Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολαὶ τέσσαρες πρὸς Σεραπίωνα

Μέγας Αθανάσιος

Αγιογραφικές μαρτυρίες έναντι της κτιστότητας του Πνεύματος

Εξέταση της σημασιολογικής ποικιλίας του όρου «πνεύμα» στις Γραφές. Αναίρεση των εσφαλμένων ερμηνειών και σαφής βιβλική διάκριση του Αγίου Πνεύματος από τα κτιστά λειτουργικά πνεύματα και τους αγγέλους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 10

Ὑμεῖς δὲ πόθεν ἠπατήθητε; παρὰ τίνων ἀκούσαντες, ἢ τίς ὁ τρόπος τῆς τοιαύτης ὑμῶν πλάνης; Ἀνέγνωμεν, φασὶν, ἐν τῷ προφήτῃ Ἀμὼς, λέγοντος τοῦ Θεοῦ, «Ὅτι Ἰδοὺ ἐγὼ στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ· ποιῶν ὄρθρον καὶ ὁμίχλην, καὶ ἐπιβαίνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς, Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ.» Καὶ ἔνθεν ἐπείσθημεν τοῖς Ἀρειανοῖς λέγουσι κτίσμα εἶναι τὸ Πνεῦμα τὸ ἅγιον. Εἶτα τὸ μὲν παρὰ τῷ Ἀμὼς ἀνέγνωτε· τὸ δὲ ἐν ταῖς Παροιμίαις λεγόμενον, «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ,» οὐκ ἀνέγνωτε, ἢ ἀνέγνωτε; Καὶ τοῦτο μὲν, ὡς ἔχει ἀληθείας, ἑρμηνεύετε, ἵνα μὴ εἴπητε κτίσμα τὸν Λόγον· τὸ δὲ ἐν τῷ προφήτῃ οὐχ ἑρμηνεύετε, ἀλλὰ ἁπλῶς ἀκούοντες «πνεῦμα,» ἐνομίσατε λέγεσθαι κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον; Καίτοι ἐν μὲν ταῖς Παροιμίαις φανερῶς ἡ Σοφία λέγουσά ἐστι τὸ, «ἔκτισέ με·» καὶ ὅμως καλῶς γε ποιοῦντες, ἑρμηνεύετε τὸ ῥητὸν, ἵνα μὴ τὴν δημιουργὸν Σοφίαν ἐν τοῖς κτίσμασι συναριθμῆτε. Τὸ δὲ ἐν τῷ προφήτῃ ῥητὸν οὐκ ἔχει γνώρισμα περὶ τοῦ ἁγίου Πνεύματος, ἀλλ᾽ ἁπλῶς εἴρηται περὶ πνεύματος.

Πῶς οὖν, καίτοι πλείστης οὔσης διαφορᾶς ἐν ταῖς Γραφαῖς περὶ πνευμάτων, καὶ δυναμένου τοῦ ῥητοῦ τὴν ἰδίαν διάνοιαν ἔχειν ὀρθὴν, ὑμεῖς, ὡς φιλονεικοῦντες ἢ ὡς ὑπὸ δήγματος τοῦ Ἀρειανοῦ ὄφεως βλαβέντες, τὸ Πνεῦμα τὸ ἅγιον εἰρῆσθαι παρὰ τοῦ Ἀμὼς νομίζετε, ἵνα μόνον τοῦ φρονεῖν κτίσμα μὴ ἐπιλάθησθε;

Εἴπατε γοῦν εἴ που τῆς θείας Γραφῆς εὑρίσκετε τὸ Πνεῦμα τὸ ἅγιον ἁπλῶς εἰρημένον πνεῦμα, χωρὶς προσθήκης τοῦ λέγεσθαι ἢ τοῦ Θεοῦ, ἢ τοῦ Πατρὸς, ἢ ὅτι ἐμοῦ, ἢ αὐτοῦ τοῦ Χριστοῦ καὶ τοῦ Υἱοῦ, ἢ παρ᾽ ἐμοῦ, ὅ ἐστι παρὰ τοῦ Θεοῦ, ἢ μετὰ τοῦ ἄρθρου, ἵνα μὴ ἁπλῶς λέγηται πνεῦμα, ἀλλὰ τὸ Πνεῦμα· ἢ αὐτὸ τοῦτο τὸ Πνεῦμα τὸ ἅγιον, ἢ Παράκλητον, ἢ ἀληθείας, ὅ ἐστι τοῦ Υἱοῦ, τοῦ λέγοντος, «Ἐγώ εἰμι ἡ ἀλήθεια·» ἵνα, ἀκούσαντες ἁπλῶς «πνεῦμα,» ὑπονοήσητε εἶναι τὸ Πνεῦμα τὸ ἅγιον; Ἐξῃρήσθωσαν δὲ τοῦ Λόγου νῦν οἵτινες ἤδη λαβόντες, πάλιν ὀνομάζονται, καὶ ὅσοι, προμαθόντες περὶ τοῦ ἁγίου Πνεύματος, ὕστερον ὡς ἐν ἐπαναλήψει καὶ ὑπομνήσει, καὶ μόνον λεγομένου «τοῦ πνεύματος,» οὐκ ἀγνοοῦσι περὶ τίνος ἀκούουσι· καὶ μάλιστα, ὅτι καὶ οὕτω μετὰ τοῦ ἄρθρου λέγεται.

Καὶ ὅλως ἄνευ τοῦ ἄρθρου, ἢ τῆς προειρημένης προσθήκης, οὐκ ἂν εἴη σημαινόμενον τὸ Πνεῦμα τὸ ἅγιον· οἷά ἐστιν ἃ γράφει Παῦλος τοῖς Γαλάταις· «Τοῦτο μόνον θέλω μαθεῖν ἀφ᾽ ὑμῶν, ἐξ ἔργων νόμου τὸ Πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως;» Ποῖον δὲ ἦσαν λαβόντες ἢ τὸ Πνεῦμα τὸ ἅγιον, τὸ διδόμενον τοῖς πιστεύουσι καὶ ἀναγεννωμένοις διὰ λουτροῦ παλιγγενεσίας;

