Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολαὶ τέσσαρες πρὸς Σεραπίωνα

Μέγας Αθανάσιος

Τρίτη επιστολή: Σύνοψη της διδασκαλίας περί του Αγίου Πνεύματος

Η τρίτη επιστολή επαναβεβαιώνει με συντομία την άκτιστη φύση του Πνεύματος, τη συμμετοχή Του στο δημιουργικό έργο και την αδιαίρετη ενότητα της Αγίας Τριάδος στη χάρη και το βάπτισμα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 8 από 10

ΕΠΙΣΤΟΛΗ ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ΣΕΡΑΠΙΩΝΑ ΕΠΙΣΚΟΠΟΝ ΠΕΡΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ. Ἴσως θαυμάσεις, πῶς ἐντειλάμενον τὴν περὶ τοῦ ἁγίου Πνεύματος γραφεῖσαν ἐπιστολὴν ἐπιτεμεῖν, καὶ δι᾽ ὀλίγων δηλῶσαι, ὁρᾷς ὥσπερ ἀφέντα με τὸν περὶ τούτου λόγον, καὶ γράφοντα κατὰ τῶν ἀσεβούντων εἰς τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ λεγόντων αὐτὸν κτίσμα· ἀλλ᾽ οὐ μέμψῃ εὖ οἶδ᾽ ὅτι, εἰ μάθοις τὸ αἴτιον, ἀλλὰ καὶ ἀποδέξεταί σου ἡ εὐλάβεια, ὁρῶσα τὸ εὔλογον. Ἐπειδὴ γὰρ, ὡς αὐτὸς ὁ Κύριος εἶπεν· «Οὐ λαλήσει παρ᾽ ἑαυτοῦ ὁ Παράκλητος· ἀλλ᾽ ὅσα ἀκούσει, λαλήσει· ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν·» καὶ ἐμφυσήσας δέδωκεν ἐξ αὐτοῦ τοῦτο τοῖς μαθηταῖς, καὶ οὕτως ἐξέχεεν αὐτὸ ὁ Πατὴρ ἐπὶ πᾶσαν σάρκα κατὰ τὸ γεγραμμένον· διά τοι τοῦτο εἰκότως περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ πρῶτον εἴρηταί τε καὶ γέγραπται· ἵν᾽ ἐκ τῆς περὶ τοῦ Υἱοῦ γνώσεως ἔχειν καὶ τὴν περὶ τοῦ Πνεύματος γνῶσιν καλῶς δυνηθῶμεν· οἵαν γὰρ ἔγνωμεν ἰδιότητα τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα, ταύτην ἔχειν τὸ Πνεῦμα πρὸς τὸν Υἱὸν εὑρήσομεν. Καὶ ὥσπερ ὁ Υἱὸς λέγει, «Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστιν,» οὕτως ταῦτα πάντα διὰ τοῦ Υἱοῦ εὑρήσομεν ὄντα καὶ ἐν τῷ Πνεύματι.

