Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολαὶ τέσσαρες πρὸς Σεραπίωνα

Μέγας Αθανάσιος

Απόκρουση ανθρωπομορφικών αντιλήψεων και το ακατάληπτο του Θεού

Έλεγχος των αιρετικών συλλογισμών περί της Αγίας Τριάδος. Επικέντρωση στην άκτιστη φύση του Πνεύματος και ανάδειξη της αδυναμίας της ανθρώπινης διάνοιας να κατανοήσει πλήρως τα θεία μυστήρια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 10

Τί δ᾽ ἂν εἴποιεν, ἐὰν ἀκούσουσι καὶ τοῦ Κυρίου λέγοντος· «Κριτής τις ἦν ἔν τινι χώρᾳ, τὸν Θεὸν μὴ φοβούμενος, καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος.» Ἆρα, ἐπειδὴ μετὰ τὸν Θεὸν ὠνόμασεν ἄνθρωπον, ὁ Υἱός ἐστιν οὗτος ὁ ἄνθρωπος, ὃν οὐκ ἐνετράπη ὁ ἄδικος κριτής; Ἢ ἐπειδὴ μετὰ τὸν Θεὸν ὠνόμασε τὸν ἄνθρωπον, τρίτος ἐστὶν ὁ Υἱὸς μετὰ τὸν ἄνθρωπον, καὶ τέταρτον τὸ Πνεῦμα τὸ ἅγιον; Τί δὲ ἄρα, ἐὰν καὶ τοῦ Ἀποστόλου ἐν τῇ αὐτῇ ἐπιστολῇ πάλιν λέγοντος ἀκούσωσι· «Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωογονοῦντος τὰ πάντα, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου, τὴν καλὴν ὁμολογίαν, τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον, ἀνεπίληπτον;» Ἆρα οὖν, ἐπειδὴ σεσιώπηκε νῦν περὶ ἀγγέλων καὶ Πνεύματος, ἀμφιβάλλουσι περὶ Πνεύματος, εἰ ἔστι, καὶ περὶ ἀγγέλων, εἴ εἰσι; Ναὶ ἀμφιβάλλουσιν ἕως τοιαῦτα δυσφημεῖν περὶ τοῦ Πνεύματος μεμελετήκασιν. Ἐὰν δὲ ἀκούσωσι τῆς Γραφῆς λεγούσης ἐν τῇ Ἐξόδῳ, «Ἐφοβήθη δὲ ὁ λαὸς τὸν Κύριον, καὶ ἐπίστευσαν τῷ Θεῷ, καὶ Μωσῇ, τῷ θεραπόντι αὐτοῦ,» ἆρα συναριθμήσουσι τῷ Θεῷ τὸν Μωσῆν, καὶ μετὰ τὸν Θεὸν οὐ νοήσουσι τὸν Υἱὸν, ἀλλὰ μόνον τὸν Μωσῆν; Τί δὲ, ἐὰν ἀκούσωσι καὶ τοῦ πατριάρχου Ἰακὼβ εὐλογοῦντος τὸν Ἰωσὴφ καὶ λέγοντος· «Ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητός μου ἕως τῆς ἡμέρας ταύτης· ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν εὐλογήσαι τὰ παιδία ταῦτα»;

Ἆρα, ἐπειδὴ μετὰ τὸν Θεὸν ὠνόμασεν ἄγγελον, πρῶτός ἐστιν ὁ ἄγγελος τοῦ Υἱοῦ, ἢ ἀγγέλοις συναριθμεῖται ὁ Υἱός; Ναὶ, πάλιν οὕτω νοήσουσι, διεφθαρμένην ἔχοντες τὴν καρδίαν.

