Τῶν μὲν οὖν Ἀρειανῶν θνητὸν καὶ φθαρτὸν τὸ τοιοῦτον φρόνημα· ὁ δὲ τῆς ἀληθείας λόγος, ὅνπερ ἔπρεπε καὶ αὐτοὺς διανοεῖσθαι, τοιοῦτός ἐστιν· Εἰ πηγὴ, καὶ φῶς, καὶ Πατήρ ἐστιν ὁ Θεὸς, οὐ θέμις εἰπεῖν οὔτε τὴν πηγὴν ξηρὰν, οὔτε τὸ φῶς χωρὶς αὐγῆς, οὔτε τὸν Θεὸν χωρὶς Λόγου, ἵνα μὴ ἄσοφος, καὶ ἄλογος, καὶ ἀφεγγὴς ᾖ ὁ Θεός. Ἀϊδίου τοιγαροῦν ὄντος τοῦ Πατρὸς, ἀνάγκη καὶ τὸν Υἱὸν ἀΐδιον εἶναι· ἃ γὰρ ἂν ἐν τῷ Πατρὶ νοήσωμεν, ταῦτα καὶ ἐν τῷ Υἱῷ εἶναι οὐκ ἀμφίβολον, λέγοντος αὐτοῦ τοῦ Κυρίου· «Πάντα, ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι,» καὶ τὰ ἐμὰ πάντα τοῦ Πατρός ἐστιν. Αἰώνιος γοῦν ἐστιν ὁ Πατήρ· αἰώνιός ἐστι καὶ ὁ Υἱός· δι᾽ αὐτοῦ γὰρ οἱ αἰῶνες γεγόνασιν. Ὤν ἐστιν ὁ Πατήρ· ἀνάγκη καὶ ὁ Υἱὸς, «ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμὴν,» ὡς εἶπεν ὁ Παῦλος. Οὐ θέμις εἰπεῖν ἐπὶ Πατρὸς, Ἦν ποτε, ὅτε οὐκ ἦν· ἀθέμιτον εἰπεῖν ἐπὶ Υἱοῦ, Ἦν ποτε, ὅτε οὐκ ἦν. Παντοκράτωρ ἐστὶν ὁ Πατήρ· παντοκράτωρ ἐστὶ καὶ ὁ Υἱὸς, λέγοντος τοῦ Ἰωάννου· «Ὁ ὢν, ὁ ἦν, ὁ ἐρχόμενος, ὁ παντοκράτωρ.» Φῶς ἐστιν ὁ Πατὴρ, ἀπαύγασμα ὁ Υἱὸς καὶ φῶς ἀληθινόν. Ἀληθινὸς Θεὸς ὁ Πατὴρ, ἀληθινὸς Θεὸς ὁ Υἱός· οὕτω γὰρ ὁ Ἰωάννης ἔγραψεν· «Ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς, καὶ ζωὴ ἡ αἰώνιος.» Καὶ ὅλως οὐδέν ἐστιν, ὧν ἔχει ὁ Πατὴρ, ὃ μὴ τοῦ Υἱοῦ ἐστι.