Ἱκανὰ μὲν οὖν καὶ ταῦτα πεῖσαι καὶ πάντα ὁντινοῦν φιλόνεικον, μηκέτι λέγειν κτίσμα τοῦ Θεοῦ, τὸ ἐν τῷ Θεῷ, καὶ τὰ βάθη ἐρευνῶν τοῦ Θεοῦ, καὶ ἐκ Πατρὸς δι᾽ Υἱοῦ διδόμενον· ἵνα μὴ ἐκ τούτων ἀναγκασθῇ καὶ τὸν Υἱὸν εἰπεῖν κτίσμα, τὸν Λόγον, τὴν σοφίαν, τὸν χαρακτῆρα, τὸ ἀπαύγασμα, ὃν ὁρῶν τις ὁρᾷ τὸν Πατέρα, καὶ λοιπὸν ἀκούσῃ· «Ὁ ἀρνούμενος τὸν Υἱὸν, οὐδὲ τὸν Πατέρα ἔχει.» Λέξει γὰρ κατ᾽ ὀλίγον ὁ τοιοῦτος, ὡς ὁ ἄφρων· «Οὐκ ἔστι Θεός.» Ὅμως δὲ ὑπὲρ τοῦ ἐκ πλειόνων δειχθῆναι τὸν κατὰ τῶν ἀσεβῶν ἔλεγχον καλὸν, ἐξ ὧν ὁ Υἱὸς δείκνυται μὴ ὢν κτίσμα, ἐκ τούτων δεῖξαι καὶ τὸ Πνεῦμα μὴ εἶναι κτίσμα. Ἐξ οὐκ ὄντων ἐστὶ τὰ κτίσματα, καὶ ἀρχὴν ἔχει τοῦ εἶναι· «Ἐν ἀρχῇ» γὰρ «ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν,» καὶ τὰ ἐν αὐτοῖς. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Θεοῦ ἐστι, καὶ λέγεται, ὡς εἶπεν ὁ Ἀπόστολος. Εἰ δὲ ὁ Υἱὸς, ἐπειδὴ ἐξ οὐκ ὄντων οὐκ ἔστιν, ἀλλ᾽ ἐκ τοῦ Θεοῦ, εἰκότως οὐκ ἂν εἴη κτίσμα, ἀνάγκη μηδὲ τὸ Πνεῦμα τὸ ἅγιον εἶναι κτίσμα· ἐπειδὴ ἐκ τοῦ Θεοῦ ὡμολόγηται. Τὰ γὰρ κτίσματα ἐξ οὐκ ὄντων ἐστίν.

Καὶ πάλιν χρίσμα καὶ σφραγὶς λέγεται καὶ ἔστι τὸ Πνεῦμα· ὁ μὲν γὰρ Ἰωάννης γράφει· «Καὶ ὑμεῖς τὸ χρίσμα ὃ ἐλάβετε παρ᾽ αὐτοῦ μένει ἐν ὑμῖν· καὶ οὐ χρείαν ἔχετε, ἵνα τις διδάσκῃ ὑμᾶς, ἀλλ᾽ ὡς τὸ αὐτοῦ χρίσμα, τὸ πνεῦμα αὐτοῦ διδάσκει ὑμᾶς περὶ πάντων·» ἐν δὲ τῷ προφήτῃ Ἡσαΐᾳ γέγραπται· «Πνεῦμα Κυρίου ἐπ᾽ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με·» καὶ ὁ Παῦλος δὲ γράφει· «Ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε·» καὶ πάλιν· «Μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως.» Τὰ δὲ κτίσματα ἐν τούτῳ χρίεται καὶ σφραγίζεται· εἰ δὲ τὰ κτίσματα ἐν τούτῳ χρίεται καὶ σφραγίζεται, οὐκ ἂν εἴη κτίσμα τὸ Πνεῦμα· οὐ γὰρ ὅμοιον τὸ χρίον τῶν χριομένων. Καὶ γὰρ τὸ χρίσμα τοῦτο πνοή ἐστι τοῦ Υἱοῦ· ὥστε τὸν ἔχοντα τὸ Πνεῦμα λέγειν· «Χριστοῦ εὐωδία ἐσμέν.» Καὶ ἡ σφραγὶς δὲ τὸν Υἱὸν ἐκτυποῖ, ὡς τὸν σφραγιζόμενον ἔχειν τὴν τοῦ Χριστοῦ μορφὴν, λέγοντος τοῦ Ἀποστόλου· «Τεκνία μου, οὓς πάλιν ὠδίνω, μέχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Εἰ δὲ τὸ Πνεῦμα εὐωδία καὶ μορφὴ τοῦ Υἱοῦ ἐστιν, εὔδηλον, ὡς οὐκ ἂν εἴη τὸ Πνεῦμα κτίσμα· ἐπειδὴ καὶ ὁ Υἱὸς, ἐν μορφῇ τοῦ Πατρὸς ὑπάρχων, οὐκ ἔστι κτίσμα.