Ἀλλ᾽ οὐχ ἡ ἀποστολικὴ πίστις ἐστὶ τοιαύτη, οὐδ᾽ ὅλως Χριστιανὸς ἀνάσχοιτο ἂν τούτων. Ἡ γὰρ ἁγία καὶ μακαρία Τριὰς, ἀδιαίρετος καὶ ἡνωμένη πρὸς ἑαυτήν ἐστι· καὶ λεγομένου τοῦ Πατρὸς, πρόσεστι καὶ ὁ τούτου Λόγος καὶ τὸ ἐν τῷ Υἱῷ Πνεῦμα. Ἐὰν δὲ καὶ ὁ Υἱὸς ὀνομάζηται, ἐν τῷ Υἱῷ ἐστιν ὁ Πατὴρ, καὶ τὸ Πνεῦμα οὐκ ἔστιν ἐκτὸς τοῦ Λόγου. Μία γάρ ἐστιν ἐκ τοῦ Πατρὸς χάρις δι᾽ Υἱοῦ ἐν Πνεύματι ἁγίῳ πληρουμένη· καὶ μία θεότης ἐστὶ, καὶ εἷς Θεός ἐστιν ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν.

Οὕτω γὰρ καὶ ὁ Παῦλος, εἰρηκὼς, «Διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Ἰησοῦ Χριστοῦ,» ἐγίνωσκεν, ὅτι οὐ διῃρεῖτο τοῦ Υἱοῦ τὸ Πνεῦμα, ἀλλ᾽ ἐν Χριστῷ ἦν καὶ αὐτὸ, ὥσπερ ὁ Υἱὸς ἐν τῷ Πατρί· τοὺς δὲ ἐκλεκτοὺς ἀγγέλους συνεπήγαγεν εἰκότως, ἵνα, ἐπειδὴ διαμαρτυρία ἦν τῷ μαθητῇ λεγομένη, γινώσκων, ὡς τὰ μὲν λεγόμενα παρὰ Θεοῦ διὰ Χριστοῦ ἐν Πνεύματι λελάληται, οἱ δὲ ἄγγελοι διακονοῦσι τὰ παρ᾽ ἡμῶν, ἐπισκοποῦντες τὰς ἑκάστου πράξεις, φυλάξῃ τὰς τοῦ διδασκάλου παραινέσεις, ὡς ἔχων τοὺς ἐφορῶντας τῶν λεγομένων μάρτυρας.

Ἣ τάχα καὶ διὰ τοὺς διὰ παντὸς θεωροῦντας τὸ πρόσωπον τοῦ Πατρὸς, τοῦ ἐν τοῖς οὐρανοῖς, διαμαρτύρεται νῦν ἀγγέλους, ἕνεκά γε τῶν ἐν τῇ Ἐκκλησίᾳ μικρῶν, ἵνα, γινώσκων ὁ μαθητὴς τοὺς κηδεμόνας τῶν λαῶν, μὴ ἀμελήσῃ τῶν παραινέσεων τοῦ Ἀποστόλου.

Τῶν μὲν οὖν θείων λογίων τοιοῦτος ὁ νοῦς ἐμοὶ φαίνεται, διελέγχων τὴν τῶν ἀλόγων κατὰ τοῦ Πνεύματος δυσφημίαν· αὐτοὶ δὲ τὴν φιλονεικίαν ἔμμονον ἔχοντες πρὸς τὴν ἀλήθειαν, ὡς γράφεις, οὐκέτι μὲν ἀπὸ τῶν Γραφῶν (οὐχ εὑρίσκουσι γὰρ), ἀπὸ δὲ τοῦ περισσεύματος τῆς καρδίας τῆς ἰδίας ἐρευγόμενοι, πάλιν φάσκουσιν· Εἰ μὴ κτίσμα ἐστὶ, μηδὲ τῶν ἀγγέλων εἷς ἐστιν, ἀλλ᾽ ἐκ τοῦ Πατρὸς ἐκπορεύεται· οὐκοῦν Υἱός ἐστι καὶ αὐτὸ, καὶ δύο ἀδελφοί εἰσιν αὐτό τε καὶ ὁ Λόγος. Καὶ εἰ ἀδελφός ἐστι, πῶς μονογενὴς ὁ Λόγος, ἢ πῶς οὐκ ἴσοι, ἀλλ᾽ ὁ μὲν μετὰ τὸν Πατέρα, τὸ δὲ μετὰ τὸν Υἱὸν ὀνομάζεται; Πῶς δὲ, εἰ ἐκ τοῦ Πατρός ἐστιν, οὐ λέγεται καὶ αὐτὸ γεγεννῆσθαι, ἢ ὅτι Υἱός ἐστιν, ἀλλ᾽ ἁπλῶς Πνεῦμα ἅγιον; Εἰ δὲ τοῦ Υἱοῦ ἐστι τὸ Πνεῦμα, οὐκοῦν πάππος ἐστὶν ὁ Πατὴρ τοῦ Πνεύματος. Τοιαῦτα παίζουσιν οἱ ἄτιμοι, περιεργαζόμενοι καὶ θέλοντες ἐρευνᾷν τὰ βάθη τοῦ Θεοῦ, ἃ μηδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ δυσφημούμενον ὑπ᾽ αὐτῶν.

