Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολαὶ τέσσαρες πρὸς Σεραπίωνα

Μέγας Αθανάσιος

Δεύτερη επιστολή προς Σεραπίωνα: Η συναιδιότητα και η ομοουσιότητα του Υιού

Έναρξη της δεύτερης επιστολής με ανασκευή των αρειανικών επιχειρημάτων. Θεολογική τεκμηρίωση της αΐδιας, άκτιστης και ομοούσιας φύσης του Υιού ως αληθινού Ποιητή, και όχι δημιουργήματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 6 από 10

ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ἘΠΙΣΚΟΠΟΝ ΣΕΡΑΠΙΩΝΑ ΚΑΤΑ ΤΩΝ ΛΕΓΟΝΤΩΝ ΚΤΙΣΜΑ ΤΟΝ ΥΙΟΝ. Ἐγὼ μὲν ἐνόμιζον καὶ οὕτως ὀλίγα γεγραφέναι· καὶ κατηγόρουν ἐμαυτοῦ πολλῆς ἀσθενείας, ὡς μὴ δυνηθέντος τοσοῦτον γράψαι, ὅσον ἀνθρώποις ἔξεστι λέγειν κατὰ τῶν ἀσεβούντων εἰς τὸ Πνεῦμα τὸ ἅγιον· ἐπειδὴ δὲ, ὡς γράφεις, τινὲς τῶν ἀδελφῶν ἠξίωσαν καὶ ταῦτα ἐπιτεμεῖν, ἵνα ἔχωσιν ἐξ ἑτοίμου καὶ δι᾽ ὀλίγων ἀπολογεῖσθαι μὲν τοῖς ἐρωτῶσι περὶ τῆς ἐν ἡμῖν πίστεως, διελέγχειν δὲ τοὺς ἀσεβοῦντας· ἐποίησα καὶ τοῦτο θαῤῥῶν, ὅτι συνείδησιν ἔχων ἀγαθὴν, εἴ τι καὶ ἐν τούτοις παραλέλειπται, ἀναπληρώσεις.

Οἱ Ἀρειανοὶ, εἰς ἑαυτοὺς στραφέντες, καὶ μηδὲν πλέον ἢ ἔξωθεν ἑαυτῶν νοοῦντες κατὰ τοὺς Σαδδουκαίους, ἀνθρωπίνοις λογισμοῖς ἐξεδέξαντο τὴν θεόπνευστον Γραφήν. Ἀκούοντες γοῦν σοφίαν, καὶ ἀπαύγασμα, καὶ Λόγον εἶναι τοῦ Πατρὸς τὸν Υἱὸν, εἰώθασιν ἐπιλέγειν· Πῶς δύναται τοῦτο εἶναι; ὥσπερ οὐ δυναμένου εἶναι, ὃ μὴ δύνανται αὐτοὶ νοεῖν.

Ὥρα γὰρ αὐτοὺς καὶ περὶ τοῦ παντὸς τοιαῦτα διανοεῖσθαι· Πῶς δύναται ἡ κτίσις, μὴ οὖσά ποτε, γενέσθαι; ἢ πῶς δύναται χοῦς γῆς πλασθῆναι λογικὸς ἄνθρωπος; ἢ πῶς τὸ φθαρτὸν ἄφθαρτον γενέσθαι; ἢ πῶς ἡ γῆ ἐπὶ θαλασσῶν τεθεμελίωται, καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτὴν ὁ Θεός; Καὶ λοιπὸν ἐπιλέγειν αὐτοὺς ἑαυτοῖς· «Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν·» ἵνα δηλονότι, φθειρομένων αὐτῶν, συμφθαρῇ καὶ ἡ τῆς αἱρέσεως αὐτῶν μανία.