Καὶ γὰρ ὥσπερ ὁ ἑωρακὼς τὸν Υἱὸν ὁρᾷ τὸν Πατέρα, οὕτως ὁ τὸ Πνεῦμα τὸ ἅγιον ἔχων ἔχει τὸν Υἱὸν, καὶ ἔχων αὐτὸν, ναὸς τοῦ Θεοῦ ἐστι, γράφοντος τοῦ μὲν Παύλου· «Οὐκ οἴδατε, ὅτι ναὸς τοῦ Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν·» ὁ δὲ Ἰωάννης φησίν· «Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν τῷ Θεῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν.» Εἰ δὲ ὁ Υἱὸς ἐν τῷ Πατρὶ ὢν, ἐν ᾧ ἐστι καὶ ὁ Πατὴρ, ὡμολογήθη μὴ εἶναι κτίσμα, ἀνάγκη πᾶσα μηδὲ τὸ Πνεῦμα εἶναι κτίσμα· ἐν αὐτῷ γάρ ἐστιν ὁ Υἱὸς, καὶ αὐτὸς ἐν τῷ Υἱῷ. Διὸ καὶ ὁ τὸ Πνεῦμα λαμβάνων ναὸς τοῦ Θεοῦ χρηματίζει. Πάλιν δὲ κἀκ τούτου συνιδεῖν καλὸν, εἰ ἔστιν ὁ Υἱὸς τοῦ Θεοῦ Λόγος, ὡς Πατὴρ εἷς ἐστιν. «Εἷς γὰρ Θεὸς, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστός·» διὸ καὶ μονογενὴς Υἱὸς εἴρηται καὶ γέγραπται· τὰ δὲ κτίσματα πολλὰ καὶ διάφορα, ἄγγελοι, ἀρχάγγελοι, χερουβὶμ, ἀρχαὶ, ἐξουσίαι, καὶ τὰ ἄλλα, ὥσπερ εἴρηται. Εἰ δὲ, ὅτι οὐκ ἔστι τῶν πολλῶν ὁ Υἱὸς, ἀλλ᾽ εἷς ἐστιν, ὡς Πατὴρ εἷς ἐστι, καὶ οὐκ ἔστι κτίσμα, πάντως καὶ τὸ Πνεῦμα (χρὴ γὰρ ἀπὸ τοῦ Υἱοῦ λαμβάνειν καὶ τὴν περὶ τοῦ Πνεύματος γνῶσιν) οὐκ ἂν εἴη κτίσμα. Οὐ γὰρ τῶν πολλῶν ἐστιν, ἀλλ᾽ ἕν ἐστι καὶ αὐτό.

Καὶ τοῦτο οἶδεν ὁ Ἀπόστολος λέγων· «Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται·» καὶ μετ᾽ ὀλίγα· «Ἐν ἑνὶ Πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, καὶ πάντες ἓν Πνεῦμα ἐποτίσθημεν·» καὶ πάλιν, ἐπειδὴ ἐκ τοῦ Υἱοῦ δεῖ λαμβάνειν τὴν περὶ τοῦ Πνεύματος γνῶσιν, πρέπον ἂν εἴη ἐξ αὐτοῦ καὶ τὰς ἀποδείξεις προφέρειν. Πανταχοῦ τοίνυν ἐστὶν ὁ Υἱὸς, ἐν Πατρὶ γὰρ ὢν, καὶ τοῦ Πατρὸς ὄντος ἐν αὐτῷ.