Ἔδει μὲν οὖν μηκέτι τούτοις ἀποκρίνασθαι, κατὰ δὲ τὴν ἀποστολικὴν παραγγελίαν, μετὰ τὴν ἐκ τῶν προειρημένων νουθεσίαν ὡς αἱρετικοὺς αὐτοὺς παραιτεῖσθαι, ἢ ἄξια ὧν ἐρωτῶσιν ἐρωτᾷν αὐτοὺς, καὶ ἀπαιτεῖν παρ᾽ αὐτῶν ἀπόκρισιν, οἵαν αὐτοὶ παρ᾽ ἡμῶν ἀπαιτοῦσιν. Εἰπάτωσαν τοίνυν· εἰ ὁ Πατὴρ ἐκ πατρός ἐστι, καὶ εἰ ἄλλος σὺν αὐτῷ γεγέννηται, καί εἰσιν ἀδελφοὶ ἐξ ἑνὸς, καὶ τί ὄνομα αὐτοῖς, καὶ τίς ὁ καὶ τούτων Πατὴρ καὶ πάππος, κἀκείνων οἱ πρόγονοι; Ἀλλ᾽ οὐκ εἶναι φήσουσι. Πῶς οὖν Πατὴρ, λεγέτωσαν, αὐτὸς μὴ γενόμενος ἐκ Πατρός; Ἢ πῶς ἠδυνήθη Υἱὸν ἔχειν, μὴ πρότερον αὐτὸς Υἱὸς γεννηθείς; Οἶδα, ὅτι ἀσεβὴς ἡ ἐρώτησις· ἀλλὰ τοιαῦτα παίζοντας αὐτοὺς παίζειν δίκαιον, ἵνα κἂν ἐκ τῆς τοιαύτης ἀτοπίας καὶ ἀσεβοῦς ἐρωτήσεως αἰσθάνεσθαι τῆς ἰδίας ἀφροσύνης δύνωνται. Οὐκ ἔστι γὰρ ταῦτα· μὴ γένοιτο! οὐδ᾽ οὕτως ἐρωτᾷν περὶ τῆς θεότητος πρέπει. Οὐκ ἔστι γὰρ ὡς ἄνθρωπος ὁ Θεὸς, ἵνα καὶ ἀνθρώπινα περὶ αὐτοῦ τις τολμήσῃ ἐρωτᾷν.