Τῶν μὲν οὖν Ἀρειανῶν θνητὸν καὶ φθαρτὸν τὸ τοιοῦτον φρόνημα· ὁ δὲ τῆς ἀληθείας λόγος, ὅνπερ ἔπρεπε καὶ αὐτοὺς διανοεῖσθαι, τοιοῦτός ἐστιν· Εἰ πηγὴ, καὶ φῶς, καὶ Πατήρ ἐστιν ὁ Θεὸς, οὐ θέμις εἰπεῖν οὔτε τὴν πηγὴν ξηρὰν, οὔτε τὸ φῶς χωρὶς αὐγῆς, οὔτε τὸν Θεὸν χωρὶς Λόγου, ἵνα μὴ ἄσοφος, καὶ ἄλογος, καὶ ἀφεγγὴς ᾖ ὁ Θεός. Ἀϊδίου τοιγαροῦν ὄντος τοῦ Πατρὸς, ἀνάγκη καὶ τὸν Υἱὸν ἀΐδιον εἶναι· ἃ γὰρ ἂν ἐν τῷ Πατρὶ νοήσωμεν, ταῦτα καὶ ἐν τῷ Υἱῷ εἶναι οὐκ ἀμφίβολον, λέγοντος αὐτοῦ τοῦ Κυρίου· «Πάντα, ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι,» καὶ τὰ ἐμὰ πάντα τοῦ Πατρός ἐστιν. Αἰώνιος γοῦν ἐστιν ὁ Πατήρ· αἰώνιός ἐστι καὶ ὁ Υἱός· δι᾽ αὐτοῦ γὰρ οἱ αἰῶνες γεγόνασιν. Ὤν ἐστιν ὁ Πατήρ· ἀνάγκη καὶ ὁ Υἱὸς, «ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμὴν,» ὡς εἶπεν ὁ Παῦλος. Οὐ θέμις εἰπεῖν ἐπὶ Πατρὸς, Ἦν ποτε, ὅτε οὐκ ἦν· ἀθέμιτον εἰπεῖν ἐπὶ Υἱοῦ, Ἦν ποτε, ὅτε οὐκ ἦν. Παντοκράτωρ ἐστὶν ὁ Πατήρ· παντοκράτωρ ἐστὶ καὶ ὁ Υἱὸς, λέγοντος τοῦ Ἰωάννου· «Ὁ ὢν, ὁ ἦν, ὁ ἐρχόμενος, ὁ παντοκράτωρ.» Φῶς ἐστιν ὁ Πατὴρ, ἀπαύγασμα ὁ Υἱὸς καὶ φῶς ἀληθινόν. Ἀληθινὸς Θεὸς ὁ Πατὴρ, ἀληθινὸς Θεὸς ὁ Υἱός· οὕτω γὰρ ὁ Ἰωάννης ἔγραψεν· «Ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς, καὶ ζωὴ ἡ αἰώνιος.» Καὶ ὅλως οὐδέν ἐστιν, ὧν ἔχει ὁ Πατὴρ, ὃ μὴ τοῦ Υἱοῦ ἐστι.

Διὰ τοῦτο γὰρ ὁ Υἱὸς ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν τῷ Υἱῷ· ἐπειδὴ τὰ τοῦ Πατρὸς, ταῦτα ἐν τῷ Υἱῷ ἐστι, καὶ πάλιν ταῦτα ἐν τῷ Πατρὶ νοεῖται. Οὕτω νοεῖται καὶ τὸ, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·» ἐπειδὴ οὐκ ἄλλα ἐν τούτῳ, καὶ ἄλλα ἐν τῷ Υἱῷ· ἀλλὰ τὰ ἐν τῷ Πατρὶ, ταῦτα ἐν τῷ Υἱῷ ἐστι. Καὶ ἃ βλέπεις δὲ ἐν τῷ Πατρὶ, ἐπειδὴ βλέπεις ἐν τῷ Υἱῷ, νοεῖται καλῶς τὸ, «Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα.» Τούτων δὲ οὕτω δεικνυμένων, ἀσεβής ἐστιν ὁ λέγων κτίσμα εἶναι τὸν Υἱόν. Ἀναγκασθήσεται γὰρ εἰπεῖν κτίσμα καὶ τὴν πηγὴν βρύουσαν, κτίσμα τὴν σοφίαν, τὸν Λόγον, ἐν ᾧ ἐστι πάντα τὰ τοῦ Πατρός.