Πάντα γὰρ κρατεῖ καὶ συνέχει, καὶ γέγραπται, ὅτι «Ἐν αὐτῷ συνέστηκε τὰ πάντα» εἴτε ὁρατὰ εἴτε ἀόρατα, «καὶ αὐτός ἐστι πρὸ πάντων.» Τὰ δὲ κτίσματα ἐν μεμερισμένοις τόποις ἐστίν· ἥλιος μὲν καὶ σελήνη καὶ οἱ ἄλλοι φωστῆρες ἐν τῷ στερεώματι, ἐν οὐρανῷ δὲ ἄγγελοι, καὶ ἄνθρωποι ἐπὶ τῆς γῆς. Εἰ δὲ ὁ Υἱὸς, οὐκ ὢν ἐν μεμερισμένοις τόποις, ἀλλ᾽ ἐν Πατρὶ ὢν, πανταχοῦ ἐστι, καὶ ἔξω τῶν πάντων ὢν, οὐκ ἔστι κτίσμα, ἀκολούθως οὐκ ἂν εἴη οὐδὲ τὸ Πνεῦμα κτίσμα, μὴ ὂν ἐν μεμερισμένοις τόποις, ἀλλὰ πάντα πληροῦν καὶ ἔξω τῶν πάντων ὄν. Οὕτω γὰρ καὶ γέγραπται· «Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην.» Καὶ Δαβὶδ ψάλλει· «Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου,» ὡς μὴ ὄντος αὐτοῦ ἐν τόπῳ, ἀλλ᾽ ἔξω μὲν τῶν πάντων, ἐν δὲ τῷ Υἱῷ ὄντος, ὥς ἐστι καὶ ὁ Υἱὸς ἐν τῷ Πατρί. Διὰ τοῦτο γὰρ οὐδ᾽ αὐτὸ κτίσμα ἐστὶν, ὥσπερ δέδεικται.

Πρὸς πᾶσι δὲ τούτοις ἔτι μᾶλλον ἐκ τούτου καταγνωσθήσεται μὲν ἡ Ἀρειανὴ αἵρεσις, ἐπιγνωσθήσεται δὲ πάλιν ἐκ τοῦ Υἱοῦ ἡ περὶ τοῦ Πνεύματος γνῶσις. Κτίστης τοίνυν ἐστὶν ὁ Υἱὸς ὡς ὁ Πατήρ· «Ἃ γὰρ βλέπω,» φησὶ, «τὸν Πατέρα ποιοῦντα, ταῦτα κἀγὼ ποιῶ. Πάντα» γοῦν «δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.» Εἰ δὲ, κτίστης ὢν, ὡς ὁ Πατὴρ, ὁ Υἱὸς, οὐκ ἔστι κτίσμα· καὶ εἰ, ὅτι δι᾽ αὐτοῦ κτίζεται τὰ πάντα, οὐκ ἔστι τῶν κτιζομένων· δηλονότι οὐδὲ τὸ Πνεῦμα κτίσμα ἐστίν· ἐπειδὴ καὶ περὶ αὐτοῦ γέγραπται ἐν τῷ ἑκατοστῷ τρίτῳ ψαλμῷ· «Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν· ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» Τούτου δὲ οὕτως γεγραμμένου, δῆλόν ἐστιν, ὡς οὐκ ἔστι κτίσμα τὸ Πνεῦμα, ἀλλ᾽ ἐν τῷ κτίζειν ἐστίν· ὁ γὰρ Πατὴρ διὰ τοῦ Λόγου ἐν τῷ Πνεύματι κτίζει τὰ πάντα, ἐπεὶ ἔνθα ὁ Λόγος, ἐκεῖ καὶ τὸ Πνεῦμα· καὶ τὰ διὰ τοῦ Λόγου κτιζόμενα ἔχει ἐκ τοῦ Πνεύματος παρὰ τοῦ Λόγου τὴν τοῦ εἶναι ἰσχύν. Οὕτω γὰρ γέγραπται ἐν τῷ τριακοστῷ δευτέρῳ ψαλμῷ· «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» Ἀμέλει οὕτως ἐστὶ τὸ Πνεῦμα ἀδιαίρετον πρὸς τὸν Υἱὸν, ὡς μὴ ἀμφιβάλλειν ἐκ τοῦ λεγομένου.