Σιωπᾷν μὲν οὖν, ὡς προεῖπον, ἐπὶ τούτοις, καὶ μὴ προσποιεῖσθαι τοὺς τοιούτους ἔδει· ἵνα δὲ μὴ ἡ ἡμῶν σιωπὴ πρόφασιν ἀναισχυντίας αὐτοῖς ἐμποιήσῃ, ἀκουέτωσαν· Ὥσπερ οὐκ ἔστιν ἐπὶ τοῦ Πατρὸς εἰπεῖν πατέρα, οὕτως οὐκ ἔστιν ἐπὶ τοῦ Υἱοῦ εἰπεῖν ἀδελφόν. Τοῦ μὲν γὰρ Πατρὸς, ὡς γέγραπται ἔμπροσθεν, ἄλλος Θεὸς οὐ γέγονεν· Υἱὸς δὲ οὐκ ἔστιν ἄλλος· μονογενὴς γάρ ἐστι· διὸ καὶ μόνος καὶ εἷς ὁ Πατὴρ, μόνου καὶ ἑνὸς Υἱοῦ Πατήρ ἐστι· καὶ ἐπὶ μόνης τῆς θεότητος τὸ Πατὴρ καὶ τὸ Υἱὸς ἕστηκεν ἀεὶ καὶ ἔστι. Τῶν μὲν γὰρ ἀνθρώπων εἰ πατὴρ λέγεταί τις, ἀλλ᾽ ἑτέρου γέγονεν υἱός· καὶ εἰ υἱὸς λέγεται, ἀλλ᾽ ἑτέρου γέγονε πατήρ· ὥστε ἐπ᾽ ἀνθρώπων μὴ σώζεσθαι κυρίως τὸ πατρὸς καὶ υἱοῦ ὄνομα. Ἀβραὰμ γοῦν, υἱὸς ὢν τοῦ Θάῤῥου, πατὴρ γέγονε τοῦ Ἰσαάκ· καὶ Ἰσαὰκ, υἱὸς ὢν τοῦ Ἀβραὰμ, πατὴρ γέγονε τοῦ Ἰακώβ· καὶ τοῦτον τὸν τρόπον ἡ φύσις τῶν ἀνθρώπων ἔχει· μέρη γάρ εἰσιν ἀλλήλων· καὶ ἕκαστος γεννώμενος ἔχει τοῦ πατρὸς μέρος, ἵνα καὶ αὐτὸς ἑτέρου γένηται πατήρ. Ἐπὶ δὲ τῆς θεότητος οὐκ ἔστιν οὕτως.

Οὐ γὰρ ὡς ἄνθρωπος ὁ Θεὸς, οὐδὲ μεριζομένην ἔχει φύσιν· διὸ οὐδὲ γεννᾷ Υἱὸν μεριζόμενος, ἵνα καὶ αὐτὸς γένηται Πατὴρ ἑτέρου, ἐπεὶ μηδ᾽ αὐτός ἐστιν ἐκ Πατρός· οὔτε ὁ Υἱὸς δὲ μέρος ἐστὶ τοῦ Πατρός· διὸ καὶ οὐδὲ γεννᾷ, ὥσπερ γεγέννηται αὐτὸς, ἀλλὰ ὅλος ἐστὶν ὅλου εἰκὼν καὶ ἀπαύγασμα· καὶ ἐπὶ τῆς θεότητος μόνης ὁ Πατὴρ κυρίως ἐστὶ Πατήρ· καὶ ὁ Υἱὸς, κυρίως Υἱός ἐστιν· καὶ ἐπὶ τούτων ἕστηκε τὸ Πατὴρ ἀεὶ Πατὴρ, καὶ τὸ Υἱὸς ἀεὶ Υἱός. Καὶ ὥσπερ οὐκ ἂν εἴη ποτὲ ὁ Πατὴρ Υἱὸς, οὕτως οὐκ ἄν ποτε γένοιτο ὁ Υἱὸς Πατήρ. Καὶ ὥσπερ οὐ παύσεταί ποτε ὁ Πατὴρ μόνος ὢν Πατὴρ, οὕτως οὐ παύσεταί ποτε ὁ Υἱὸς μόνος ὢν Υἱός. Μανία ἄρα κἂν ὅλως ἐνθυμεῖσθαι καὶ λέγειν ἐπὶ μὲν Υἱοῦ ἀδελφὸν, ἐπὶ δὲ Πατρὸς τὸ πάππου ὄνομα. Οὐδὲ γὰρ ὠνομάσθη ἐν ταῖς Γραφαῖς υἱὸς τὸ Πνεῦμα, ἵνα μὴ ἀδελφὸς νομισθῇ· οὐδὲ υἱὸς τοῦ Υἱοῦ, ἵνα μὴ πάππος νοοῖτο ὁ Πατήρ· ἀλλ᾽ ὁ Υἱὸς, τοῦ Πατρὸς υἱὸς, καὶ τὸ Πνεῦμα τοῦ Πατρὸς πνεῦμα εἴρηται· καὶ οὕτως τῆς ἁγίας Τριάδος μία ἡ θεότης καὶ πίστις ἐστίν.