Ἄλλως τε καὶ ἀπὸ τούτων ἄν τις ἴδοι τὸ σαθρὸν τῆς αἱρέσεως τῶν Ἀρειομανιτῶν. Ὧν ἐσμεν ὅμοιοι, καὶ τὴν ταυτότητα ἔχομεν τούτων, καὶ ὁμοούσιοί ἐσμεν· ἄνθρωποι γοῦν ὅμοιοι καὶ ταυτότητα ἔχοντες, ὁμοούσιοί ἐσμεν ἀλλήλων. Τὸ αὐτὸ γὰρ πᾶσι, τὸ θνητὸν, τὸ φθαρτὸν, τὸ τρεπτὸν, τὸ ἐκ μὴ ὄντων.

Καὶ ἄγγελοι δὲ πρὸς ἑαυτοὺς, καὶ τὰ ἄλλα πάντα, ὡσαύτως ὁμοφυῆ ἐστιν ἀλλήλων. Οὐκοῦν ἐρευνάτωσαν οἱ περίεργοι, εἰ ἔστι τις ὁμοιότης πρὸς τὸν Υἱὸν τοῖς κτίσμασιν· ἢ τὰ ἐν τῷ Υἱῷ δύνανται εὑρεῖν ἐν τοῖς γενητοῖς, ἵνα καὶ κτίσμα τολμήσωσιν εἰπεῖν τὸν τοῦ Θεοῦ Λόγον. Ἀλλ᾽ οὐκ ἂν εὕροιεν οἱ πάντα προπετεῖς καὶ πλανώμενοι περὶ τὴν εὐσέβειαν. Ἐν μὲν γὰρ τοῖς κτίσμασιν οὐδέν ἐστι παντοκράτωρ, καὶ οὐδὲν παρὰ τοῦ ἑτέρου κρατεῖται. Ἕκαστον γὰρ αὐτοῦ ἐστι τοῦ Θεοῦ. «Οἱ» μὲν γὰρ «οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· ἡ δὲ γῆ τοῦ Κυρίου ἐστὶ καὶ τὸ πλήρωμα αὐτῆς· ἡ θάλασσα εἶδε καὶ ἔφυγε.» Καὶ τὰ πάντα δοῦλα τοῦ πεποιηκότος ἐστὶ, ποιοῦντα τὸν λόγον αὐτοῦ, καὶ ὑπακούοντα τῷ προστάγματι αὐτοῦ.

Ὁ δὲ Υἱὸς παντοκράτωρ ἐστὶν, ὡς ὁ Πατήρ· καὶ τοῦτο γέγραπται, καὶ δέδεικται. Πάλιν τε ἐν τοῖς κτίσμασιν οὐδέν ἐστιν ἄτρεπτον τῇ φύσει. Τῶν γὰρ ἀγγέλων τινὲς οὐκ ἐτήρησαν τὴν ἰδίαν τάξιν· καὶ «ἄστρα οὐ καθαρὰ ἐνώπιον αὐτοῦ·» καὶ ὁ μὲν διάβολος ἔπεσεν ἀπ᾽ οὐρανοῦ· ὁ δὲ Ἀδὰμ παρέβη· καὶ πάντα ἀλλοιούμενά ἐστιν. Ὁ δὲ Υἱὸς ἄτρεπτός ἐστι καὶ ἀναλλοίωτος, ὡς ὁ Πατήρ. Καὶ τοῦτο ὁ Παῦλος ὑπέμνησεν ἐκ τοῦ ἑκατοστοῦ καὶ πρώτου ψαλμοῦ λέγων· «Καὶ σὺ κατ᾽ ἀρχὰς, Κύριε, τὴν γῆν ἐθεμελίωσας· καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί.

Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἀλλάξεις αὐτοὺς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι.» Καὶ πάλιν λέγει· «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον· ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.» Καὶ πάλιν τὰ γενητὰ πάντα οὐκ ἦν, καὶ γέγονε.