Καὶ Θεσσαλονικεῦσι δὲ γράφων· «Τὸ Πνεῦμα μὴ σβέννυτε·» εἰδόσι καὶ αὐτοῖς ὅπερ ἔλαβον ἔλεγεν, ἵνα μὴ σβέσωσιν ἐξ ἀμελείας τὴν ἐν αὐτοῖς ἀναφθεῖσαν τοῦ Πνεύματος χάριν. Ἐν δὲ τοῖς Εὐαγγελίοις περὶ τοῦ Σωτῆρος ἀνθρωπίνως διὰ τὴν σάρκα ἣν προσέλαβεν, ἐὰν λέγωσιν οἱ εὐαγγελισταὶ, «Ἰησοῦς δὲ, πλήρης Πνεύματος ὢν, ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου·» καὶ τὸ, «Τότε ὁ Ἰησοῦς ἀνήχθη ὑπὸ τοῦ Πνεύματος εἰς τὴν ἔρημον·» τὸν αὐτὸν ἔχει νοῦν. Προείρητο γὰρ ὑπὸ τοῦ Λουκᾶ· «Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν, καὶ Ἰησοῦ βαπτισθέντος, καὶ προσευχομένου, ἀνεωθῆναι τὸν οὐρανὸν, καὶ καταβῆναι τὸ Πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει, ὡσεὶ περιστερὰν, ἐπ᾽ αὐτόν.» Καὶ δῆλον ἦν, ὅτι, λεγομένου τοῦ Πνεύματος, τὸ Πνεῦμα τὸ ἅγιον ἦν σημαινόμενον. Οὕτω μὲν οὖν παρ᾽ οἷς ἐστι τὸ Πνεῦμα τὸ ἅγιον κἂν μόνον τὸ Πνεῦμα λέγηται χωρὶς τῆς ἐπ᾽ αὐτῷ προσθήκης, οὐκ ἀμφίβολον, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον σημαίνεται, ἔχον μάλιστα τὸ ἄρθρον.

Ὑμεῖς δὲ εἴπατε τὸ προταθὲν ὑμῖν, εἰ εὑρήκατέ που τῆς θείας Γραφῆς τὸ Πνεῦμα τὸ ἅγιον λεγόμενον ἁπλῶς Πνεῦμα, χωρὶς τῆς προειρημένης ἐπ᾽ αὐτῷ προσθήκης, καὶ πλὴν τῆς παρατηρήσεως ἧς γε ἐμνημονεύσαμεν. Ἀλλ᾽ οὐκ ἂν εἴποιτε· οὐ γὰρ εὑρήσετε γεγραμμένον. Ἀλλ᾽ ἐν μὲν τῇ Γενέσει γέγραπται, «Καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος·» καὶ μετ᾽ ὀλίγα· «Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας·» ἐν δὲ τοῖς Ἀριθμοῖς λέγει Μωϋσῆς πρὸς τὸν τοῦ Ναυῆ, «Μὴ ζηλοῖς σὺ ἐμέ· καὶ τίς ἂν δῷ τὸν λαὸν Κυρίου προφήτας, ὅταν δῷ Κύριος τὸ Πνεῦμα αὐτοῦ ἐπ᾽ αὐτούς,» Καὶ ἐν τοῖς Κριταῖς ἐπὶ μὲν Γοθονιήλ· «Καὶ ἐγένετο ἐπ᾽ αὐτὸν Πνεῦμα Κυρίου, καὶ ἔκρινε τὸν Ἰσραήλ.» Καὶ πάλιν· «Καὶ ἐγένετο ἐπὶ Ἰεφθάε Πνεῦμα Κυρίου.» Περὶ δὲ Σαμψών· «Ἡδρύνθη, φησὶ, τὸ παιδάριον καὶ ηὐλόγησεν αὐτὸ Κύριος·» Καὶ, «Ἤρξατο Πνεῦμα Κυρίου συνεκπορεύεσθαι αὐτῷ·» Καὶ, «Ἥλατο ἐπ᾽ αὐτὸν Πνεῦμα Κυρίου.» Καὶ ὁ μὲν Δαβὶδ ψάλλει· «Τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾽ ἐμοῦ·» Καὶ πάλιν ἐν τῷ ἑκατοστῷ τετταρακοστῷ δευτέρῳ ψαλμῷ· «Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με.» Ἐν δὲ τῷ Ἡσαΐᾳ γέγραπται· «Πνεῦμα Κυρίου ἐπ᾽ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με.» Ἐλέγετο δὲ πρὸ τούτου· «Οὐαὶ, τέκνα ἀποστάται.

Τάδε λέγει Κύριος· Ἐποιήσατε βουλὴν οὐ δι᾽ ἐμοῦ, καὶ συνθήκας οὐ διὰ τοῦ Πνεύματός μου, προσθεῖναι ἁμαρτίας ἐφ᾽ ἁμαρτίαις·» καὶ πάλιν· «Ἀκούσατε ταῦτα· Οὐκ ἀπ᾽ ἀρχῆς ἐν κρυφῇ λελάληκα· ἡνίκα ἐγένετο, ἐκεῖ ἤμην· καὶ νῦν Κύριος ἀπέστειλέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ.» Μετ᾽ ὀλίγα δὲ οὕτω φησί· «Καὶ αὕτη αὐτοῖς ἡ παρ᾽ ἐμοῦ διαθήκη, εἶπε Κύριος, τὸ Πνεῦμα τὸ ἐμὸν, ὅ ἐστιν ἐπὶ σοί·» καὶ αὖθις ἐν τοῖς ἑξῆς ἐπιφέρει λέγων· «Οὐ πρέσβυς, οὐδὲ ἄγγελος, ἀλλ᾽ αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτοὺς, διὰ τὸ ἀγαπᾷν αὐτοὺς, καὶ φείδεσθαι αὐτῶν· αὐτὸς ἐλυτρώσατο αὐτοὺς, καὶ ἀνέλαβεν αὐτοὺς, καὶ ὕψωσεν αὐτοὺς πάσας τὰς ἡμέρας τοῦ αἰῶνος· αὐτοὶ δὲ ἠπείθησαν, καὶ παρώξυναν τὸ Πνεῦμα τὸ ἅγιον αὐτοῦ, καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν.» Ἰεζεχιὴλ δὲ οὕτω λέγει· «Καὶ ἀνέλαβέ με Πνεῦμα, καὶ ἤγαγέ με εἰς γῆν Χαλδαίων εἰς τὴν αἰχμαλωσίαν, ἐν ὁράσει, ἐν Πνεύματι Θεοῦ.» Ἐν δὲ τῷ Δανιήλ· «Ἐξήγειρεν ὁ Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον παιδαρίου νεωτέρου, ᾧ ὄνομα Δανιὴλ, καὶ ἀνεβόησε φωνῇ μεγάλῃ· Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος ταύτης.» Καὶ ὁ μὲν Μιχαίας φησίν· «Οἶκος Ἰακὼβ παρώξυνε Πνεῦμα Κυρίου.» Καὶ διὰ τοῦ Ἰωὴλ ὁ Θεός φησι· «Καὶ ἔσται μετὰ ταῦτα, καὶ ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα.»

Καὶ διὰ τοῦ Ζαχαρίου δὲ πάλιν, Θεοῦ φωνή ἐστι λέγοντος· «Πλὴν τοὺς λόγους μου καὶ τὰ νόμιμά μου δέχεσθε, ὅσα ἐγὼ ἐντέλλομαι ἐν Πνεύματί μου τοῖς δούλοις μου, τοῖς προφήταις.» Ὅτε καὶ αἰτιώμενος ὁ προφήτης τὸν λαὸν, μετ᾽ ὀλίγα ἔλεγε· «Καὶ τὴν καρδίαν αὐτῶν ἔταξαν ἀπειθῆ τοῦ μὴ εἰσακούειν τοῦ νόμου μου, καὶ τοὺς λόγους οὓς ἐξαπέστειλε Κύριος παντοκράτωρ ἐν Πνεύματι αὐτοῦ ἐν χερσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν.» Καὶ ταῦτα μὲν ἐκ τῶν Παλαιῶν ἀναλέξαντες, εἰρήκαμεν ὀλίγα.

