὶ ὁ ἐρωτῶν δὲ, πάππος οὖν ἐστιν ὁ Πατὴρ, ἐπινοῶν ὄνομα τῷ Πατρὶ, πλανᾶται τῇ καρδίᾳ. Ἀποκρίνασθαι μὲν οὖν ἔτι πρὸς τὴν ἀναίδειαν τῶν αἱρετικῶν οὐκ ἀσφαλές· μάχεσθαι γάρ ἐστι τῇ ἀποστολικῇ παραινέσει· συμβουλεύειν δὲ μᾶλλον, ὡς παρήγγειλεν αὐτὸς, καλόν.

Ἀρκεῖ ταῦτα πρὸς ἔλεγχον τῆς μωρολογίας ὑμῶν. Μηκέτι παίζετε εἰς τὴν θεότητα. Παιζόντων γὰρ ἴδιον ἐρωτᾷν τὰ μὴ γεγραμμένα καὶ λέγειν· Οὐκοῦν Υἱός ἐστι τὸ Πνεῦμα καὶ πάππος ὁ Πατήρ; Οὕτω γελῶσιν ὁ ἐν Καισαρείᾳ καὶ ὁ ἐν τῇ Σκυθοπόλει.

Ἀρκεῖ πιστεύειν ὑμᾶς, ὅτι οὐκ ἔστι κτίσμα τὸ Πνεῦμα, ἀλλὰ Πνεῦμα τοῦ Θεοῦ ἐστι, καὶ ἐν αὐτῷ Τριὰς, Πατὴρ, καὶ Υἱὸς, καὶ Πνεῦμα ἅγιον. Καὶ οὔτε τὸ Πατὴρ ὄνομα ἐπὶ Υἱοῦ ὀνομάζειν χρὴ, οὔτε τὸ Πνεῦμα λέγειν ἔξεστιν αὐτὸ εἶναι τὸν Υἱὸν, οὔτε τὸν Υἱὸν αὐτὸ εἶναι τὸ Πνεῦμα τὸ ἅγιον· ἀλλ᾽ οὕτως ἐστὶν, ὡς εἴρηται, καὶ μία ἡ ἐν ταύτῃ τῇ Τριάδι θεότης ἐστὶ, καὶ μία πίστις, καὶ ἓν βάπτισμά ἐστιν, ἐν αὐτῇ διδόμενον, καὶ ἡ τελείωσις μία, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων.

Ἀμήν.