Τὴν γὰρ γῆν, ὡς οὐδὲν, ἐποίησε· καὶ, «ὁ καλῶν τὰ μὴ ὄντα ὡς ὄντα·» καὶ ποιήματα δέ ἐστι καὶ κτίσματα· διὰ τοῦτο γὰρ καὶ ἀρχὴν ἔχει τοῦ γενέσθαι. «Ἐν ἀρχῇ» γὰρ «ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν,» καὶ πάντα τὰ ἐν αὐτοῖς· καὶ πάλιν· «Ἡ χείρ μου ἐποίησε ταῦτα πάντα.» Ὁ δὲ Υἱὸς ὤν ἐστι καὶ ἐπὶ πάντων Θεὸς, ὡς ὁ Πατήρ· καὶ τοῦτο οὕτω δέδεικται· καὶ οὐ ποιούμενός ἐστιν, ἀλλὰ ποιῶν· καὶ οὐ κτιζόμενος, ἀλλὰ κτίζων καὶ ποιῶν τὰ ἔργα τοῦ Πατρός. Δι᾽ αὐτοῦ γὰρ οἱ αἰῶνες γεγόνασι· καὶ πάντα δι᾽ αὐτοῦ ἐγένετο· καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· ὡς δὲ Ἀπόστολος ἐδίδαξε τὸ ἐν τῷ ψαλμῷ, αὐτὸς κατ᾽ ἀρχὰς τὴν γῆν ἐθεμελίωσε, καὶ ἔργα τῶν χειρῶν αὐτοῦ εἰσιν οἱ οὐρανοί.

Καὶ πάλιν τῶν κτισμάτων οὐδέν ἐστι τῇ φύσει Θεός· ἀλλ᾽ ἕκαστον τῶν γενομένων ὃ καὶ γέγονε, τοῦτο καὶ ἐκλήθη· τὸ μὲν οὐρανὸς, ἄλλο δὲ γῆ· καὶ οἱ μὲν φωστῆρες, τὰ δὲ ἄστρα· καὶ ἄλλα θάλασσα, καὶ ἄβυσσοι, καὶ τετράποδα· καὶ λοιπὸν, ἄνθρωπος· καὶ πρὸ τούτων ἄγγελοι, καὶ ἀρχάγγελοι, χερουβὶμ, σεραφὶμ, καὶ δυνάμεις, ἀρχαὶ, ἐξουσίαι, κυριότητες, παράδεισος· καὶ οὕτως ἕκαστον διαμένει. Εἰ δὲ καὶ θεοί τινες ἐκλήθησαν, ἀλλ᾽ οὐ τῇ φύσει, ἀλλὰ τῇ μετουσίᾳ τοῦ Υἱοῦ. Οὕτω γὰρ καὶ αὐτὸς εἶπεν· «Εἰ ἐκείνους εἶπεν θεοὺς, πρὸς οὓς ὁ Λόγος τοῦ Θεοῦ ἐγένετο.» Διὸ, μὴ ὄντες τῇ φύσει θεοὶ, ἔστιν ὅτε τινὲς τρέπονται, ἀκούοντες· «Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες Ὑμεῖς δὲ, ὡς ἄνθρωποι, ἀποθνήσκετε.» Τοιοῦτος ἦν ὁ ἀκούσας· «Σὺ δὲ εἶ ἄνθρωπος, καὶ οὐ Θεός.» Ὁ δὲ Υἱὸς Θεὸς ἀληθινός ἐστιν, ὡς ὁ Πατήρ. Ἐν αὐτῷ γάρ ἐστιν, καὶ ὁ Πατὴρ ἐν τῷ Υἱῷ· καὶ ὁ μὲν Ἰωάννης ἔγραψεν, ὡς δέδεικται· ὁ δὲ Δαβὶδ ψάλλει· «Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς αἰῶνα αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου·» καὶ ὁ προφήτης δὲ Ἡσαΐας βοᾷ· «Ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπορία Αἰθιόπων· καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καὶ ἀκολουθήσουσιν οἱ ὀπίσω σου δεδεμένοι χειροπέδαις, καὶ προσκυνήσουσί σοι, ὅτι ἐν σοὶ ὁ Θεός. Σὺ γὰρ εἶ ὁ Θεὸς τοῦ Ἰσραὴλ, καὶ οὐκ ᾔδειμεν.»

