Τοῦ δὲ Θεοῦ ὄντος ἐν ἡμῖν, ἔστι καὶ ὁ Υἱὸς ἐν ἡμῖν, λέγοντος αὐτοῦ τοῦ Υἱοῦ· «Ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παρ᾽ αὐτῷ ποιήσομεν.» Ἔπειτα ζωῆς οὔσης τοῦ Υἱοῦ, «Ἐγὼ» γὰρ, φησὶν, «εἰμὶ ἡ ζωὴ,» ζωοποιεῖσθαι λεγόμεθα ἐν τῷ Πνεύματι· «Ὁ» γὰρ «ἐγείρας,» φησὶ, «Χριστὸν Ἰησοῦν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ἡμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.» Ζωοποιουμένων δὲ ἡμῶν ἐν τῷ Πνεύματι, ζῇν αὐτὸς ὁ Χριστὸς ἐν ἡμῖν λέγεται. «Χριστῷ» γὰρ, φησὶ, «συνεσταύρωμαι. Ζῶ δὲ οὐκέτι ἐγώ· ζῇ δὲ ἐν ἐμοὶ Χριστός.» Καὶ πάλιν ὥσπερ ὁ Υἱὸς, ἅπερ ἐποίει ἔργα, ἔλεγε τὸν Πατέρα ἐργάζεσθαι· «Ὁ Πατὴρ» γὰρ, φησὶν, «ὁ μένων ἐν ἐμοὶ, αὐτὸς ποιεῖ τὰ ἔργα. Πιστεύετέ μοι, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Εἰ δὲ μὴ, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι.» Οὕτως, ἅπερ ἐν δυνάμει Πνεύματος εἰργάζετο ὁ Παῦλος, ἔλεγε τοῦ Χριστοῦ εἶναι τὰ ἔργα· «Οὐ γὰρ τολμήσω τι λαλεῖν, ὧν οὐ κατειργάσατο Χριστὸς δι᾽ ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν ἐν λόγῳ καὶ ἔργῳ, ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει Πνεύματος ἁγίου.» Τοιαύτης δὲ συστοιχίας καὶ ἑνότητος τῆς ἐν τῇ ἁγίᾳ Τριάδι οὔσης, τίς ἂν διέλοι ἢ τὸν Υἱὸν ἀπὸ τοῦ Πατρὸς, ἢ τὸ Πνεῦμα ἀπὸ τοῦ Υἱοῦ, ἢ αὐτοῦ τοῦ Πατρός; ἢ τίς οὕτω τολμηρὸς, ὡς εἰπεῖν ἀνόμοιον καὶ ἑτεροφυῆ τὴν Τριάδα πρὸς ἑαυτὴν, ἢ ἀλλοτριοούσιον τοῦ Πατρὸς τὸν Υἱὸν, ἢ ξένον τὸ Πνεῦμα τοῦ Υἱοῦ;