Ὅτε γὰρ ὁ Λόγος ἐγίγνετο πρὸς τὸν προφήτην, τὰ παρὰ τοῦ Λόγου ἐν τῷ Πνεύματι ἐλάλει ὁ προφήτης. Οὕτω καὶ γέγραπται ἐν μὲν ταῖς Πράξεσι τοῦ Πέτρου λέγοντος· «Ἄνδρες ἀδελφοὶ, ἔδει πληρωθῆναι τὴν Γραφὴν, ἣν προεῖπε τὸ Πνεῦμα τὸ ἅγιον·» ἐν δὲ τῷ Ζαχαρίᾳ, τοῦ Λόγου γενομένου πρὸς αὐτὸν, γέγραπται· «Πλὴν τοὺς λόγους μου καὶ τὰ νόμιμά μου δέχεσθε, ὅσα ἐγὼ ἐντέλλομαι ἐν Πνεύματί μου τοῖς προφήταις.» Καὶ μετ᾽ ὀλίγα, αἰτιώμενος τὸν λαὸν, ἔλεγε· «Τὴν καρδίαν αὐτῶν ἔταξαν ἀπειθῆ τοῦ μὴ εἰσακούειν τοὺς νόμους μου, καὶ τοὺς λόγους, οὓς ἐξαπέστειλε Κύριος παντοκράτωρ ἐν Πνεύματι αὐτοῦ, ἐν χερσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν.» Καὶ τοῦ Χριστοῦ δὲ λαλοῦντος ἐν τῷ Παύλῳ, ὡς αὐτὸς εἶπεν· «Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ;» οὐδὲν ἧττον τὸ Πνεῦμα εἶχεν ἐπιχορηγοῦν αὐτῷ τὸ λαλεῖν. Οὕτω γὰρ αὐτὸς γράφει· «Κατὰ τὴν ἐπιχορηγίαν τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ εἰς ἐμέ.» Πάλιν τε τοῦ Χριστοῦ ἐν αὐτῷ λαλοῦντος, ἔλεγε· «Πλὴν ὅτι τὸ Πνεῦμα τὸ ἅγιον κατὰ πόλιν διαμαρτυρεῖταί μοι, λέγον, ὅτι δεσμὰ καὶ θλίψεις με μένουσιν.» Οὐ γὰρ ἐκτός ἐστι τοῦ Λόγου τὸ Πνεῦμα, ἀλλὰ, ἐν τῷ Λόγῳ ὂν, ἐν τῷ Θεῷ δι᾽ αὐτοῦ ἐστιν· ὥστε τὰ χαρίσματα ἐν τῇ Τριάδι δίδοσθαι.

Ἐν γὰρ τῇ τούτων διαιρέσει, ὡς Κορινθίοις γράφει, τὸ αὐτὸ Πνεῦμά ἐστι καὶ ὁ αὐτὸς Κύριος, καὶ ὁ αὐτὸς Θεός ἐστιν ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. Αὐτὸς γὰρ ὁ Πατὴρ διὰ τοῦ Λόγου ἐν τῷ Πνεύματι ἐνεργεῖ καὶ δίδωσι τὰ πάντα.