Τίς δή ἐστιν ὁ Θεὸς, ἐν ᾧ ὁ Θεὸς, εἰ μὴ ὁ Υἱὸς ὁ λέγων· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν;» Τίς, τούτων ὄντων καὶ γεγραμμένων, οὐ συνορᾷ, ἐπεὶ τῶν μὲν κτισμάτων οὐδὲν ὅμοιον ὁ Υἱὸς ἔχει, πάντα δὲ τὰ τοῦ Πατρὸς τοῦ Υἱοῦ ἐστιν, ὅτι ὁμοούσιος ἂν εἴη ὁ Υἱὸς τῷ Πατρί; Ὥσπερ γὰρ, εἰ τῶν κτισμάτων τινὰ εἶχεν ὁμοιότητα καὶ πρὸς αὐτά τινα εἶχε συγγένειαν, ὁμοούσιος ἂν αὐτοῖς ἦν· οὕτως ἀλλότριος μὲν ὢν κατ᾽ οὐσίαν τῶν γενητῶν, ἴδιος δὲ τοῦ Πατρὸς Λόγος, οὐκ ἄλλος ὢν οὗτος ἐκείνου· ἐπειδὴ καὶ αὐτοῦ ἐστιν ἴδια πάντα τὰ τοῦ Πατρὸς, ὁμοούσιος εἰκότως ἂν εἴη τῷ Πατρί. Οὕτω γὰρ καὶ οἱ Πατέρες νοήσαντες, ὡμολόγησαν ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ ὁμοούσιον καὶ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸν Υἱόν. Συνεῖδον γὰρ καλῶς, ὅτι κτιστὴ οὐσία οὐ δύναται ἄν ποτε εἰπεῖν· «Πάντα, ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν.» Ἀρχὴν γὰρ ἔχουσα τοῦ γίνεσθαι, οὐκ ἔχει τὸ ὢν, καὶ τὸ ἦν ἀϊδίως. Καὶ διὰ τοῦτο, ἐπειδὴ ταῦτ᾽ ἔχει ὁ Υἱὸς, καὶ πάντα δὲ τὰ προειρημένα τοῦ Πατρὸς τοῦ Υἱοῦ ἐστιν, ἀνάγκη μὴ κτιστὴν εἶναι τὴν οὐσίαν τοῦ Υἱοῦ, ἀλλ᾽ ὁμοούσιον τῷ Πατρί. Ἄλλως τε καὶ κατὰ τοῦτο οὐκ ἂν εἴη κτιστὴ οὐσία, δεκτικὴ τῶν ἰδίων τοῦ Θεοῦ.

Ἴδια δὲ αὐτοῦ ἐστιν, ἐξ ὧν γινώσκεται ὁ Θεὸς, οἷον τὸ παντοκράτωρ, τὸ ὢν, τὸ ἀναλλοίωτον, καὶ τὰ ἕτερα τὰ προειρημένα, ἵνα μὴ ὁμοούσιος τῶν κτισμάτων αὐτὸς ὁ Θεὸς φαίνηται κατὰ τοὺς ἄφρονας, ἔχων ἅπερ καὶ τὰ κτίσματα ἔχειν δύναται.

Καὶ οὕτω δ᾽ ἄν τις διελέγξειε τὴν ἀσέβειαν τῶν λεγόντων κτίσμα εἶναι τὸν τοῦ Θεοῦ Λόγον. Ἡ πίστις ἡμῶν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμά ἐστι, λέγοντος αὐτοῦ τοῦ Υἱοῦ τοῖς ἀποστόλοις· «Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.» Εἶπε δὲ οὕτως, ἵνα ἐξ ὧν οἴδαμεν, ἀπὸ τούτων νοῶμεν καὶ περὶ τῶν προειρημένων.