Ἐρωτήσατε δὲ καὶ ὑμεῖς περὶ τῶν ἐν τοῖς Εὐαγγελίοις, καὶ ὧν ἔγραψαν οἱ ἀπόστολοι, καὶ ἀκούσεσθε πῶς κἀκεῖ, πλείστης οὔσης διαφορᾶς πνευμάτων, κατ᾽ ἐξαίρετον τὸ Πνεῦμα τὸ ἅγιον οὐχ ἁπλῶς Πνεῦμα, ἀλλὰ μετὰ προσθήκης, ἧς εἴπομεν, ὀνομάζεται.

Ὁ μὲν οὖν Κύριος ἡνίκα, καθὰ προεῖπον, ἀνθρωπίνως ἐβαπτίζετο, δι᾽ ἣν ἐφόρει σάρκα, λέγεται καταβεβηκέναι ἐπ᾽ αὐτὸν τὸ Πνεῦμα τὸ ἅγιον· τοῦτο διδοὺς μὲν τοῖς μαθηταῖς, ἔλεγε· «Λάβετε Πνεῦμα ἅγιον·» ἐδίδασκε δὲ αὐτούς· «Ὁ Παράκλητος τὸ Πνεῦμα τὸ ἅγιον, ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα.» Καὶ μετ᾽ ὀλίγα περὶ τοῦ αὐτοῦ ἔλεγεν· «Ὅταν ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρὸς, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ·» καὶ πάλιν· «Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν·» καὶ μετ᾽ ὀλίγα· «Εἰ δὲ ἐν Πνεύματι Θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.»

Καὶ τὴν μὲν πᾶσαν θεολογίαν καὶ τὴν ἡμῶν τελείωσιν, ἐν ᾗ συνῆπτεν ἡμᾶς ἑαυτῷ καὶ δι᾽ ἑαυτοῦ τῷ Πατρὶ, ἐν τούτῳ συμπληρῶν, παρήγγειλε τοῖς μαθηταῖς· «Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος·» ἐπαγγειλάμενος δὲ αὐτοῖς αὐτὸ πέμψειν, «παρήγγειλεν ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι·» καὶ μεθ᾽ ἡμέρας ὀλίγας, «Ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς, ἦσαν πάντες ὁμοῦ ἐπὶ τὸ αὐτό· καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος, ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον, οὗ ἦσαν καθήμενοι· καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς, καὶ ἐκάθισαν ἐφ᾽ ἕνα ἕκαστον αὐτῶν· καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς.» Ἔνθεν οὖν καὶ διὰ μὲν τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων ἐδίδοτο τοῖς ἀναγεννωμένοις τὸ Πνεῦμα τὸ ἅγιον· Ἄγαβος δέ τις προεφήτευσεν ἐν τούτῳ λέγων· «Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον·» ὁ δὲ Παῦλος· «Ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος·» τοῦ τε εὐνούχου βαπτισθέντος, «Ἥρπασε Πνεῦμα Κυρίου τὸν Φίλιππον.»

Καὶ Πέτρος ἔγραψε· «Κομιζόμενοι τὸ τέλος τῆς πίστεως, σωτηρίαν ψυχῶν· περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηρεύνησαν προφῆται, οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες, ἐρευνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδηλοῦτο ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ, προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα, καὶ τὰς μετὰ ταῦτα δόξας.» Καὶ ὁ μὲν Ἰωάννης ἐπέστειλεν· «Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν αὐτῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ ἔδωκεν ἡμῖν·» ὁ δὲ Παῦλος γράφει Ῥωμαίοις μέν· «Ὑμεῖς δὲ οὔκ ἐστε ἐν σαρκὶ, ἀλλ᾽ ἐν πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν.

Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν δι᾽ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην. Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας Χριστὸν Ἰησοῦν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν·» Κορινθίοις δέ· «Τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. Τίς γὰρ οἶδε τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ Πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνωκεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ἵνα ἴδωμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν·» καὶ μετ᾽ ὀλίγα· «Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν;» Καὶ πάλιν· «Ἀλλ᾽ ἀπελούσασθε, ἀλλ᾽ ἡγιάσθητε, ἀλλ᾽ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι Θεοῦ ἡμῶν·» καὶ πάλιν· «Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται·» καὶ πάλιν· «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία.»

Ὅρα δὲ πῶς καὶ Γαλάταις ἐπιστέλλει λέγων· «Ἵνα ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν Χριστῷ Ἰησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦ Πνεύματος λάβωμεν διὰ τῆς πίστεως·» καὶ πάλιν· «Ὅτι δέ ἐστε υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κράζον· Ἀββᾶ ὁ Πατήρ. Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλὰ υἱός. Εἰ δὲ υἱὸς, καὶ κληρονόμος Θεοῦ διὰ Χριστοῦ.» Τοῖς δὲ Ἐφεσίοις οὕτως ἔλεγε· «Καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως·» καὶ πάλιν· «Σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος, ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης.» Πρὸς δὲ Φιλιππησίους ἐπαῤῥησιάζετο γράφων· «Τί γάρ; πλὴν ὅτι παντὶ τρόπῳ εἴτε προφάσει, εἴτε ἀληθείᾳ Χριστὸς καταγγέλλεται, καὶ ἐν τούτῳ χαίρω, ἀλλὰ καὶ χαρήσομαι. Οἶδα γὰρ, ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν, διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας· τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ, κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου, ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι·» καὶ πάλιν· «Ἡμεῖς γάρ ἐσμεν ἡ περιτομὴ, οἱ Πνεύματι Θεοῦ λατρεύοντες, καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ.»

Καὶ Θεσσαλονικεῦσι δὲ διαμαρτυρεῖται· «Τοιγαροῦν ὁ ἀθετῶν οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν τὸν διδόντα τὸ Πνεῦμα τὸ ἅγιον αὐτοῦ εἰς ὑμᾶς·» καὶ πρὸς Ἑβραίους δὲ οὕτω· «Δηλοῦντος τοῦ Πνεύματος τοῦ ἁγίου μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν·» καὶ πάλιν· «Πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς Διαθήκης κοινὸν ἡγησάμενος, ἐν ᾧ ἡγιάσθη, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας;» Καὶ πάλιν· «Εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα· πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ Θεῷ, καθαρίσει τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων;» καὶ πρὸς Θεσσαλονικεῖς δέ· «Καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ Κύριος Ἰησοῦς ἀνελεῖ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ.» Ἰδοὺ πῶς τὸ Πνεῦμα τὸ ἅγιον ἐν πάσῃ τῇ θείᾳ Γραφῇ γνωρίζεται. Τί τοίνυν ὑμεῖς τοιοῦτον ἐν τῷ προφήτῃ ἐθεωρήσατε; Οὐδὲ γὰρ οὐδὲ κἂν τὸ ἄρθρον ἔχει τὸ παρὰ τοῦ προφήτου λεγόμενον νῦν «πνεῦμα,» ἵνα κἂν πρόφασιν ἔχητε.