Οὐκοῦν καὶ κατὰ τοῦτο μανία τὸ λέγειν αὐτὸ κτίσμα. Εἰ γὰρ κτίσμα ἦν, οὐ συνετάσσετο τῇ Τριάδι. Ὅλη γὰρ εἷς Θεός ἐστι. Καὶ ἀρκεῖ γινώσκειν, ὅτι μὴ κτίσμα ἐστὶ τὸ Πνεῦμα, μηδὲ τοῖς ποιήμασι συναριθμεῖται· οὐ γὰρ ἀλλότριον ἐπιμίγνυται τῇ Τριάδι, ἀλλ᾽ ἀδιαίρετός ἐστι καὶ ὁμοία ἑαυτῇ.

Ἀρκεῖ ταῦτα τοῖς πιστοῖς· μέχρι τούτων ἐν ἀνθρώποις ἡ γνῶσις φθάνει· ἕως τούτων τὰ χερουβὶμ καλύπτει ταῖς πτέρυξιν. Ὁ δὲ περιττὰ τούτων ζητῶν καὶ θέλων ἐρευνᾷν παρακούει τοῦ λέγοντος· «Μὴ σοφίζου περισσὰ, ἵνα μὴ ἐκπλαγῇς.» Τὰ γὰρ πίστει παραδοθέντα, ταῦτα οὐκ ἐν ἀνθρωπίνῃ σοφίᾳ, ἀλλ᾽ ἐν ἀκοῇ πίστεως διανοεῖσθαι πρέπει. Ποῖος γὰρ λόγος ἐπαξίως διερμηνεῦσαι δυνήσεται τὰ ὑπὲρ τὴν γενητὴν ὄντα φύσιν; Ἢ ποία τις ὅλως ἀκοὴ συνιέναι δύναται, ἃ μὴ ἔξεστιν ἀνθρώποις μήτε ἀκούειν, μήτε λαλεῖν; Περὶ μὲν οὖν ὧν ἤκουσεν ὁ Παῦλος, οὕτως εἴρηκε· περὶ δὲ αὐτοῦ τοῦ Θεοῦ· «Ὡς ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Τίς γὰρ ἔγνω νοῦν Κυρίου; Ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» Ὁ γοῦν Ἀβραὰμ οὔτε περιειργάσατο, οὐδὲ ἀνέκρινε τὸν λαλοῦντα, ἀλλ᾽ «ἐπίστευσε, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην·» οὕτω Μωσῆς πιστὸς ἐκλήθη θεράπων· Εἰ δὲ οἱ τὰ Ἀρείου φρονοῦντες, ἐπεὶ εἰς τὴν κακότεχνον αὐτῶν ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐ δύνανται νοεῖν οὐδὲ πιστεύειν περὶ τῆς ἀδιαιρέτου καὶ ἁγίας Τριάδος, μὴ διὰ τοῦτο καὶ τὴν ἀλήθειαν παρεξηγείσθωσαν, μηδὲ ἅπερ αὐτοὶ μὴ δύνανται νοεῖν, ταῦτα λεγέτωσαν μηδὲ εἶναι δύνασθαι.

Πρᾶγμα γὰρ πάσχουσιν ἀτοπώτατον· ὅτι, μὴ δυνάμενοι νοεῖν, πῶς ἀδιαίρετός ἐστιν ἡ ἁγία Τριὰς, ποιοῦσιν οἱ μὲν Ἀρειανοὶ ἓν τὸν Υἱὸν μετὰ τῆς κτίσεως· οἱ δὲ τροπικοὶ τὸ Πνεῦμα καὶ αὐτοὶ τοῖς κτίσμασι συναριθμοῦσιν. Ἔδει δὲ αὐτοὺς ἢ καθόλου μὴ νοοῦντας σιωπᾷν, καὶ μὴ συντάσσειν, μήτε ἐκείνους τὸν Υἱὸν, μήτε τούτους τὸ Πνεῦμα τοῖς κτίσμασιν· ἢ τὸ γεγραμμένον ἐπιγινώσκειν, καὶ τῷ Πατρὶ συνάπτειν τὸν Υἱὸν, καὶ τὸ Πνεῦμα μὴ διαιρεῖν ἀπὸ τοῦ Υἱοῦ, ἵνα τὸ ἀδιαίρετον καὶ ὁμοφυὲς ἀληθῶς τῆς ἁγίας Τριάδος διαμείνῃ. Ταῦτα μαθόντας αὐτοὺς ἔδει μὴ τολμᾷν, μηδ᾽ ἀμφιβάλλοντας ἐρωτᾷν, πῶς ταῦτα γένοιτο, ἵνα, κἂν ὁ ἐρωτώμενος ἀπορῇ λέγειν, μὴ ἐπινοῶσιν αὐτοὶ κακονοίας ἑαυτοῖς. Ἔστι μὲν γὰρ πᾶσι τοῖς γενητοῖς, μάλιστα δὲ ἡμῖν τοῖς ἀνθρώποις ἀδύνατον ἐπαξίως εἰπεῖν περὶ τῶν ἀποῤῥήτων.