Ἀμέλει, ἐπευχόμενος Κορινθίοις, ἐν τῇ Τριάδι ηὔχετο λέγων· «Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος, μετὰ πάντων ὑμῶν.» Τοῦ γὰρ Πνεύματος μετέχοντες, ἔχομεν τὴν τοῦ Λόγου χάριν, καὶ ἐν αὐτῷ τὴν τοῦ Πατρὸς ἀγάπην. Ὡς δὲ μία τῆς Τριάδος ἡ χάρις, οὕτως ἀδιαίρετος ἡ Τριάς. Τοῦτο δ᾽ ἄν τις ἴδοι καὶ ἐπ᾽ αὐτῆς τῆς ἁγίας Μαρίας. Ὁ γὰρ ἄγγελος Γαβριὴλ, ἀποσταλεὶς ἀπαγγεῖλαι τὴν ἐπ᾽ αὐτῆς ἐσομένην τοῦ Λόγου κάθοδον, «Πνεῦμα ἅγιον,» εἴρηκεν, «ἐπελεύσεται ἐπὶ σέ,» εἰδὼς, ὅτι ἐν τῷ Λόγῳ ἦν τὸ Πνεῦμα· εὐθὺς γοῦν συνῆψε· «Καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία.» Τοῦ δὲ Πνεύματος ὄντος ἐν τῷ Λόγῳ, δῆλον ἂν εἴη, ὡς καὶ ἐν τῷ Θεῷ ἦν διὰ τοῦ Λόγου τὸ Πνεῦμα. Οὕτω δὲ καὶ τοῦ Πνεύματος γενομένου ἐν ἡμῖν, ἐλεύσεται ὁ Υἱὸς, καὶ ὁ Πατὴρ, καὶ μονὴν ποιήσουσιν ἐν ἡμῖν. Ἀδιαίρετος γὰρ ἡ Τριὰς, καὶ μία ταύτης ἡ θεότης· καὶ εἷς Θεὸς ἐπὶ πάντων καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν. Αὕτη τῆς καθολικῆς Ἐκκλησίας ἡ πίστις· ἐν Τριάδι γὰρ αὐτὴν ἐθεμελίωσε καὶ ἐῤῥίζωσεν ὁ Κύριος, εἰρηκὼς τοῖς μαθηταῖς· «Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.»

Κτίσμα δὲ εἰ ἦν τὸ Πνεῦμα, οὐκ ἂν συνέταξεν αὐτὸ τῷ Πατρί· ἵνα μὴ ᾖ ἀνόμοιος ἑαυτῇ ἡ Τριὰς, ξένου τινὸς καὶ ἀλλοτρίου συντασσομένου αὐτῇ. Τί γὰρ ἔλειπε τῷ Θεῷ, ἵνα ἀλλοτριοούσιον προσλάβηται, καὶ σὺν αὐτῷ δοξάζηται;

Μὴ γένοιτο! Οὐκ ἔστιν οὕτως. «Πλήρης,» αὐτὸς εἶπεν, «εἰμί.» Διὰ τοῦτο αὐτὸς ὁ Κύριος τῷ ὀνόματι τοῦ Πατρὸς αὐτὸ συνέταξεν· ἵνα δείξῃ, ὅτι οὐκ ἐκ διαφόρων, τουτέστιν ἐκ κτίστου καὶ κτίσματος, συνέστηκεν ἡ ἁγία Τριάς· ἀλλὰ μία ταύτης ἡ θεότης ἐστί.

Τοῦτο μαθὼν ὁ Παῦλος, ἐδίδασκε μίαν εἶναι τὴν ἐν αὐτῇ διδομένην χάριν, λέγων· «Εἶς Κύριος, μία πίστις, ἓν βάπτισμα.» Ὥσπερ δὲ ἓν βάπτισμα, οὕτως καὶ μία πίστις· ὁ γὰρ πιστεύων εἰς τὸν Πατέρα οἶδεν ἐν τῷ Πατρὶ τὸν Υἱὸν, καὶ τὸ Πνεῦμα, οὐκ ἐκτὸς τοῦ Υἱοῦ· καὶ διὰ τοῦτο πιστεύει καὶ εἰς τὸν Υἱὸν καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον· ἐπειδὴ καὶ μία τῆς Τριάδος ἡ θεότης, ἐξ ἑνὸς τοῦ Πατρὸς γινωσκομένη.