Ἀλλ᾽ ἁπλῶς ἐτολμήσατε τρόπους ἑαυτοῖς ἐπινοεῖν, καὶ εἰπεῖν τὸ λεγόμενον κτίζεσθαι πνεῦμα, αὐτὸ εἶναι τὸ Πνεῦμα τὸ ἅγιον, καίτοι δυνάμενοι μαθεῖν καὶ παρὰ φιλολόγων ἀνδρῶν περὶ διαφορᾶς πνευμάτων. Λέγεται γὰρ καὶ ἀνθρώπου πνεῦμα, ὡς ψάλλει Δαβίδ· «Νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν, καὶ ἤσχαλλε τὸ πνεῦμά μου.» Ὁ δὲ Βαροὺχ ἐπευχόμενός φησι· «Ψυχὴ ἐν στενοῖς καὶ πνεῦμα ἀκηδιῶν κέκραγε πρὸς σέ.» Καὶ ἐν μὲν τῇ ᾠδῇ τῶν τριῶν παίδων· «Εὐλογεῖτε, πνεύματα» καὶ «ψυχαὶ δικαίων, τὸν Κύριον.» Ὁ δὲ Ἀπόστολος γράφει· «Αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ. Εἰ δὲ τέκνα, καὶ κληρονόμοι·» καὶ πάλιν· «Οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ Πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ.» Ἐν δὲ τῇ πρὸς Θεσσαλονικεῖς ἐπιστολῇ ἐπευχόμενος λέγει «Ὁλόκληρον ὑμῶν τὸ Πνεῦμα, καὶ ἡ ψυχὴ, καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη» Λέγεται δὲ καὶ ἀνέμων πνεύματα οὕτως ἐν μὲν τῇ γενέσει· «Καὶ ἐπήγαγεν ὁ Θεὸς πνεῦμα ἐπὶ τὴν γῆν, καὶ ἐκόπασε τὸ ὕδωρ·» ἐπὶ δὲ τοῦ Ἰωνᾶ· «Καὶ Κύριος ἐξήγειρε πνεῦμα ἐπὶ τὴν θάλασσαν, καὶ ἐγένετο κλύδων μέγας ἐν τῇ θαλάσσῃ· καὶ τὸ πλοῖον ἐκινδύνευε τοῦ συντριβῆναι.» Καὶ ἐν μὲν τῷ ἑκατοστῷ ἕκτῳ ψαλμῷ γέγραπται· «Εἶπε, καὶ ἔστη πνεῦμα καταιγίδος, καὶ ὑψώθη τὰ κύματα αὐτῆς.»

Ἐν δὲ τῷ ἑκατοστῷ τεσσαρακοστῷ ὀγδόῳ ψαλμῷ «Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι, πῦρ, χάλαζα, χιὼν, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ·» καὶ ἐν τῷ Ἰεζεχιὴλ ἐπὶ τοῦ θρήνου Σόρ· «Ἐν καρδίᾳ θαλάσσης, ἐν ὕδατι πολλῷ ἦγόν σε οἱ κωπηλάται σου· τὸ πνεῦμα τοῦ νότου συνέτριψέ σε.» Ἐντυγχάνοντες δὲ καὶ ὑμεῖς ταῖς ἁγίαις Γραφαῖς, εὑρήσετε λεγόμενον πνεῦμα καὶ τὸν ἐν αὐτοῖς τοῖς θείοις λόγοις νοῦν, γράφοντος τοῦ Παύλου· «Ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους Καινῆς Διαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος. Τὸ γὰρ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ.» Τὸ μὲν γὰρ ῥητὸν γράμματι κεχάρακται· ὁ δὲ νοῦς ὁ ἐν αὐτῷ πνεῦμα λέγεται. Οὕτως καὶ «ὁ νόμος πνευματικός ἐστιν,» ἵν᾽ ὡς πάλιν εἴρηκε, μὴ δουλεύωμεν ἐν παλαιότητι γράμματος, ἀλλ᾽ ἐν καινότητι πνεύματος.

Καὶ αὐτὸς μὲν εὐχαριστῶν ἔλεγεν· «Ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοῒ δουλεύω νόμῳ Θεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας· οὐδὲν νῦν ἄρα κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ. Ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας·» ὁ δὲ Φίλιππος, τὸν εὐνοῦχον ἀπὸ τοῦ γράμματος εἰς τὸ πνεῦμα θέλων ἐπιστρέφειν, ἔλεγεν· «Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις;» τοιοῦτον ἐσχηκὼς μαρτυρεῖται καὶ ὁ Χάλεβ ἐν τοῖς Ἀριθμοῖς, τοῦ Θεοῦ λέγοντος· «Ὁ δὲ παῖς μου Χάλεβ, ὅτι ἐγενήθη ἕτερον πνεῦμα ἐν αὐτῷ, καὶ ἐπηκολούθησέ μοι εἰσάξω αὐτὸν εἰς τὴν γῆν εἰς ἣν εἰσῆλθεν ἐκεῖ» Ἄλλῃ γὰρ διανοίᾳ παρὰ τὴν ἐκείνων αὐτὸς λαλήσας, εὐάρεστος τῷ Θεῷ γέγονε. Τοιαύτην ἔχειν προέτρεψεν ὁ Θεὸς τὸν λαὸν καρδίαν διὰ Ἰεζεκιὴλ λέγων· «Ποιήσατε ἑαυτοῖς καρδίαν καινὴν καὶ πνεῦμα καινόν.» Τούτων τοίνυν οὕτως ὄντων, καὶ τοσαύτης διαφορᾶς περὶ τῶν πνευμάτων δεικνυμένης, βελτίους ἂν ἦτε, εἰ, περὶ κτιζομένου πνεύματος ἀκούοντες, περὶ ἑνὸς τῶν προειρημένων ἐφρονεῖτε, οἷον ἦν περὶ οὗ ἐν Ἡσαΐᾳ γέγραπται· «Συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραῒμ, καὶ ἐξέστη ἡ ψυχὴ αὐτοῦ, καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ.» Τοιοῦτον δὲ ἦν καὶ, «Ὃ ἐξήγειρε Κύριος πνεῦμα ἐπὶ τὴν θάλασσαν» διὰ τὸν Ἰωνᾶν.