Τολμηρότερον δὲ πάλιν, μὴ δυναμένους λέγειν, ἐπινοεῖν ἐπὶ τούτων καινοτέρας λέξεις παρὰ τὰς τῶν Γραφῶν. Ἄλλως τε καὶ μανιώδης ἡ τοιαύτη ἐπιχείρησις τοῦ τε ἐρωτῶντος καὶ τοῦ κἂν ὅλως ἐνθυμουμένου ἀποκρίνασθαι. Οὐδὲ γὰρ οὐδὲ περὶ τῶν γενητῶν οὕτω τις ἐρωτῶν νομισθείη νοῦν ἔχειν ὀρθόν.

Ἢ τολμησάτωσαν ἀποκρίνασθαι οἱ πάντα λέγοντες εὐχερῶς, πῶς ὁ οὐρανὸς συνέστη, καὶ ἐκ ποίας ὕλης, καὶ τίς ἡ τούτου μίξις, ἢ πῶς ὁ ἥλιος, καὶ ἕκαστος τῶν ἀστέρων; Τί δὲ θαυμαστὸν ἐκ τῶν ὑπερκειμένων, αὐτῶν ἐλέγχειν τὴν ἀφροσύνην, ὅπου γε οὐδὲ πῶς τῶν ὧδε κάτω ξύλων ἡ φύσις, καὶ τῶν ὑδάτων τὰ συστήματα, πῶς τε τῶν ζώων ἡ πλάσις καὶ ἡ σύστασις, γινώσκεται, Ἀλλ᾽ οὐκ ἂν εἴποιεν, ὅπου γε καὶ Σολομὼν, ὁ περισσότερον πάντων σοφίας μετασχὼν, ὁρῶν ἀδύνατον ἀνθρώποις περὶ τούτων εὑρεῖν, ἔλεγε· «Καί γε σύμπαντα τὸν αἰῶνα ἔδωκεν ἐν καρδίᾳ αὐτῶν, ὅπως μὴ εὕρῃ ἄνθρωπος τὸ ποίημα, ὃ ἐποίησεν ὁ Θεὸς ἀπ᾽ ἀρχῆς καὶ μέχρι τέλους.» Ἆρ᾽ οὖν, ἐπεὶ μὴ δύνανται εὑρεῖν, οὐδὲ εἶναι αὐτὰ ὁμολογοῦσι; Ναὶ ὁμολογήσουσιν ἐφθαρμένην ἔχοντες τὴν διάνοιαν. Οὐκοῦν εἰκότως ἄν τις αὐτοῖς εἴποι· Ὦ ἀνόητοι καὶ πάντα τολμηροὶ, διὰ τί μὴ μᾶλλον ἐπὶ τῆς ἁγίας Τριάδος παύεσθε περιεργαζόμενοι, καὶ μόνον πιστεύετε, ὅτι ἔστιν· ἔχοντες εἰς τοῦτο διδάσκαλον τὸν Ἀπόστολον λέγοντα· «Πιστεῦσαι γὰρ δεῖ πρῶτον Θεῷ, ὅτι ἔστι, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται;» Οὐ γὰρ, πῶς ἐστιν, εἴρηκεν, ἀλλὰ μόνον, «ὅτι ἔστιν.» Εἰ δὲ μηδὲ οὕτω καταδύονται, εἰπάτωσαν πῶς ἐστιν ὁ Πατὴρ, ἵν᾽ οὕτω μάθωσι, πῶς ἐστι καὶ ὁ τούτου Λόγος.