Τῆς μὲν οὖν καθολικῆς πίστεως ὁ χαρακτὴρ οὗτος. Οἱ δὲ δυσφημοῦντες εἰς τὸ Πνεῦμα, καὶ λέγοντες αὐτὸ κτίσμα, εἰ μὴ ἐκ τῶν εἰρημένων μεταγινώσκουσι, κἂν ἐκ τῶν λεχθησομένων αἰσχυνόμενοι καταδυέτωσαν. Εἰ Τριάς ἐστι, καὶ ἐν Τριάδι ἐστὶν ἡ πίστις, εἰπάτωσαν, εἰ ἀεὶ Τριάς ἐστιν, ἢ ἦν, ὅτε οὐκ ἦν Τριάς. Εἰ μὲν οὖν ἀΐδιός ἐστιν ἡ Τριὰς, οὐκ ἔστι κτίσμα τὸ Πνεῦμα, ἀϊδίως συνὸν τῷ Λόγῳ καὶ ἐν αὐτῷ ὄν. Τὰ γὰρ κτίσματα ἦν, ὅτε οὐκ ἦν. Εἰ δὲ κτίσμα ἐστὶ, τὰ δὲ κτίσματα ἐξ οὐκ ὄντων ἐστὶ, δῆλον, ὅτι ἦν, ὅτε οὐκ ἦν Τριὰς, ἀλλὰ δυάς. Καὶ τί τούτου ἀσεβέστερον ἄν τις εἴποι; Ἐκ μεταβολῆς καὶ προκοπῆς λέγουσι συνίστασθαι τὴν Τριάδα, καὶ δυάδα μὲν εἶναι, ἐκδέχεσθαι δὲ κτίσματος γένεσιν, ἵνα μετὰ Πατρὸς καὶ Υἱοῦ συνταχθῇ καὶ γένηται ἡ Τριάς. Μὴ γένοιτο κἂν εἰς νοῦν ποτε ἐλθεῖν Χριστιανῶν τὸ τοιοῦτον!

Ὥσπερ γὰρ ἀεὶ ὢν ὁ Υἱὸς οὐκ ἔστι κτίσμα, οὕτως ἀεὶ οὔσης τῆς Τριάδος, οὐδέν ἐστιν ἐν αὐτῇ κτίσμα· διὸ οὐκ ἔστι κτίσμα τὸ Πνεῦμα. Ὡς γὰρ ἀεὶ ἦν, οὕτως ἐστὶ καὶ νῦν· καὶ ὡς νῦν ἐστιν, οὕτως ἀεὶ ἦν, καὶ ἔστιν ἡ Τριὰς, καὶ ἐν αὐτῇ Πατὴρ, καὶ Υἱὸς, καὶ Πνεῦμα ἅγιον. Καὶ εἷς Θεὸς ὁ Πατὴρ ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσι, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Ἐγὼ μὲν οὖν, ὡς ἐδήλωσας, δι᾽ ὀλίγων καὶ ταῦτα καταγράψας ἀπέστειλα· σὺ δὲ ὡς συνετὸς, εἴ τι καὶ ἐν τούτοις λείπει, θέλησον πληρῶσαι· καὶ τοῖς μὲν οἰκείοις τῆς πίστεως ἀνάγνωθι, τοὺς δὲ φιλονεικοῦντας δυσφημεῖν ἔλεγχε· τάχα κἂν ὀψέ ποτε μεταγνόντες, ἀπονίψωσιν ἀπὸ τῆς ψυχῆς ἑαυτῶν τὴν προγενομένην ἐν αὐτοῖς κακόνοιαν. Καλὸν γὰρ αὐτοὺς, κατὰ τὸ γεγραμμένον, ἀποπηδῆσαι καὶ μὴ ἐγχρονίσαι· ἵνα μὴ ἐπιμένοντες ἀκούσωσι τὸ εἰρημένον ὑπὸ τοῦ Κυρίου· «Ὃς δ᾽ ἂν εἴπῃ κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τῷ αἰῶνι τούτῳ, οὔτε ἐν τῷ μέλλοντι.