Ἀκολουθεῖ γὰρ τῇ βροντῇ καὶ τὰ τῶν ἀνέμων πνεύματα, ὡς ἐπὶ τοῦ ὑετοῦ τοῦ κατὰ τὸν Ἀχαὰβ, ὡς γέγραπται· «Καὶ ἐγένετο ὧδε, καὶ ἕως ὧδε, καὶ ὁ οὐρανὸς συνεσκότασε νεφέλαις καὶ πνεύματι.» Ἀλλ᾽ ἐπείπερ Χριστοῦ, φησὶ, μνημονεύει τὸ Λόγιον, ἀκολούθως καὶ τὸ λεγόμενον πνεῦμα οὐδὲν ἕτερον ἢ τὸ Πνεῦμα τὸ ἅγιον χρὴ νοεῖν. Εἶτα τὸ μὲν συνονομάζεσθαι τῷ Χριστῷ τὸ Πνεῦμα τὸ ἅγιον ἐθεωρήσατε· τὸ δὲ διαιρεῖν αὐτὸ τῇ φύσει, καὶ ἀποξενίζειν ἀπὸ τοῦ Υἱοῦ, ποῦ κατενοήσατε, ὅτι τὸν μὲν Χριστὸν λέγετε μὴ εἶναι κτίσμα, τὸ δὲ ἅγιον Πνεῦμα κτίσμα λέγετε; Καὶ ἄτοπόν ἐστι τὰ ἀνόμοια τῇ φύσει συνονομάζειν, καὶ συνδοξάζειν. Ποία γὰρ κοινωνία, ἢ ποία ὁμοιότης τῷ κτίσματι πρὸς τὸν κτίστην;

Ἐπεὶ ὥρα ὑμᾶς καὶ τῷ Υἱῷ συναριθμεῖν καὶ συνάπτειν τὰ δι᾽ αὐτοῦ γενόμενα κτίσματα. Ἤρκει μὲν οὖν περὶ πνεύματος ἀνέμων νοεῖν τὸ γεγραμμένον, ὥσπερ εἴρηται· ἐπειδὴ δὲ προφασίζεσθε τὴν ἐν τῷ ῥητῷ περὶ τοῦ Χριστοῦ μνήμην, ἀναγκαῖον ἰδεῖν ἀκριβῶς τὸ λεγόμενον, μὴ ἄρα καὶ περὶ τοῦ λεγομένου κτίζεσθαι πνεύματος οἰκειοτέραν εὕρωμεν τὴν διάνοιαν. Τί τοίνυν ἐστὶ τὸ ἀπαγγέλλειν εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ, ἢ τὸ γίνεσθαι αὐτὸν ἄνθρωπον, καὶ ἴσον εἶναι τοῦτο τῷ φάναι· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν· καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ·» καὶ τὰ ἄλλα, ὅσα περὶ τῆς ἐπιδημίας αὐτοῦ γέγραπται; τῆς δὲ ἐνσάρκου παρουσίας ἀπαγγελλομένης περὶ τοῦ Λόγου, ποῖον χρὴ πνεῦμα κτιζόμενον νοεῖν, εἰ μὴ τὸ ἀνακτιζόμενον τῶν ἀνθρώπων καὶ ἀνακαινιζόμενον πνεῦμα; Τοῦτο γὰρ καὶ διὰ Ἰεζεκιὴλ ἐπεγγείλατο ὁ Θεὸς λέγων· «Καὶ δώσω ὑμῖν καρδίαν καινὴν, καὶ πνεῦμα καινὸν δώσω ὑμῖν· καὶ ἀφελῶ τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν· καὶ δώσω ὑμῖν καρδίαν σαρκίνην· καὶ τὸ Πνεῦμά μου δώσω ἐν ὑμῖν.» Πότε δὴ τοῦτο πεπλήρωται, εἰ μὴ ὅτε παραγενόμενος ὁ Κύριος ἀνεκαίνισε τὰ πάντα τῇ χάριτι;

Ἰδοὺ γὰρ καὶ ἐν τῷ ῥητῷ τούτῳ ἡ διαφορὰ τῶν πνευμάτων δείκνυται· καὶ τὸ μὲν πνεῦμα τὸ ἡμῶν ἀνακαινιζόμενόν ἐστι· τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὐχ ἁπλῶς πνεῦμα, ἀλλ᾽ ἑαυτοῦ φησιν αὐτὸ εἶναι ὁ Θεὸς, ἐν ᾧ καὶ τὰ ἡμῶν ἀνακαινίζεται· ὡς καὶ ὁ ψάλλων ἐν τῷ ἑκατοστῷ καὶ τρίτῳ ψαλμῷ λέγει· «Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» Εἰ δὲ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἀνακαινιζόμεθα· οὐκ ἄρα τὸ Πνεῦμα τὸ ἅγιόν ἐστι τὸ νῦν λεγόμενον πνεῦμα κτίζεσθαι, ἀλλὰ τὸ ἡμέτερον. Καὶ εἴπερ, διὰ τὸ πάντα γενέσθαι διὰ τοῦ Λόγου, φρονεῖτε καλῶς μὴ εἶναι κτίσμα τὸν Υἱόν· πῶς οὐ βλάσφημόν ἐστι λέγειν ὑμᾶς κτίσμα τὸ Πνεῦμα, ἐν ᾧ τὰ πάντα ὁ Πατὴρ διὰ τοῦ Λόγου τελειοῖ καὶ ἀνακαινίζει; Καὶ εἰ, διὰ τὸ γεγράφθαι ἁπλῶς πνεῦμα κτίζεσθαι, ἀνεπλάσαντο ἑαυτοῖς εἶναι τοῦτο τὸ Πνεῦμα τὸ ἅγιον· πεισθῆναι λοιπὸν ὀφείλουσιν, ὅτι μὴ τὸ Πνεῦμα τὸ ἅγιόν ἐστι τὸ κτιζόμενον, ἀλλὰ τὸ ἡμέτερόν ἐστι τὸ ἐν αὐτῷ ἀνακαινιζόμενον· περὶ οὗ καὶ ὁ Δαβὶδ ηὔχετο ψάλλων· «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.»