Ὥσπερ οὖν οὐκ ἂν εἴποιμεν τοὺς πατέρας ποιητὰς, ἀλλὰ γεννήτορας, καὶ αὐτοὺς δὲ ἡμᾶς οὐκ ἂν εἴποι τις κτίσμα πατέρων, ἀλλὰ υἱοὺς φύσει, καὶ ὁμοουσίους τῶν πατέρων· οὕτως, εἰ Πατὴρ ὁ Θεὸς, πάντως Υἱοῦ φύσει καὶ ὁμοουσίου ἐστὶ Πατήρ.

Ἀβραὰμ γοῦν οὐκ ἔκτισε τὸν Ἰσαὰκ, ἀλλ᾽ ἐγέννησε· Βεσελεὴλ δὲ καὶ Ἐλιὰβ οὐκ ἐγέννησαν, ἀλλ᾽ ἐποίησαν πάντα τὰ ἔργα τὰ ἐν τῇ σκηνῇ. Καὶ ναυπηγὸς δὲ καὶ οἰκοδόμος οὐ γεννῶσιν ἃ ποιοῦσιν, ἀλλ᾽ ἕκαστος ἐργάζεται, ὁ μὲν τὸ σκάφος, ὁ δὲ τὴν οἰκίαν.

Ὁ μέντοι Ἰσαὰκ οὐ ποιεῖ, ἀλλὰ γεννᾷ φύσει καὶ ὁμοούσιον τὸν Ἰακώβ· καὶ ὁ Ἰακὼβ δὲ οὕτως τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ. Ὥσπερ οὖν μαίνοιτ᾽ ἄν τις λέγων τὴν οἰκίαν ὁμοούσιον τοῦ οἰκοδόμου, καὶ τὸ σκάφος τοῦ ναυπηγοῦ, οὕτως πρεπόντως ἄν τις εἴποι πάντα Υἱὸν ὁμοούσιον εἶναι τοῦ ἑαυτοῦ Πατρός. Εἰ τοίνυν Πατήρ ἐστι καὶ Υἱὸς, ἀνάγκη τὸν Υἱὸν φύσει καὶ ἀληθείᾳ εἶναι Υἱόν. Τοῦτο δέ ἐστι τὸ ὁμοούσιον εἶναι τῷ Πατρὶ, ὡς ἐκ πολλῶν ἐδείχθη.

Ἀμέλει περὶ μὲν τῶν ποιημάτων· «Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.» Περὶ δὲ τοῦ Υἱοῦ· «Ἐξηρεύξατο ἡ καρδία μου Λόγον ἀγαθόν.» Ὁ δὲ Δανιὴλ οἶδεν Υἱὸν τοῦ Θεοῦ, οἶδε καὶ τὰ ἔργα τοῦ Θεοῦ· καὶ τὸν μὲν Υἱὸν εἶδε δροσίζοντα τὴν κάμινον· περὶ δὲ τῶν ἔργων εἰρηκὼς, «Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον,» ἕκαστον μὲν τῶν κτισμάτων κατέλεξε· τὸν δὲ Υἱὸν οὐ συνηρίθμησε τούτοις, εἰδὼς, ὅτι οὐκ ἔστιν ἔργον, ἀλλὰ δι᾽ αὐτοῦ γέγονε μὲν τὰ ἔργα, ἐν Πατρὶ δὲ ὑμνούμενος καὶ ὑπερυψούμενός ἐστιν. Ὥσπερ οὖν δι᾽ αὐτοῦ ἀποκαλύπτεται ὁ Θεὸς τοῖς γινώσκουσιν, οὕτως δι᾽ αὐτοῦ ἡ εὐλογία, καὶ ὁ ὕμνος, καὶ ἡ δόξα, καὶ τὸ κράτος ὁμολογεῖται τῷ Πατρὶ δι᾽ αὐτοῦ καὶ ἐν αὐτῷ, ἵνα καὶ εὐπρόσδεκτος ἡ τοιαύτη ὁμολογία γένηται, ὡς αἱ Γραφαὶ λέγουσιν. Ἐκ πολλῶν μὲν οὖν καὶ ἐκ τούτων δέδεικται καὶ δείκνυται ἀσεβὴς ὁ λέγων κτίσμα εἶναι τὸν τοῦ Θεοῦ Λόγον.