Ὧδε μὲν γὰρ λέγεται κτίζειν· πρότερον δὲ ἔπλασεν, ὁ Ζαχαρίας φησίν· «Ἐκτείνων τὸν οὐρανὸν, καὶ θεμελιῶν τὴν γῆν, καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ·» ὃ γὰρ πρότερον ἔπλασε, τοῦτο πεπτωκὸς ἀνέκτισε, γενόμενος αὐτὸς ἐν τῷ κτίσματι, ὅτε ὁ Λόγος σὰρξ ἐγένετο, «ἵνα,» ὡς ὁ Ἀπόστολος εἶπε, «τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον, τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας.» Οὐ γὰρ ὡς ἑτέρου δημιουργηθέντος παρὰ τὸν ἐξ ἀρχῆς κατ᾽ εἰκόνα γενόμενον ἄνθρωπον ἔλεγεν· ἀλλὰ τὸν ἐν Χριστῷ κτισθέντα καὶ ἀνακαινισθέντα νοῦν συνεβούλευεν ἀναλαβεῖν· ὅπερ καὶ διὰ Ἰεζεκιὴλ πάλιν δηλοῦται, λέγοντος αὐτοῦ· «Ποιήσατε ἑαυτοῖς καρδίαν καινὴν καὶ πνεῦμα καινόν· καὶ ἵνα τί ἀποθνήσκετε, οἶκος Ἰσραήλ; Διότι οὐ θέλω τὸν θάνατον τοῦ ἀποθνήσκοντος, λέγει Ἀδωναῒ Κύριος.» Οὐκοῦν τοῦ κτιζομένου πνεύματος τοιαύτην ἔχοντος τὴν διάνοιαν, πρεπόντως ἂν νοηθείη καὶ ἡ στερεουμένη βροντὴ ὁ πιστὸς λόγος, καὶ ἀσάλευτος τοῦ πνεύματος ὁ νόμος. Τούτου γὰρ ὑπηρέτας εἶναι θέλων τὸν Ἰακὼβ καὶ τὸν Ἰωάννην, ἐκάλεσεν ὁ Κύριος Βοανεργὲς, ὅ ἐστιν, υἱοὶ βροντῆς· ὅ γ᾽ οὖν Ἰωάννης ἀληθῶς ἀπ᾽ οὐρανοῦ βοᾷ· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.»

Πρότερον μὲν γὰρ σκιὰν εἶχεν ὁ νόμος τῶν μελλόντων ἀγαθῶν· ὅτε δὲ ὁ Χριστὸς ἀπηγγέλη τοῖς ἀνθρώποις καὶ παρεγένετο λέγων· «Αὐτὸς ὁ λαλῶν πάρειμι· τότε,» ὡς εἶπεν ὁ Παῦλος, «ἡ τούτου φωνὴ τὴν γῆν ἐσάλευσεν, ἐπαγγειλαμένου πρότερον· Ἔτι ἅπαξ ἐγὼ σείσω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν. Τὸ δὲ ἔτι ἅπαξ δηλοῖ τῶν σαλευομένων τὴν μετάθεσιν, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα. Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες, ἔχομεν χάριν, δι᾽ ἧς λατρεύομεν εὐαρέστως τῷ Θεῷ.» Ἣν δὲ λέγει βασιλείαν οὗτος ἀσάλευτον, ταύτην στερεωθεῖσαν ψάλλει Δαβίδ· «Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο· ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.

Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.» Τὸ ἄρα παρὰ τῷ προφήτῃ ῥητὸν τὴν ἐπιδημίαν τοῦ Σωτῆρος σημαίνει, ἐν ᾗ καὶ ἡμεῖς ἀνεκαινίσθημεν, καὶ ὁ νόμος τοῦ πνεύματος ἀσάλευτος διαμένει. Ἀλλ᾽ οἱ τῷ ὄντι τροπικοὶ, συνθέμενοι τοῖς Ἀρειανοῖς, καὶ μερισάμενοι μετ᾽ αὐτῶν τὴν εἰς τὴν θεότητα βλασφημίαν, ἵνα ἐκεῖνοι μὲν τὸν Υἱὸν, οὗτοι δὲ τὸ Πνεῦμα κτίσμα λέγωσιν· ἐτόλμησαν, ὡς αὐτοί φασι, τρόπους πάλιν ἑαυτοῖς ἐφευρεῖν καὶ παρεξηγεῖσθαι καὶ τὸ τοῦ Ἀποστόλου ῥητὸν, ὃ καλῶς μὲν αὐτὸς ἔγραφε Τιμοθέῳ λέγων· «Διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Ἰησοῦ Χριστοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλησιν.» Ἐκεῖνοι δὲ φάσκουσιν, ἐπειδὴ τὸν Θεὸν καὶ τὸν Χριστὸν ὠνόμασεν, εἶτα τοὺς ἀγγέλους, ἀνάγκῃ τοῖς ἀγγέλοις συναριθμεῖσθαι τὸ Πνεῦμα, τῆς τε αὐτῶν εἶναι συστοιχίας καὶ αὐτὸ, καὶ ἄγγελον εἶναι μείζονα τῶν ἄλλων. Πρῶτον μὲν οὖν τῆς ἀσεβείας ἐστὶν Οὐαλεντίνου τοῦτο τὸ εὕρημα· καὶ οὐκ ἔλαθον οὗτοι τὰ ἐκείνου φθεγγόμενοι. Ἐκεῖνος γὰρ ἔφησεν, ὅτι, πεμφθέντος τοῦ Παρακλήτου, συναπεστάλησαν αὐτῷ οἱ ἡλικιῶται αὐτοῦ ἄγγελοι· ἔπειτα δὲ τὸ Πνεῦμα κατάγοντες εἰς τοὺς ἀγγέλους εἰς τὴν Τριάδα συντάσσοντες.

Εἰ γὰρ μετὰ Πατέρα καὶ Υἱὸν κατ᾽ αὐτοὺς οἱ ἄγγελοι, δηλονότι τὴν Τριάδος εἰσὶν οἱ ἄγγελοι, καὶ οὐκ ἔτι «λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενοι,» οὐδὲ ἁγιαζόμενοι, ἀλλ᾽ αὐτοὶ μᾶλλον ἁγιάζοντες ἄλλους ἂν εἶεν.

Τί οὖν ἡ τοσαύτη τούτων ἀπόνοια; Ποῦ τῶν Γραφῶν πάλιν εὗρον ἄγγελον τὸ Πνεῦμα λεγόμενον; Τὰ αὐτὰ δέ μοι τοῖς προειρημένοις εἰπεῖν ἀνάγκη. Παράκλητος ἐλέχθη καὶ πνεῦμα υἱοθεσίας, καὶ πνεῦμα ἁγιασμοῦ, καὶ πνεῦμα Θεοῦ, καὶ πνεῦμα Χριστοῦ ἐλέχθη· οὐδαμοῦ δὲ ἄγγελος, οὐδὲ ἀρχάγγελος, οὐδὲ πνεῦμα διακονίας, οἷοί εἰσιν οἱ ἄγγελοι· ἀλλὰ μᾶλλον σὺν τῷ Υἱῷ καὶ αὐτὸ διακονεῖται παρὰ τοῦ Γαβριὴλ λέγοντος τῇ Μαρίᾳ· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ· καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι.» Τῶν δὲ Γραφῶν μὴ λεγουσῶν ἄγγελον τὸ Πνεῦμα, ποία τούτοις ἀπολογία γένοιτ᾽ ἂν τῆς τοσαύτης ἀλογίστου τόλμης ὅπου γε καὶ ὁ τὴν τοιαύτην αὐτοῖς κακόνοιαν ἐπισπείρας Οὐαλεντῖνος τὸ μὲν Παράκλητον, τοὺς δὲ ἀγγέλους ὠνόμασεν· εἰ καὶ ἐν τῷ ἴσῳ χρόνῳ, ἡλικιώτην τοῖς ἀγγέλοις συντάσσει καὶ αὐτὸς τὸ Πνεῦμα ὁ ἀφρονέστατος. Ἀλλ᾽ ἰδοὺ, φασὶν, ἐν τῷ προφήτῃ Ζαχαρίᾳ γέγραπται· «Τάδε λέγει ὁ ἄγγελος, ὁ λαλῶν ἐν ἐμοί.» Καὶ δῆλόν ἐστιν, ὅτι ἄγγελον εἶναι τὸ Πνεῦμα σημαίνει τὸν ἐν αὐτῷ λαλοῦντα. Τοῦτο δὲ οὐκ ἂν εἶπον, εἰ τῇ ἀναγνώσει προσέχοντες ἦσαν. Αὐτὸς γὰρ ὁ Ζαχαρίας, ἡνίκα τὴν ὀπτασίαν περὶ τῆς λυχνίας ἑώρακε, φησί· «Καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, καὶ εἶπεν· Οὐ γινώσκεις τί ἐστι ταῦτα; Καὶ εἶπον· Οὐχὶ Κύριε.

Καὶ ἀπεκρίθη, καὶ εἶπε πρὸς μὲ λέγων· Οὗτος ὁ λόγος Κυρίου πρὸς Ζοροβάβελ, λέγων· Οὐκ ἐν δυνάμει μεγάλῃ, οὐδὲ ἐν ἰσχύϊ, ἀλλ᾽ ἐν Πνεύματί μου, λέγει Κύριος παντοκράτωρ.» Εὔδηλον οὖν, ὡς ὁ λαλῶν ἄγγελος τῷ προφήτῃ οὐκ ἦν τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλ᾽ αὐτὸς μὲν ἄγγελος, τὸ δὲ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐστι τοῦ παντοκράτορος· καὶ διακονεῖται μὲν παρ᾽ ἀγγέλου, ἀδιαίρετον δὲ τῆς θεότητός ἐστι, καὶ ἴδιον τοῦ λόγου. Ἐπεὶ εἰ τὸ ἀποστολικὸν προφασίζονται ῥητὸν, διὰ τὸ εἰρῆσθαι μετὰ τὸν Χριστὸν τοὺς ἐκλεκτοὺς ἀγγέλους, εἰπάτωσαν τίς ἐκ πάντων τούτων ἐστὶν ὁ τῇ Τριάδι συντασσόμενος;

Οὐ γὰρ δὴ πάντες εἷς εἰσι τῷ ἀριθμῷ· ἢ τίς αὐτῶν ἐστιν ὁ κατελθὼν εἰς τὸν Ἰορδάνην ἐν εἴδει περιστερᾶς; Χίλιαι γὰρ χιλιάδες εἰσὶ καὶ μύριαι μυριάδες οἱ λειτουργοῦντες. Ἢ διὰ τί, ἀνοιγομένων τῶν οὐρανῶν, οὐκ εἴρηται, Καὶ κατῆλθεν ἐκ τῶν ἐκλεκτῶν ἀγγέλων, ἀλλὰ, τὸ Πνεῦμα τὸ ἅγιον; Ἢ διὰ τί αὐτὸς ὁ Κύριος περὶ μὲν τῆς συντελείας διαλεγόμενος τοῖς μαθηταῖς, διαστέλλων μὲν ἔλεγεν· «Ἀποστελεῖ ὁ Υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ;» Καὶ πρὸ τούτων εἴρητο· «Οἱ ἄγγελοι διηκόνουν αὐτῷ.» Καὶ πάλιν αὐτὸς λέγει· «Ἐξελεύσονται οἱ ἄγγελοι.» Τοῖς δὲ μαθηταῖς διδοὺς ἔλεγε «Λάβετε Πνεῦμα ἅγιον·» ἀποστέλλων τε αὐτοὺς ἔλεγε· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.» Οὐ γὰρ ἄγγελον συνέτασσε τῇ θεότητι, οὐδὲ ἐν κτίσματι συνῆπτεν ἡμᾶς ἑαυτῷ τε καὶ τῷ Πατρὶ, ἀλλ᾽ ἐν τῷ Πνεύματι τῷ ἁγίῳ, ὅπερ αὐτὸς ἐπαγγελλόμενος οὐκ εἴρηκεν ἄγγελον ἀποστέλλειν, ἀλλὰ «τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται,» καὶ ἐκ τοῦ αὐτοῦ λαμβάνει καὶ δίδοται.

Καὶ Μωσῆς γ᾽ οὖν, γινώσκων τοὺς μὲν ἀγγέλους κτίσματα, τὸ δὲ Πνεῦμα τὸ ἅγιον ἡνωμένον τῷ Υἱῷ καὶ τῷ Πατρὶ, λέγοντος αὐτῷ τοῦ Θεοῦ· «Πορεύου, ἀνάβηθι ἐντεῦθεν σὺ καὶ ὁ λαός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου εἰς τὴν γῆν, ἣν ὤμοσα τῷ Ἀβραὰμ, καὶ τῷ Ἰσαὰκ, καὶ τῷ Ἰακὼβ λέγων· Τῷ σπέρματι ὑμῶν δώσω αὐτήν· καὶ συναποστελῶ πρὸ προσώπου σου τὸν ἄγγελόν μου, καὶ ἐκβαλεῖ τὸν Χαναναῖον·» παραιτεῖται λέγων· «Εἰ μὴ αὐτὸς συμπορεύῃ μεθ᾽ ἡμῶν, μή με ἀναγάγῃς ἐντεῦθεν.» Οὐκ ἐβούλετο γὰρ κτίσμα προηγεῖσθαι τοῦ λαοῦ, ἵνα μὴ μάθωσι λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα τὰ πάντα Θεόν. Ἀμέλει, τὸν ἄγγελον παραιτησάμενος, παρεκάλει αὐτὸν τὸν Θεὸν καθηγεῖσθαι αὐτῶν.

Τοῦ δὲ Θεοῦ ἐπαγγειλαμένου καὶ εἰπόντος πρὸς αὐτόν· «Καὶ τοῦτόν σου τὸν λόγον, ὃν εἴρηκας, ποιήσω· εὕρηκας γὰρ χάριν ἐνώπιόν μου, καὶ οἶδά σε παρὰ πάντας·» γέγραπται ἐν τῷ Ἡσαΐᾳ· «Ὁ ἀναβιβάσας ἐκ τῆς γῆς τὸν ποιμένα τῶν προβάτων· ποῦ ἐστιν ὁ θεὶς ἐν αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, ὁ ἀναγαγὼν τῇ δεξιᾷ Μωσῆν;» καὶ μετ᾽ ὀλίγα φησί· «Κατέβη Πνεῦμα παρὰ Κυρίου καὶ ὡδήγησεν αὐτούς.

Οὕτως ἤγαγες τὸν λαόν σου ποιήσας σεαυτῷ ὄνομα δόξης·» τίς ἐκ τούτων οὐ συνορᾷ τὴν ἀλήθειαν; Τοῦ γὰρ Θεοῦ ἐπαγγειλαμένου καθηγεῖσθαι, ἰδοὺ οὐκ ἔτι ἄγγελον ἐπαγγέλλεται πέμπειν, ἀλλὰ τὸ Πνεῦμα αὐτοῦ, ὅ ἐστιν ὑπὲρ τοὺς ἀγγέλους, καὶ αὐτὸ καθηγούμενόν ἐστι τοῦ λαοῦ. Καὶ δείκνυται, ὅτι οὐ τῶν κτισμάτων, οὐδὲ ἄγγελός ἐστι τὸ Πνεῦμα, ἀλλὰ ἄνω τῆς κτίσεώς ἐστιν, ἡνωμένον τῇ θεότητι τοῦ Πατρός. Αὐτὸς γὰρ ὁ Θεὸς διὰ τοῦ Λόγου ἐν Πνεύματι καθηγεῖτο τοῦ λαοῦ· ὅθεν καὶ διὰ πάσης τῆς Γραφῆς φησιν· «Ἐγὼ ἀνήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου· μάρτυρες ὑμεῖς ἐστε, εἰ Θεὸς ἦν ἀλλότριος ἐν ὑμῖν πλὴν ἐμοῦ.» Καὶ οἱ ἅγιοι δὲ προσφωνοῦσι τῷ Θεῷ· «Ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου·» καὶ, «Ὡδήγησεν αὐτοὺς Κύριος ἐπ᾽ ἐλπίδι, καὶ οὐκ ἐδειλίασαν.» Τούτῳ καὶ τὸν ὕμνον ἀνατιθέασι λέγοντες· «Τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ ἐν τῇ ἐρήμῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Ὁ δὲ μέγας Μωσῆς συνεχῶς διηγεῖται· «Κύριος ὁ Θεὸς ὁ προπορευόμενος πρὸ προσώπου ὑμῶν.» Τὸ ἄρα τοῦ Θεοῦ Πνεῦμα οὐκ ἂν εἴη ἄγγελος, οὐδὲ κτίσμα, ἀλλ᾽ ἴδιον τῆς θεότητος αὐτοῦ. Τοῦ γὰρ Πνεύματος ὄντος ἐν τῷ λαῷ, ὁ Θεὸς δι᾽ Υἱοῦ ἐν Πνεύματι ἦν ἐν αὐτοῖς.

Ἀλλ᾽ ἔστω ταῦτα, φασὶ καὶ αὐτοί· διὰ τί οὖν ὁ Ἀπόστολος μετὰ τὸν Χριστὸν οὐκ ὠνόμασε τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ τοὺς ἐκλεκτοὺς ἀγγέλους; Τὸ αὐτὸ δ᾽ ἄν τις αὐτοὺς ἐρωτήσειε· Διὰ τί μὴ ἀρχαγγέλους, μηδὲ χερουβὶμ, μηδὲ σεραφὶμ, μηδὲ κυριότητας, μηδὲ θρόνους, μηδὲ ἕτερόν τι, ἀλλ᾽ ἐκλεκτοὺς μόνους ἀγγέλους ὠνόμασεν ὁ Παῦλος; Ἆρ᾽ οὖν, ἐπεὶ μὴ οὕτως ὠνόμασεν, οἱ ἄγγελοι ἀρχάγγελοί εἰσιν, ἢ μόνοι ἄγγελοί εἰσι, καὶ οὔτε σεραφὶμ, ἢ χερουβὶμ, οὐκ ἀρχάγγελοι, οὐδὲ κυριότητες, οὐ θρόνοι, οὐκ ἀρχαὶ, οὐχ ἕτερόν τι ἐστίν; Ἀλλὰ τοῦτό ἐστιν ἀνάγκην μὲν ἐπιβάλλειν τῷ Ἀποστόλῳ, διὰ τί μὴ οὕτως, ἀλλ᾽ οὕτως ἔγραψεν, ἀγνοεῖν δὲ τὰς θείας Γραφὰς, καὶ διὰ τοῦτο πλανᾶσθαι περὶ τὴν ἀλήθειαν. Ἰδοὺ γὰρ παρὰ μὲν τῷ Ἡσαΐᾳ γέγραπται· «Προσαγάγετε πρὸς μὲ, καὶ ἀκούσατε ταῦτα· Οὐκ ἀπ᾽ ἀρχῆς ἐν κρυφῇ λελάληκα· ἡνίκα ἐγένετο, ἐκεῖ ἤμην· καὶ νῦν Κύριος ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ·» παρὰ δὲ τῷ Ἀγγαίῳ· «Καὶ νῦν κατίσχυε Ζοροβάβελ, λέγει Κύριος, καὶ κατίσχυε Ἰησοῦ ὁ τοῦ Ἰωσεδὲκ, ὁ ἱερεὺς ὁ μέγας, λέγει Κύριος. Καὶ κατισχυέτω πᾶς ὁ λαὸς τῆς γῆς, λέγει Κύριος· καὶ ποιεῖτε, διότι μεθ᾽ ὑμῶν ἐγώ εἰμι, λέγει Κύριος παντοκράτωρ, καὶ τὸ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν.» Καὶ παρ᾽ ἀμφοτέροις τοῖς προφήταις περὶ μόνου τοῦ Κυρίου καὶ τοῦ Πνεύματος μνήμη γέγονε. Τί τοίνυν καὶ περὶ τούτου φήσουσιν;

Εἰ γὰρ, ἐπειδὴ τοῦ Χριστοῦ μνημονεύσας ὁ Παῦλος περὶ μὲν τοῦ Πνεύματος ἐσιώπησε, τῶν δὲ ἐκλεκτῶν ἀγγέλων ἐμνημόνευσε, διὰ τοῦτο ἐν ἀγγέλοις τὸ Πνεῦμα συντάττουσιν· ὥρα, καὶ τοῖς προφητικοῖς τούτοις ἐντυγχάνοντας, τολμηρότερον αὐτοὺς διαλογίζεσθαι καὶ περὶ τοῦ σεσιωπημένου.

Ἄν τε γὰρ τὸν Κύριον εἶναι, φήσουσιν εἶναι τὸν Υἱὸν, τί ἂν εἴποιεν περὶ τοῦ Πατρός; ἄν τε τὸν Πατέρα εἴπωσι, τί ἂν εἴποιεν περὶ τοῦ Υἱοῦ; Τὴν γὰρ ἀκολουθοῦσαν κατ᾽ ἐκείνους δυσφημίαν μηδὲ λογίσασθαί τινα γένοιτο· ἀνάγκη γὰρ αὐτοὺς εἰπεῖν, ἢ ὅτι οὐκ ἔστιν, ἢ τοῖς ποιήμασι συναριθμεῖν τὸ σεσιωπημένον.